Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • ὃς μόνος ἐν βατράχοισιν ἀρίστευεν καθʼ ὅμιλον·
  • ὥρμησεν δʼ ἄρʼ ἐπ᾿ αὐτόν· ὁ δʼ ὡς ἴδεν οὐχ ὑπέμεινεν.
  • ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσετο, τείρετο δʼ αἰνῶς
  • ἥρωας κρατερούς, ἀλλʼ ἔδυνε βένθεσι λίμνης
  • [*](241 πηλοβάτην ijkl, cf. 237 κατὰ k: παρ O2 ἐάγη c e f g H2 J L1 P5 S1 242 om. A10B1 243 κραμβανίδης E οὗτος k 244 δέ οἱ] τόν γε A3 A4 μέσην δʼ αὐτὸν j πᾶσα b c d e f A10 B1 Bm2 Si2 Vi3 246 χειρὶ παχείῃ] χείρεσσι l- P4 247 σιτοφάγος i j k l: πρασσοφάγος A8 249 τάφρον ij k lL7 O2 P8 Vi1 εἴπως k, cf. Ξ 163 250 τρωξάρτην V : -τη O2 φυσίγναθος Pal. ποδὸς O2: πόδας P5 P6 R1: πόδα cet. 251 om. L3L4 ὦκα δὲ λίμνην ἤλατο τειρόμενός περ δεινῶς A8 L1 L7 V3: ὦκα δʼ ἐς λίμνην εἰσᾶλτο τειρό- μενον δʼ αἰνῶς J P4: ὦκα δὲ τειρόμενος ἐς λίμνην ἤλατο φεύγων : ἔσχατος δʼ ἐκ λίμνης ἀνεδύσετο τείρετο δʼ αἰνῶς cet. (δʼ om. h L5 N P5 P8 P9) ἔσχατα S1 Baumeister : ἔσχατο S2 252 om. L3L4, post 252 a hab. j τρωξάρτης i j A8 O2 προσεόντα E L6 O1 P6 S1 252 a καί οἱ ἐπέ- δραμεν αὖθις ἀποκτάμεναι μενεαίνων hab. ij l 253, 254 om. lL1L7 P4 ὀξύσχοινον a-: ὀξέι σχοίνῳ cet. 255, 256 cm. j lL1L7P4 255 τοῦδʼvulg.: οὐδʼ C Ν O2 P1 P5 P8 P9 Pal. U2 256 ὀρηγανίων k O2 257 post 261 a hab. j lL1 L7 P4, et post 261 a et hic H2 J P1 V6 258 om. j l L1L7P4 ὥρμησαν A2 L2 P3 259 om. jlL1 L7 P4 P5 κραταιοὺς k ἔδυνε vulg. : ἔνδυνε H1 H2 J P6 P8 V6 : ἔδυνʼ ἐν k A3 Bm1 S1Vi2: ἔδυ h A2 L2 P1 P9 Pal. V5 βένθεα B1 E L2)
    181

  • Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων,
  • Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·
  • οἴκαδʼ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδʼ ἐκέλευεν·
  • οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·
  • ἀγχοῦ δʼ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι
  • καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας
  • φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·
  • οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·
  • καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,
  • εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
  • καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων,
  • κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·
  • Ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·
  • μεριδάρπαξ ὄρχαμος μιμούμενος αὐτὸν ἄρηα
  • ὃs μόνος ἐν μύεσσιν ἀρίστευεν καθʼ ὅμιλον
  • αὐτὸς δʼ ἑστήκει γαυρούμενος κατὰ λίμνην