Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • Λειχήνωρ δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
  • καὶ βάλεν, οὐδʼ ἀφάμαρτε καθʼ ἧπαρ· ὡς δʼ ἐνόησε
  • Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.
  • ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἀλλʼ ἤλασεν αὐτόν·
  • κάππεσε δ᾿, οὐκ ἀνένευσεν, ἐβάπτετο δʼ αἵματι λίμνη
  • πορφυρέῳ, αὐτὸς δὲ παρʼ ἠιόν᾿ ἐξετανύσθη,
  • χορδῇσιν λιπαρῇσί τʼ ἐπορνύμενος λαγόνεσσιν.
  • [*](203 γαστέρος H2: γαστρὸς J καθʼ ἥπατος ἔγκατα χῦτ..A8 205 om. a b c d e j L2 Vi3 206 τρωγλήτης a : -ίτης V5 πηλείωνος L1 L3 L4: πηλείωνα cet. 207 om. L9 P5 πεῖρε(ν) H2V6, J marg. 208 θυμὸς A10 B1 στόματος δʼ ἐξέπτη g Li : δʼ ἐκ στόματος ἔπτη b c d L5 L6 L9 O2 P2 P5 P8 V5, cf. 236 209 σευτλαῖος ... ἐμβασίχυτρον h i j k A2A10 P7 V8 210-222 eiecimus, nam 210, 213, 213a, 217 plane Byzantini, ceteri cum eis videntur stare 210-212 om. a l 211 ῥεθέων L5 V4: δὲ λέων g L6 P2 213 om. O2 P8 τρωγλίτην V5, cf. 206 κατʼ B2 L9 P10 U4V12 ἤριπε δ᾿ εὐθύς bcde A2 B1 L1 Pal. V12 213 a hab. h i j k l om. cet. ἐν πέτρω O2 αὐχένα πὰρ μέσσον j- post hunc v. add. L2 τρωγλήτης δʼ ἄρ᾿ ἔπεφνε βρεκαίγιγα ἐσθλὸν ἀίξας 214 om. j l L P : ante 213 hab. a b c d e L1, ante 210 g, post 222 L6 ὀξυσχοίνῳ U5 marg. post hunc v. add. ἀλλ᾿ ὁ μὲν ἔσπασεν ἔγχος· ἐφωρμήθησαν δʼ ἐπʼ αὐτῷ hk P1 P5 R1 (ἐφώρμησαν R1) 215 om. j l L7 P4 ὅδ᾿ P9 Pal.: ὧδ᾿ A ἤριπε δʼ εὐθύς h k J P1 216, 217 om. a b c d e f g L1 S1 (ex homoeotel.) 218 κωστοφάγον c g A3 A4 L6 L9 P2 V12: κουστ- a- : κουστοφάγος k P5 Vi2: κραμβοφάγος hjl J L7 P4 V2 : κραμβοβάχος L3L4 φεύγων i kl P5 P8 R1 κραμβοφάγος ὄχθαισι βαθείαις ἔμπεσι φεύγων j 219 om. A8 V11 ἀπέφυγεν J P1 P4 μάχης] ἐν ὕδασιν ahijl L2 L8 R1 S2 ἤλασε δʼ αὐτόν a h i j l Bm3 L8 R1 S2 U1 221 ἠιόνας h- A3A4P1: ἠϊόνος Bm1 M1 V5 222 om. 1L7 P4 ἐπορνυμένου h a- R1: -αις P1)
    179
  • Τυροφάγον δʼ αὐτῇσιν ἐπʼ ὄχθαις ἐξενάριξεν.
  • Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
  • ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.
  • Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
  • χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
  • ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα.
  • Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,
  • ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  • Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
  • ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
  • Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος
  • καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,
  • πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.