Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
ἐκ πολέμου ἀνιοῦσαν ἐπεὶ λίην ἐκοπώθην,ὕπνου δευομένην οὐκ εἴασαν θορυβοῦντες οὐδʼ ὀλίγον καταμῦσαι· ἐγὼ δʼ ἄϋπνος κατεκείμην·τὴν κεφαλὴν ἀλγοῦσαν, ἕως ἐβόησεν ἀλέκτωρ.ἀλλʼ ἄγε παυσώμεσθα θεοὶ τούτοισιν ἀρήγειν,μή κέ τις ὑμείων τρωθῇ βέλει ὀξυόεντι·εἰσὶ γὰρ ἀγχέμαχοι, εἰ καὶ θεὸς ἀντίον ἔλθοι· πάντες δʼ οὐρανόθεν τερπώμεθα δῆριν ὁρῶντες.Ὣς ἄρʼ ἔφη· καὶ τῇ γε θεοὶ ἐπεπείθοντʼ ἄλλοι,πάντες δʼ αὖτʼ εἰσῆλθον ἀολλέες εἰς ἕνα χῶρον.καὶ τότε κώνωπες μεγάλας σάλπιγγας ἔχοντεςδεινὸν ἐσάλπιγξαν πολέμου κτύπον· οὐρανόθεν δὲ