Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • σείοντες λόγχας, θυμοῦ δʼ ἔμπλητο ἕκαστος.
  • Ζεὺς δὲ θεοὺς καλέσας εἰς οὐρανὸν ἀστερόεντα,
  • καὶ πολέμου πληθὺν δείξας κρατερούς τε μαχητάς,
  • πολλοὺς καὶ μεγάλους ἠδʼ ἔγχεα μακρὰ φέροντας,
  • οἷος Κενταύρων στρατὸς ἔρχεται ἠὲ Γιγάντων,
  • ἡδὺ γελῶν ἐρέεινε· τίνες βατράχοισιν ἀρωγοὶ
  • ἢ μυσὶν ἀθανάτων; καὶ Ἀθηναίην προσέειπεν·
  • Ὦ θύγατερ μυσὶν ἦ ῥα βοηθήσουσα πορεύσῃ;
  • καὶ γὰρ σοῦ κατὰ νηὸν ἀεὶ σκιρτῶσιν ἅπαντες
  • κνίσῃ τερπόμενοι καὶ ἐδέσμασι παντοδαποῖσιν.
  • Ὣς ἄρʼ ἔφη Κρονίδης· τὸν δὲ προσέειπεν Ἀθήνη·
  • ὦ πάτερ οὐκ ἄν πώ ποτʼ ἐγὼ μυσὶ τειρομένοισιν