Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
ἡ δὲ κόρυς τὸ λέπυρον ἐπὶ κροτάφοις ἐρεβίνθου.Οὕτω μὲν μύες ἦσαν ἔνοπλοι· ὡς δʼ ἐνόησανβάτραχοι ἐξανέδυσαν ἀφʼ ὕδατος, ἐς δʼ ἕνα χῶρονἐλθόντες βουλὴν ξύναγον πολέμοιο κακοῖο.σκεπτομένων δʼ αὐτῶν πόθεν ἡ στάσις ἢ τίς ὁ θρύλλος,κῆρυξ ἐγγύθεν ἦλθε φέρων ῥάβδον μετὰ χερσίν, Τυρογλύφου υἱὸς μεγαλήτορος Ἐμβασίχυτρος,ἀγγέλλων πολέμοιο κακὴν φάτιν, εἶπέ τε τοῖα·Ὦ βάτραχοι, μύες ὔμμιν ἀπειλήσαντες ἔπεμψανεἰπεῖν ὁπλίζεσθαι ἐπὶ πτόλεμόν τε μάχην τε. εἶδον γὰρ καθʼ ὕδωρ Ψιχάρπαγα ὅν περ ἔπεφνενὑμέτερος βασιλεὺς Φυσίγναθος. ἀλλὰ μάχεσθε