Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • ἦν ἤδη τλήμων, μέσσῳ δʼ ἐπενήχετο πόντῳ.
  • ὡς δʼ ἦλθον σπεύδοντες ἅμʼ ἠοῖ, πρῶτος ἀνέστη
  • Τρωξάρτης ἐπὶ παιδὶ χολούμενος, εἶπέ τε μῦθον·
  • Ὦ φίλοι εἰ καὶ μοῦνος ἐγὼ κακὰ πολλὰ πέπονθα
  • ἐκ βατράχων, ἡ πεῖρα κακὴ πάντεσσι τέτυκται.
  • εἰμὶ δʼ ἐγὼ δύστηνος ἐπεὶ τρεῖς παῖδας ὄλεσσα.
  • καὶ τὸν μὲν πρῶτόν γε κατέκτανεν ἁρπάξασα
  • ἔχθιστος γαλέη, τρώγλης ἔκτοσθεν ἑλοῦσα.
  • τὸν δʼ ἄλλον πάλιν ἄνδρες ἀπηνέες ἐς μόρον εἷλξαν
  • καινοτέραις τέχναις ξύλινον δόλον ἐξευρόντες,
  • ὃ τρίτος ἦν ἀγαπητὸς ἐμοὶ καὶ μητέρι κεδνῇ,
  • τοῦτον ἀπέπνιξεν Φυσίγναθος ἐς βυθὸν ἄξας.