The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέτεμεν ἡμῶν τὴν καρδίαν. λέγει κύριος ἐν τῷ [*](Ps. 18, 44) προφήτῃ· Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. καὶ [*](Is. 33, 13) πάλιν λέγει· Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν, [*](Jer. 4, 4) ἃ ἐποίησα γνώσονται. καί· Περιτμήθητε, λέγει κύριος, τὰς καρδίας ὑμῶν.

καὶ πάλιν λέγει [*](Jer. 7, 2. 3) Ἄκουε Ἰσραήλ. ὅτι τάδε λέγει κύριος ὁ θεός σου. [*](Ps. 33 (34), 13; Exod, 15, 26) καὶ πάλιν τὸ πνεῦμα κυρίου προφητεύει· [*](καὶ πάλιν . . . προφητεύει GL, om. ℵC.) Τίς ἐστιν ὁ θέλων ζῆσαι εἰς τὸν αἰῶνα; ἀκοῇ ἀκουσάτω τῆς φωνῆς τοῦ παιδός μου.

καὶ πάλιν [*](Is. 1, 2) λέγει· Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησεν ταῦτα εἰς μαρτύριον. καὶ πάλιν λέγει· [*](Is. 1. 10) Ἀκούσατε λόγον κυρίου, ἄρχοντες τοῦ λαοῦ τούτου. [*](Is. 40, 3) καὶ πάλιν λέγει· Ἀκούσατε, τέκνα, φωνῆς βοῶντος ἐν τῇ ἐρήμῳ. οὐκοῦν περιέτεμεν ἡμῶν τὰς ἀκοάς, ἵνα ἀκούσαντες λόγον πιστεύσωμεν ἡμεῖς.

ἀλλὰ καὶ ἡ περιτομή, ἐφ’ ᾗ πεποίθασιν, κατήργηται, περιτομὴν γὰρ εἴρηκεν οὐ σαρκὸς γενηθῆναι· ἀλλὰ παρέβησαν, ὅτι ἄγγελος πονηρὸς

[*](Jer. 4, 3. 4) ἐσόφιζεν αὐτούς.

λέγει πρὸς αὐτούς· Τάδε λέγει κύριος ὁ θεὸς ὑμῶν ʽὧδε εὑρίσκω ἐντολήν̓· Μὴ σπείρητε ἐπ’ ἀκάνθαις, περιτμήθητε τῷ κυρίῳ [*](Deut. 10, 16) ὑμῶν. καὶ τί λέγει; Περιτμήθητε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. [*](Jer. 9, 25. 26) λάβε πάλιν· Ἰδού, λέγει κύριος, πάντα τὰ ἔθνη ἀπερίτμητα ἀκροβυστίαν, ὁ δὲ λαὸς οὗτος ἀπερίτμητος καρδίας.

ἀλλ’ ἐρεῖς· Καὶ μὴν περιτέτμηται ὁ λαὸς εἰς σφραγῖδα. ἀλλὰ καὶ πᾶς Σύρος καὶ Ἄραψ καὶ πάντες οἱ ἱερεῖς τῶν εἰδώλων. ἄρα οὖν κἀκεῖνοι ἐκ τῆς διαθήκης αὐτῶν εἰσίν; ἀλλὰ καὶ οἱ Αἰγύπτιοι ἐν περιτομῇ εἰσίν.

μάθετε οὖν, τέκνα ἀγάπης, περὶ πάντων πλουσίως, ὅτι Ἀβραάμ, πρῶτος περιτομὴν δούς, ἐν πνεύματι προβλέψας εἰς τὸν Ἰησοῦν περιέτεμεν, λαβὼν τριῶν γραμμάτων δόγματα.