The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

οἱ ῥαντίζοντες παῖδες οἱ εὐαγγελισάμενοι ἡμῖν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὸν ἁγνισμὸν τῆς καρδίας, οἷς ἔδωκεν τοῦ εὐαγγελίου τὴν ἐξουσίαν ʽοὖσιν δεκάδυο εἰς μαρτύριον τῶν φυλῶν ὅτι δεκάδυο φυλαὶ τοῦ Ἰσραήλ̓, εἰς τὸ κηρύσσειν.

διὰ τί δὲ τρεῖς παῖδες οἱ ῥαντίζοντες; εἰς μαρτύριον Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ὅτι οὗτοι μεγάλοι τῷ θεῷ.

ὅτι δὲ τὸ ἔριον ἐπὶ τὸ ξύλον ; ὅτι ἡ

370
βασιλεία Ἰησοῦ ἐπὶ ξύλου, [*](cu/lou N cu/lw| CS.) καὶ ὅτι οἱ ἐλπίζοντες ἐπ̓ αὐτὸν ζήσονται εἰς τὸν αἰῶνα.

διὰ τί δὲ ἅμα τὸ ἔριον καὶ τὸ ὕσσωπον; ὅτι ἐν τῇ βασιλείᾳ αὐτοῦ ἡμέραι ἔσονται πονηραὶ καὶ ῥυπαραί, ἐν αἷς ἡμεῖς σωθησόμεθα: ὅτι καὶ ὁ ἀλγῶν σάρκα διὰ τοῦ ῥύπου τοῦ ὑσσύπου ἰᾶται.

καὶ διὰ τοῦτο οὕτως γενόμενα ἡμῖν μέν ἐστιν φανερά, ἐκείνοις δὲ σκοτεινά, ὅτι οὐκ ἤκουσαν φωνῆς κυρίου.

Λέγει γὰρ πάλιν περὶ τῶν ὠτίων, πῶς περιέτεμεν ἡμῶν τὴν καρδίαν. λέγει κύριος ἐν τῷ [*](Ps. 18, 44) προφήτῃ: Εἰς ἀκοὴν ὠτίου ὑπήκουσάν μου. καὶ [*](Is33, 13) πάλιν λέγει: Ἀκοῇ ἀκούσονται οἱ πόρρωθεν, [*](Jer. 4, 4) ἃ ἐποίησα γνώσονται. καί: Περιτμήθητε, λέγει κύριος, τὰς καρδίας ὑμῶν.