The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου: εἰ ὁ κύριος ὑπέμεινεν παθεῖν περὶ τῆς ψυχῆς ἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος ᾧ εἶπεν ὁ [*](Gen. 1, 26) θεὸς ἀπὸ καταβολῆς κόσμου: Ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν: πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν;

μάθετε. οἱ προφῆται, ἀπ̓ αὐτοῦ ἔχοντες τὴν χάριν, εἰς αὐτὸν ἐπροφήτευσαν: αὐτὸς δέ, ἵνα [*](II Tim. 1, 10) καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν [*](I Tim. 8, 16) δείξῃ, ὅτι ὲν σαρκὶ ἕδει αὐτὸν φανερωθῆναι,

356
ὑπέμεινεν,

ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίαν ἀποδῷ, καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸν ἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴν ἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ.

πέρας γέ τοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ποιῶν ἐκήρυσσεν, καὶ ὑπερηγάπησεν αὐτόν.

ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺς μέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο, ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους, [*](Mk. 8, 17) ἵνα δείξῃ, ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸν θεοῦ.

εἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, οὐδ̓ ἄν πως [*](ou)d a)/n pws *n, ou)d) a)/n C, pw=s a)/n GL.) οἱ ἄνθρωποι ἐσώθησαν βλέποντες αὐτόν, ὅτε τὸν μέλλοντα μὴ εἶναι ἥλιον, ἔργου τῶν χειρῶν αὐτοῦ ὑπάρχοντα, ἐμβλέποντες οὐκ ἰσχύουσιν εἰς τὰς ἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι: