The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

φύγωμεν ἀπὸ πάσης ματαιότητος, μισήσωμεν τελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ. μὴ καθ̓ ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι, ἀλλ̓ ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε περὶ τοῦ κοινῇ συμφέροντος.

λέγει γὰρ ἡ [*](Is 5, 21) γραφή: Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιαν ἑαυτῶν ἐπιστήμονες. γενώμεθα πνευματικοί, γενώμεθα ναὸς τέλειος τῷ θεῷ. ἐφ̓ ὅσον ἐστὶν ἐν [*](Is. 30,(??)) ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν.

ὁ κύριος [*](I. Pet. 1, 17, cf. Rom. 2. 11;) ἀπροσωπολήμπτως κρινεῖ τὸν κόσμον. ἕκαστος καθὼς ἐποίησεν κομιεῖται. ἐὰν ᾖ ἀγαθός, ἡ [*](Gal. 2, 6) δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ: ἐὰν ᾖ [*](II Cor. 5, 10) πονηρός, ὁ μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ:

ἵνα μήποτε ἐπαναπαύομενοι ὡς κλητοὶ ἐπικαθυπνώσωμεν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ὁ πονηρὸς ἄρχων λαβὼν τὴν καθ̓ ἡμῶν ἐξουσίαν ἀπώσηται ἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου.

ἔτι δὲ κἀκεῖνο, ἀδελφοί μου, νοεῖτε: ὅταν βλέπετε μετὰ τηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷ Ἰσραήλ, καὶ οὕτως ἐγκαταλελεῖφθαι αὐτούς: [*](Mt. 20, 16: 22, 14) προσέχωμεν, μήποτε, ὡς γέγραπται, πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοὶ εὑρεθῶμεν.

354

Εἰς τοῦτο γὰρ ὑπέμεινεν ὁ κύριος παραδοῦναι τὴν σάρκα εἰς καταφθοράν, ἵνα τῇ ἀφέσει τῶν ἁμαρτιῶν ἁγνισθῶμεν, ὅ ἐστιν ἐν τῷ αἵματι τοῦ ῥαντίσματος αὐτοῦ. [*](ai(/mati tou= r(anti/smatos au)tou= N, r(anti/smati au)tou= tou/ ai(/matos CL, a natural correction of the more difficult phrase.)

γέγραπται γὰρ περὶ αὐτοῦ ἅ μὲν πρὸς τὸν Ἰσραήλ, ἃ δὲ πρὸς [*](Is, 53, 5. 7) ἡμᾶς, λέγει δὲ οὕτως: Ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν: τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν: ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείραντος αὐτόν.

οὐκοῦν ὑπερευχαριστεῖν ὀφείλομεν τῷ κυρίῳ, ὅτι καὶ τὰ παρεληλυθότα ἡμῖν ἐγνώρισεν καὶ ἐν τοῖς ἐνεστῶσιν ἡμᾶς ἐσόφισεν. καὶ εἰς τὰ μέλλοντα οὐκ [*](Prov. 1, 17) ἐσμὲν ἀσύνετοι.

λέγει δὲ ἡ γραφή: Οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. τοῦτο λέγει, ὅτι δικαίως ἀπολεῖται ἄνθρωπος, ὃς ἔχων ὁδοῦ δικαιοσύνης γνῶσιν ἑαυτὸν εἰς ὁδὸν σκότους ἀποσυνέχει.

ἔτι δὲ καὶ τοῦτο, ἀδελφοί μου: εἰ ὁ κύριος ὑπέμεινεν παθεῖν περὶ τῆς ψυχῆς ἡμῶν, ὢν παντὸς τοῦ κόσμου κύριος ᾧ εἶπεν ὁ [*](Gen. 1, 26) θεὸς ἀπὸ καταβολῆς κόσμου: Ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα καὶ καθ̓ ὁμοίωσιν ἡμετέραν: πῶς οὖν ὑπέμεινεν ὑπὸ χειρὸς ἀνθρώπων παθεῖν;

μάθετε. οἱ προφῆται, ἀπ̓ αὐτοῦ ἔχοντες τὴν χάριν, εἰς αὐτὸν ἐπροφήτευσαν: αὐτὸς δέ, ἵνα [*](II Tim. 1, 10) καταργήσῃ τὸν θάνατον καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν [*](I Tim. 8, 16) δείξῃ, ὅτι ὲν σαρκὶ ἕδει αὐτὸν φανερωθῆναι,

356
ὑπέμεινεν,

ἵνα τοῖς πατράσιν τὴν ἐπαγγελίαν ἀποδῷ, καὶ αὐτὸς ἑαυτῷ τὸν λαὸν τὸν καινὸν ἑτοιμάζων ἐπιδείξῃ ἐπὶ τῆς γῆς ὤν, ὅτι τὴν ἀνάστασιν αὐτὸς ποιήσας κρινεῖ.

πέρας γέ τοι διδάσκων τὸν Ἰσραὴλ καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ποιῶν ἐκήρυσσεν, καὶ ὑπερηγάπησεν αὐτόν.

ὅτε δὲ τοὺς ἰδίους ἀποστόλους τοὺς μέλλοντας κηρύσσειν τὸ εὐαγγέλιον αὐτοῦ ἐξελέξατο, ὄντας ὑπὲρ πᾶσαν ἁμαρτίαν ἀνομωτέρους, [*](Mk. 8, 17) ἵνα δείξῃ, ὅτι οὐκ ἦλθεν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς, τότε ἐφανέρωσεν ἑαυτὸν εἶναι υἱὸν θεοῦ.

εἰ γὰρ μὴ ἦλθεν ἐν σαρκί, οὐδ̓ ἄν πως [*](ou)d a)/n pws *n, ou)d) a)/n C, pw=s a)/n GL.) οἱ ἄνθρωποι ἐσώθησαν βλέποντες αὐτόν, ὅτε τὸν μέλλοντα μὴ εἶναι ἥλιον, ἔργου τῶν χειρῶν αὐτοῦ ὑπάρχοντα, ἐμβλέποντες οὐκ ἰσχύουσιν εἰς τὰς ἀκτῖνας αὐτοῦ ἀντοφθαλμῆσαι:

οὐκοῦν ὁ υἱὸς τοῦ θεοῦ εἰς τοῦτο ἐν σαρκὶ ἦλθεν, ἵνα τὸ τέλειον τῶν ἁμαρτιῶν ἀνακεφαλαιώσῃ τοῖς διώξασιν ἐν θανάτῳ τοὺς προφήτας αὐτοῦ.

οὐκοῦν εἰς τοῦτο ὑπέμεινεν. λέγει γὰρ ὁ θεὸς τὴν πληγὴν [*](Zach. 16,6 7. of. Mt. 26, 91) τῆς σαρκὸς αὐτοῦ ὅτι ἐξ αὐτῶν: Ὅταν πατάξωσιν τὸν ποιμένα ἑαυτῶν, τότε ἀπολεῖται τὰ πρόβατα τῆς ποίμνης.

αὐτὸς δὲ ἠθέλησεν οὕτω παθεῖν: ἔδει γάρ, ἵνα ἐπὶ ξύλου πάθῃ. [*](Ps. 22, 40) λέγει γὰρ ὁ προφητεύων ἐπ̓ αὐτῷ. Φεῖσαί μου [*](Ps. 110, 120;) τῆς ψυχῆς ἀπὸ ῥομφαίας, καί: Καθήλωσόν μου τὰς σάρκας, ὅτι πονηρευομένων συναγωγαὶ ἐπανέστησάν [*](Is. 50, 6. 7) νέστησάν μοι.

καὶ πάλιν λέγει: Ἰδού, τέθεικά μου τὸν νῶτον εἰς μάστιγας, τὰς δὲ σιαγόνας εἰς ῥαπίσματα. τὸ δὲ πρόσωπόν μου ἔθηκα ὡς στερεὰν πέτραν.

358