The Epistle of Barnabas
Barnabae epistula
Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.
Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅσα γέγραπται, ἐν τούτοις περιπατεῖν: ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται: ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀνάστασις.
ἐρωτῶ τοὺς ὑπερέχοντας, εἴ τινά μου γνώμης ἀγαθῆς λαμβάνετε συμβουλίαν: ἔχετε μεθ̓ ἑαυτῶν εἰς οὓς ἐργάσησθε τὸ καλόν: μὴ ἐλλείπητε,
ἐγγὺς ἡ ἡμέρα ἐν ᾗ [*](Is. 40, 10) συναπολεῖται πάντα τῷ πονηρῷ: ἐγγὺς ὁ κύριος καὶ ὁ μισθὸς αὐτοῦ.
ἔτι καὶ ἔτι ἐρωτῶ ὑμᾶς: ἑαυτῶν γίνεσθε νομοθέται ἀγαθοί, ἑαυτῶν μένετε σύμβουλοι πιστοί, ἄρατε ἐξ ὑμῶν πᾶσαν ὑπόκρισιν.
ὁ δὲ θεός, ὁ τοῦ παντὸς κόσμου κυριεύων, δῴη ὑμῖν σοφίαν, σύνεσιν. ἐπιστήμην, γνῶσιν τῶν δικαιωμάτων αὐτοῦ, ὑπομονήν.
γίνεσθε δὲ θεοδίδακτοι, ἐκζητοῦντες τί ζητεῖ κύριος ἀφ̓ ὑμῶν, καὶ ποιεῖτε ἵνα εὑρεθῆτε ἐν ἡμέρᾳ κρίσεως.
εἰ δὲ τίς ἐστιν ἀγαθοῦ μνεία, μνημονεύετέ μου μελετῶντες ταῦτα, ἵνα καὶ ἡ ἐπιθυμία καὶ ἡ ἀγρυπνία εἴς τι ἀγαθὸν χωρήσῃ. ἐρωτῶ ὑμᾶς, χάριν αἰτούμενος.
ἕως ἔτι τὸ καλὸν σκεῦός ἐστιν μεθ̓ ὑμῶν, μὴ ἐλλείπητε μηδενὶ ἑαυτῶν, [*](au)tw=n GL, e(autw=n NC.) ἀλλὰ συνεχῶς ἐκζητεῖτε ταῦτα καὶ ἀναπληροῦτε πᾶσαν ἐντολήν: ἔστιν γὰρ ἄξια.
διὸ μᾶλλον ἐσπούδασα γράψαι ἀφ̓ ὧν ἠδυνήθην. εἰς τὸ εὐφρᾶναι ὑμᾶς. σώζεσθε, ἀγάπης τέκνα καὶ εἰρήνης. ὁ κύριος τῆς δόξης καὶ πάσης χάριτος μετὰ τοῦ πνεύματος ὑμῶν. Ἐπιστολὴ Βαρνάβα