De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Περὶ μὲν οὗν τούτων σπουδάζειν οὐκ ἀνεπιτίμητον· ἠλίθιον γὰρ ὡς ἀληθῶς τὸ τοῖς ἐπιπολαίοις καὶ ματαίοις ἀντιλέγειν. Μακρῷ γε μὴν ἐνδοξότερον καὶ πάντων ἀληθέστατον τὸ φῆσαι τὸ παρὰ ἀνθρώποις ἀδύνατον παρὰ θεῷ δυνατόν. Εἰ δὲ δι᾿ αὐτῶν τούτων ὡς ἐνδόξων καὶ διὰ πάντων τῶν μικρῷ πρόσθεν ἐξητασμένων δείκνυσιν ὁ λόγος δυνατόν, εὔδηλον ὡς οὐκ ἀδύνατον. Ἀλλὰ μὴν οὐδ᾿ ἀβούλητον.

v.1.p.64

Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. Καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ᾿ αὐτόν. Ἀλλ᾿ ὅτι μὲν οὐδεὶς ἀδικεῖται τῶν ἔξωθεν καὶ τῶν ἐν τοῖς οὖσιν ἀριθμουμένων, πρόδηλον. Οὔτε γὰρ αἱ νοηταὶ φύσεις ἐκ τῆς τῶν ἀνθρώπων ἀναστάσεως ἀδικηθεῖεν ἄν· οὐδὲ γὰρ ἐμπόδιόν τι ταύταις πρὸς τὸ εἶναι, οὐ βλάβος οὐχ ὕβρις ἡ τῶν ἀνθρώπων ἀνάστασις· οὐ μὴν οὐδὲ τῶν ἀλόγων ἡ φύσις οὐδὲ τῶν ἀψύχων· οὐδὲ γὰρ ἔσται μετὰ τὴν ἀνάστασιν· περὶ δὲ τὸ μὴ ὂν οὐδὲν ἄδικον.

Εἰ δὲ καὶ εἶναί τις ὑποθοῖτο διὰ παντός, οὐκ ἂν ἀδικηθείη ταῦτα, τῶν ἀνθρωπίνων σωμάτων ἀνανεωθέντων· εἰ γὰρ ὑπείκοντα νῦν τῇ φύσει τῶν ἀνθρώπων καὶ ταῖς τούτων χρείαις ὄντων ἐνδεῶν, ὑπό τε ζυγὸν ἠγμένα καὶ δουλείαν παντοίαν, οὐδὲν ἀδικεῖται, πολὺ μᾶλλον, ἀφθάρτων καὶ ἀνενδεῶν γενομένων καὶ μηκέτι δεομένων τῆς τούτων χρείας, ἐλευθερωθέντα δὲ πάσης δουλείας οὐκ ἀδικηθήσεται.

Οὐδὲ γάρ, εἰ φωνῆς μετεῖχεν, ᾐτιάσατο ἂν τὸν δημιουργὸν ὡς παρὰ τὸ δίκαιον ἐλαττούμενα τῶν ἀνθρώπων, ὅτι μὴ τῆς αὐτῆς τούτοις τετύχηκεν ἀναστάσεως. Ὧν γὰρ ἡ φύσις οὐκ ἴση, τούτοις οὐδὲ τὸ τέλος ἴσον ὁ δίκαιος· ἐπιμετρεῖ. Χωρὶς δὲ τούτων, παρ᾿ οἶς οὐδεμία τοῦ δικαίου κρίσις οὐδὲ μέμψις ἀδικίας.

Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φῆσαι δυνατὸν ὡς περὶ αὐτὸν θεωρεῖταί τις ἀδικία τὸν ἀνιστάμενον ἄνθρωπον. Ἔστι μὲν γὰρ οὗτος ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ εἰς ψυχὴν οὔτε εἰς σῶμα δέχεται τὴν ἀδικίαν. Οὔτε γὰρ τὴν ψυχὴν ἀδικεῖσθαι φήσει τις σωφρονῶν, ὅτι λήσεταί γε ταύτῃ συνεκβάλλων καὶ τὴν παροῦσαν ζωήν· εἰ γὰρ νῦν ἐν φθαρτῷ καὶ παθητῷ κατοικοῦσα σώματι μηδὲν ἠδίκηται, πολὺ μᾶλλον ἀφθάρτῳ καὶ ἀπαθεῖ συζῶσα οὐκ ἀδικηθήσεται.

Ἀλλ᾿ οὐδὲ τὸ σῶμα ἀδικεῖταί τι· εἰ γὰρ νῦν φθαρτὸν ἀφθάρτῳ

v.1.p.65
συνὸν οὐκ ἀδικεῖται, δῆλον ὅτι οὐδ᾿ ἄφθαρτον ἀφθάρτῳ συνὸν ἀδικηθήσεται. Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φαίη τις ἂν ὡς ἀνάξιον ἔργον τοῦ θεοῦ τὸ διαλυθὲν ἀναστῆσαι σῶμα καὶ συναγαγεῖν· εἰ γὰρ τὸ χεῖρον οὐκ ἀνάξιον, τοῦτ᾿ ἔστι τὸ φθαρτὸν ποιῆσαι σῶμα καὶ παθητόν, πολὺ μᾶλλον τὸ κρεῖττον οὐκ ἀνάξιον, ὅπερ ἐστὶν ἄφθαρτον καὶ ἀπαθές.