De Resurrectione

Athenagoras

Athenagoras, De Resurrectione Mortuorum, March and Owen, Harper, 1876

Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζώῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων, μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ᾿ ἄλλο τι τῶν ζώων τοῖς ἐκ τοῦ αὐτοῦ εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν ἐν ἄλλοις τισὶ τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν;

Εἰ μὲν οὗν ἔχουσι δεικνύναι σάρκας ἀνθρώπων ἀνθρώποις εἰς βρῶσιν ἀποκληρωθείσας, οὐδὲν κωλύσει τὰς ἀλληλοφαγίας εἶναι κατὰ φύσιν, ὥσπερ ἄλλο τι τῶν τῇ φύσει συγκεχωρημένων, καὶ τούς γε τὰ τοιαῦτα λέγειν τολμῶντας τοῖς τῶν φιλτάτων ἐντρυφᾶν σώμασιν, ὡς οἰκειοτέροις, ἢ καὶ τοὺς εὐνουστάτους σφίσι τούτοις αὐτοῖς ἑστιᾶν.

Εἰ δὲ τοῦτο μὲν οὐδ᾿ εἰπεῖν εὐαγές, τὸ δὲ σαρκῶν ἀνθρώπων ἀνθρώπους μετασχεῖν ἔχθιστόν τι καὶ παμμίαρον καὶ πάσης ἐκθέσμου καὶ παρὰ φύσιν βρώσεως ἢ πράξεως ἐναγέστερον, τὸ δὲ παρὰ φύσιν οὐκ ἄν ποτε χωρήσειεν εἰς τροφὴν τοῖς ταύτης δεομένοις μέρεσι καὶ μορίοις, τὸ δὲ μὴ χωροῦν εἰς τροφὴν οὐκ ἂν ἑνωθείη τούτοις ἃ μηδὲ τρέφειν πέφυκεν, οὐδὲ τὰ τῶν ἀνθρώπων σώματα συγκριθείη ποτ᾿ ἂν τοῖς ὁμοίοις σώμασιν, οἷς ἐστιν εἰς τροφὴν παρὰ φύσιν, κἂν πολλάκις διὰ τῆς τούτων ἴῃ γαστρὸς κατά τινα πικροτάτην συμφοράν· ἀποχωροῦντα δὲ τῆς θρεπτικῆς δυνάμεως, καὶ σκιδνάμενα πρὸς ἐκεῖνα πάλιν ἐξ ὧν τὴν πρώτην ἔσχε σύστασιν,

v.1.p.63
ἑνοῦται μὲν τούτοις ἐφ᾿ ὅσον ἂν ἕκαστον τύχῃ χρόνον· ἐκεῖθεν δὲ διακριθέντα πάλιν σοφίᾳ καὶ δυνάμει τοῦ πᾶσαν ζώου φύσιν σὺν ταῖς οἰκείαις δυνάμεσι συγκρίναντος ἑνοῦται προσφυῶς ἕκαστον ἑκάστῳ, κἂν πυρὶ καυθῇ, κἂν ὕδατι κατασαπῇ, κἂν ὑπὸ θηρίων ἢ τῶν ἐπιτυχόντων ζώων καταδαπανηθῇ, κἂν τοῦ παντὸς σώματος ἐκκοπὲν προδιαλυθῇ τῶν ἄλλων μερῶν· ἑνωθέντα δὲ πάλιν ἀλλήλοις τὴν αὐτὴν ἴσχει χώραν πρὸς τὴν τοῦ αὐτοῦ σώματος ἁρμονίαν τε καὶ σύστασιν καὶ τὴν τοῦ νεκρωθέντος ἢ καὶ πάντη διαλυθέντος ἀνάστασιν καὶ ζωήν. Ταῦτα μὲν οὖν ἐπὶ πλεῖον μηκύνειν οὐκ εὔκαιρον· ὁμολογουμένην γὰρ ἔχει τὴν ἐπίκρισιν, τοῖς γε μὴ μιξοθήροις.