De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἀλλ᾿ οὔτε γὰρ καθ᾿ ὃ δεῖ κρινομένων τῶν ἔναγχος ἐξητασμένων, οὔτε κατὰ συγχώρησιν παραδεχθέντων τῶν ἐπ᾿ ἐκείνοις γεγυμνασμένων,

v.1.p.62
ἀληθὲς δεικνύναι δυνατὸν τὸ πρὸς αὐτῶν λεγόμενον, οὔτ᾿ ἂν συγκραθείη ποτὲ τὰ τῶν ἀνθρώπων σώματα τοῖς τῆς αὐτῆς οὖσι φύσεως, κἂν ὑπ᾿ ἀγνοίας ποτὲ κλαπῶσι τὴν αἴσθησιν δι᾿ ἑτέρου τινὸς μετασχόντες τοιούτου σώματος, κἂν αὐτόθεν ὑπ᾿ ἐνδείας ἢ μανίας ὁμοειδοῦς τινος μιανθῶσι σώματι· εἴ γε μὴ λελήθασιν ἡμᾶς ἀνθρωποειδεῖς τινες ὄντες θῆρες, ἢ μικτὴν ἔχοντες φύσιν ἐξ ἀνθρώπων καὶ θηρίων, οἵους πλάττειν εἰώθασιν οἱ τολμηρότεροι τῶν ποιητῶν.

Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζώῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων, μόνην δὲ τὴν εἰς γῆν ταφὴν ἐπὶ τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ᾿ ἄλλο τι τῶν ζώων τοῖς ἐκ τοῦ αὐτοῦ εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν ἐν ἄλλοις τισὶ τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν;