De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφήν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ ματαβάλλειν εἰς ἕν τι τῶν ὑγραινόντων ἢ ξηραινόντων ἢ θερμαινόντων ἢ ψυχόντων, οὐδ᾿ οὕτως ἐκ τῶν συγχωρηθέντων αὐτοῖς γενήσεταί τι προὔργου, τῶν μὲν ἀνισταμένων σωμάτων ἐκ τῶν οἰκείων μερῶν πάλιν συνισταμένων, οὐδενὸς δὲ τῶν

v.1.p.61
εἰρημένων μέρους ὄντος, οὐδὲ τὴν ὡς μέρους ἐπέχοντος σχέσιν ἢ τάξιν, οὐ μὴν οὐδὲ παραμένοντος πάντοτε τοῖς τρεφομένοις τοῦ σώματος μέρεσιν, ἢ συνανισταμένου τοῖς ἀνισταμένοις, οὐδὲν συντελοῦντος ἔτι πρὸς τὸ ζῆν οὐχ αἵματος οὐ φλέγματος οὐ χολῆς οὐ πνεύματος.

Οὐδὲ γὰρ ὦν ἐδεήθη ποτὲ τὰ τρεφόμενα σώματα δεηθήσεται καὶ τότε, συνανῃρημένης τῇ τῶν τρεφομένων ἐνδείᾳ καὶ φθορᾷ τῆς ἐξ ὧν ἐτρέφετο χρείας. Ἔπειθ᾿ ὅτι κἂν μέχρι σαρκὸς φθάνειν τὴν ἐκ τῆς τοιαύτης τροφῆς μεταβολὴν ὑποθοῖτό τις, οὐδ᾿ οὕτως ἀνάγκη τις ἔσται τὴν νεωστὶ μεταβληθεῖσαν ἐκ τῆς τοιᾶσδε τροφῆς σάρκα, προσπελάσασαν ἑτέρου τινὸς ἀνθρώπου σώματι, πάλιν ὡς μέρος εἰς τὴν ἐκείνου τελεῖν συμπλήρωσιν, τῷ μήτε αὐτὴν τὴν προσλαμβάνουσαν σάρκα πάντοτε φυλάττειν ἣν προσείληφε, μήτε τὴν ἑνωθεῖσαν ταύτῃ μόνιμον εἶναι καὶ παραμένειν ᾗ προσετέθη, πολλὴν δὲ καὶ τὴν ἐπὶ θάτερα δέχεσθαι μεταβολήν, ποτὲ μὲν πόνοις ἢ φροντίσι διαφορουμένην, ἄλλοτε δὲ λύπαις ἢ καμάτοις ἢ νόσοις συντηκομένην, καὶ ταῖς ἐξ ἐγκαύσεως ἢ περιψύξεως ἐπιγενομέναις δυσκρασίαις, μὴ συμμεταβαλλομένων σαρκὶ καὶ πιμελῇ τῶν δημῶν ἐν τῷ μένειν ἅπερ ἐστὶν τὴν τροφὴν δεχομένων.