De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Τὸ ἀδύνατόν τινι γινώσκεται κατ᾿ ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον, ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγνωσμένον. Ὅ τε γὰρ ἀγνοῶν τι τῶν γενέσθαι δεόντων οὐκ ἂν οὔτ᾿ ἐγχειρῆσαι οὔτε ποιῆσαι τὸ παράπαν δυνηθείη ὅπερ ἀγνοεῖ· ὅ τε γινώσκων καλῶς τὸ ποιηθησόμενον, καὶ πόθεν γένοιτ᾿ ἂν καὶ πῶς, δύναμιν δὲ ἢ μηδ᾿ ὅλως ἔχων πρὸς τὸ ποιῆσαι τὸ γινωσκόμενον ἢ μὴ ἀρκοῦσαν ἔχων, οὐκ ἂν ἐγχειρήσειε τὴν ἀρχήν, εἰ σωφρονοίη καὶ τὴν ἰδίαν ἐπισκέψαιτο δύναμιν, ἐγχειρήσας δὲ ἀπερισκέπτως οὐκ ἂν ἐπιτελέσειε τὸ δόξαν.

Ἀλλ᾿ οὔτε ἀγνοεῖν τὸν θεὸν δυνατὸν τῶν ἀναστησομένων σωμάτων τὴν φύσιν κατά τε μέρος ὅλον καὶ μόριον, οὔτε μὴν ὅποι χωρεῖ τῶν λυομένων ἕκαστον, καὶ ποῖον τῶν στοιχείων μέρος δέδεκται

v.1.p.56
τὸ λυθὲν καὶ χωρῆσαν πρὸς τὸ συγγενές, κἂν πάνυ παρ᾿ ἀνθρώποις ἀδιάκριτον εἶναι δοκῇ τὸ τῷ παντὶ πάλιν προσφυῶς ἡνωμένον.