De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

ὅπερ ὁ τῆς ἀναστάσεως λόγος βούλεται· πρὸς ἣν ἀποβλέποντες, τήν τε διάλυσιν τοῦ σώματος, ὡς ἑπομένην τῇ μετ᾿ ἐνδείας καὶ φθορᾶς ζωῇ, περιμένομεν, καὶ μετὰ ταύτην τὴν μετ᾿ ἀφθαρσίας ἐλπίζομεν διαμονήν, οὔτε τῇ τῶν ἀλόγων τελευτῇ συνεξισοῦντες τὴν ἡμετέραν τελευτήν, οὔτε τῇ τῶν ἀθανάτων διαμονῇ τὴν τῶν ἀνθρώπων διαμονήν, ἵνα μὴ λάθωμεν ταύτῃ συνεξισοῦντες καὶ τὴν τῶν ἀνθρώπων φύσιν καὶ ζωὴν οἶς μὴ προσῆκεν.

Οὐ τοίνυν ἐπὶ τούτῳ δυσχεραίνειν ἄξιον, εἴ τις ἀνωμαλία θεωρεῖται περὶ τὴν τῶν ἀνθρώπων διαμονήν, οὐδ᾿ ἐπειδὴ χωρισμὸς ψυχῆς ἀπὸ τῶν τοῦ σώματος μερῶν καὶ μορίων διάλυσις τὴν συνεχῆ διακόπτει ζωήν, διὰ τοῦτ᾿ ἀπογινώσκειν χρὴ τὴν ἀνάστασιν. Οὐδὲ γὰρ ἐπειδὴ τὴν κατὰ συναίσθησιν ζωὴν διακόπτειν δοκοῦσιν αἱ κατὰ τὸν ὕπνον φυσικῶς ἐγγινόμεναι παρέσεις τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν δυνάμεων, ἰσομέτροις χρόνου διαστήμασιν ὑπνούντων τῶν ἀνθρώπων καὶ τρόπον τινὰ πάλιν ἀναβιωσκόντων, τὴν αὐτὴν παραιτούμεθα ζωὴν λέγειν· παρ᾿ ἣν αἰτίαν, οἶμαι, τινὲς ἀδελφὸν τοῦ θανάτου τὸν ὕπνον ὀνομάζουσιν, οὐχ ὡς ἐκ τῶν αὐτῶν προγόνων ἢ πατέρων φύντας γενεαλογοῦντες, ἀλλ᾿ ὡς τῶν ὁμοίων παθῶν τοῖς τε θανοῦσι καὶ τοῖς ὑπνοῦσιν ἐγγινομένων, ἕνεκά γε τῆς ἠρεμίας καὶ τοῦ μηδενὸς ἐπαισθάνεσθαι τῶν παρόντων ἢ γινομένων, μᾶλλον δὲ μηδὲ τοῦ εἶναι καὶ τῆς ἰδίας ζωῆς.

Εἴπερ οὖν τὴν τῶν ἀνθρώπων ζωὴν τοσαύτης γέμουσαν ἀνωμαλίας ἀπὸ γενέσεως μέχρι διαλύσεως, καὶ διακοπτομένην πᾶσιν οἶς προείπομεν, οὐ παραιτούμεθα τὴν αὐτὴν λέγειν ζωήν, οὐδὲ τὴν ἐπέκεινα τῆς διαλύσεως ζωήν, ἥτις ἑαυτῇ συνεισάγει τὴν ἀνάστασιν, ἀπογινώσκειν ὀφείλομεν, κἂν ἐπὶ ποσὸν διακόπτηται τῷ χωρισμῷ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.

v.1.p.75

Αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις, ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονήν, ποτὲ μὲν ὕπνῳ ποτὲ δὲ θανάτῳ διακοπτομένην καὶ ταῖς καθ᾿ ἑκάστην ἡλικίαν μεταβολαῖς, οὐκ ἐμφαινομένων ἐναργῶς τοῖς πρώτοις τῶν ὕστερον ἐπιγινομένων.

Ἢ τίς ἂν ἐπίστευσεν, μὴ τῇ πείρᾳ δεδιδαγμένος, ἐν ὁμοιομερεῖ καὶ διαπλάστῳ τῷ σπέρματι τοσούτων καὶ τηλικούτων ἀποκεῖσθαι δυνάμεων ἢ τῶν ταύτῃ ἐπισυνισταμένων καὶ πηγνυμένων ὄγκων διαφοράν, ὀστέων φημὶ καὶ νεύρων καὶ χόνδρων, ἔτι δὲ καὶ μυῶν καὶ σαρκῶν καὶ σπλάγχνων καὶ τῶν λοιπῶν τοῦ σώματος μερῶν;