De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἑρπετοῖς γάρ, οἶμαι, καὶ πτηνοῖς καὶ νηκτοῖς ἢ καὶ κοινότερον εἰπεῖν πᾶσι τοῖς ἀλόγοις τὴν τοιαύτην ζωὴν ἀπένειμεν ὁ θεός· τοῖς δὲ αὐτὸν ἐν ἑαυτοῖς ἀγαλματοφοροῦσι τὸν ποιητήν, νοῦν τε συνεπιφερομένοις καὶ λογικῆς κρίσεως μεμοιραμένοις, τὴν εἰς ἀεὶ διαμονὴν ἀπεκλήρωσεν ὁ ποιητής, ἵνα γινώσκοντες τὸν ἑαυτῶν ποιητὴν καὶ τὴν τούτου δύναμίν τε καὶ σοφίαν, νόμῳ τε συνεπόμενοι καὶ δίκῃ, τούτοις συνδιαιωνίζωσιν ἀπόνως οἷς τὴν προλαβοῦσαν ἐκράτυναν ζωήν, καίπερ ἐν φθαρτοῖς καὶ γηίνοις ὄντες σώμασιν.

Ὁπόσα μὲν γὰρ ἄλλου του χάριν γέγονεν, παυσαμένων ἐκείνων ὧν ἕνεκεν γέγονε, παύσεται εἰκότως καὶ αὐτὰ τὰ γενόμενα τοῦ εἶναι, καὶ οὐκ ἂν διαμένοι μάτην, ὡς ἂν μηδεμίαν ἐν τοῖς ὑπὸ θεοῦ γενομένοις τοῦ ματαίου χώραν ἔχοντος· τά γε μὴν δι᾿ αὐτὸ τὸ εἶναι καὶ ζῆν καθὼς πέφυκε γενόμενα, ὡς αὐτῆς τῆς αἰτίας τῇ φύσει συνειλημμένης καὶ κατ᾿ αὐτὸ μόνον τὸ εἶναι θεωρουμένης, οὐδεμίαν οὐδέποτε δέξαιτ᾿ ἂν τὴν τὸ εἶναι παντελῶς ἀφανίζουσαν αἰτίαν.

Ταύτης δὲ ἐν τῷ εἶναι πάντοτε θεωρουμένης, δεῖ σώζεσθαι πάντως καὶ τὸ γενόμενον

v.1.p.69
ζῶον, ἐνεργοῦν τε καὶ πάσχον ἃ πέφυκεν, ἑκατέρου τούτων ἐξ ὧν γέγονε τὰ παρ᾿ ἑαυτοῦ συνεισφέροντος, καὶ τῆς μὲν ψυχῆς οὔσης τε καὶ διαμενούσης ὁμαλῶς ἐν ᾗ γέγονε φύσει, καὶ διαπονούσης ἃ πέφυκεν (πέφυκε δὲ ταῖς τοῦ σώματος ἐπιστατεῖν ὁρμαῖς καὶ τὸ προσπίπτον ἀεὶ τοῖς προσήκουσι κρίνειν καὶ μετρεῖν κριτηρίοις καὶ μέτροις), τοῦ δὲ σώματος κινουμένου κατὰ φύσιν πρὸς ἃ πέφυκεν, καὶ τὰς ἀποκληρωθείσας αὐτῷ δεχομένου μεταβολάς, μετὰ δὲ τῶν ἄλλων τῶν κατὰ τὰς ἡλικίας ἢ κατ᾿ εἶδος ἢ μέγεθος τὴν ἀνάστασιν. Εἶδος γάρ τι μεταβολῆς, καὶ πάντων ὕστατον, ἡ ἀνάστασις ἥ τε τῶν κατ᾿ ἐκεῖνον τὸν χρόνον περιόντων ἔτι πρὸς τὸ κρεῖττον μεταβολή.

Ἐπὶ δὲ τούτοις τεθαῤῥηκότες, οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις, καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ᾿ ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν, ὡς τῷ παρόντι βίῳ προσήκουσαν, καὶ τὴν ἐν ἀφθαρσίᾳ διαμονὴν ἐλπίζομεν βεβαίως· ἣν οὐ παρ᾿ ἀνθρώπων ἀναπλάττομεν μάτην, ψευδέσιν ἑαυτοὺς βουκολοῦντες ἐλπίσιν, ἀπλανεστάτῳ δὲ πεπιστεύκαμεν ἐχεγγύῳ, τῇ τοῦ δημιουργήσαντος ἡμᾶς γνώμῃ, καθ᾿ ἣν ἐποίησεν ἄνθρωπον ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος, νοῦν τε συγκατεσκεύασεν αὐτῷ καὶ νόμον ἔμφυτον ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῶν παρ᾿ αὐτοῦ δεδομένων, ἔμφρονί τε βίῳ καὶ ζωῇ λογικῇ προσηκόντων, εὖ εἰδότες ὡς οὐκ ἂν τοιοῦτον κατεσκεύασε ζῶον καὶ πᾶσι τοῖς πρὸς διαμονὴν ἐκόσμησεν, εἰ μὴ διαμένειν ἐβούλετο τὸ γενόμενον.

Εἰ τοίνυν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ἐποίησεν ἄνθρωπον ἐπὶ τῷ ζωῆς ἔμφρονος μετασχεῖν, καὶ γενόμενον θεωρὸν τῆς τε μεγαλοπρεπείας αὐτοῦ καὶ τῆς ἐπὶ πᾶσι σοφίας τῇ τούτων συνδιαμένειν ἀεὶ θεωρίᾳ, κατὰ τὴν ἐκείνου γνώμην καὶ καθ᾿ ἣν εἴληχε φύσιν, ἡ μὲν τῆς γενέσεως αἰτία πιστοῦται τὴν εἰς ἀεὶ διαμονήν, ἡ δὲ διαμονὴ τὴν ἀνάστασιν, ἧς χωρὶς οὐκ ἂν διαμείνειεν ἄνθρωπος.

Ἐκ δὲ

v.1.p.70
τῶν εἰρημένων εὔδηλον ὡς τῇ τῆς γενέσεως αἰτίᾳ καὶ τῇ γνώμῃ τοῦ ποιήσαντος δείκνυται σαφῶς ἡ ἀνάστασις. Τοιαύτης δὲ τῆς αἰτίας οὔσης, καθ᾿ ἣν εἰς τόνδε παρῆκται τὸν κόσμον ἄνθρωπος, ἀκόλουθον ἂν εἴη τὸν τούτοις κατὰ φύσιν ἢ καθ᾿ εἱρμὸν ἑπόμενον διασκέψασθαι λόγον· ἕπεται δὲ κατὰ τὴν ἐξέτασιν τῇ μὲν αἰτίᾳ τῆς γενέσεως ἡ τῶν γεννηθέντων ἀνθρώπων φύσις, τῇ δὲ φύσει τῶν γενομένων ἡ τοῦ ποιήσαντος ἐπὶ τούτοις δικαία κρίσις, τούτοις τε πᾶσι τὸ τοῦ βίου τέλος. Ἐξητασμένων δὲ ἡμῖν τῶν προτεταγμένων ἐπισκεπτέον ἑξῆς τὴν τῶν ἀνθρώπων φύσιν.