De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων. Ὁ μέντοι θεὸς οὔτ᾿ ἂν μάτην ἐποίησε τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός, οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ ἐστιν ἀπροσδεής. Τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν ὑπ᾿ αὐτοῦ γενομένων συντελέσειεν ἄν εἰς χρείαν ἰδίαν. Ἀλλ᾿ οὐδὲ διά τινα τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἔργων ἐποίησε τὸν ἄνθρωπον. Οὐδὲν γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν.

Οὐδὲ γὰρ ὁ λόγος εὑρίσκει τινὰ χρείαν τῆς τῶν ἀνθρώπων γενέσεως αἰτίαν, τῶν μὲν ἀθανάτων ἀνενδεῶν ὄντων καὶ μηδεμιᾶς μηδαμῶς παρ᾿ ἀνθρώπων συντελείας πρὸς τὸ εἷναι δεομένων, τῶν δὲ ἀλόγων ἀρχομένων κατὰ φύσιν καὶ τὰς πρὸς ὃ πέφυκεν ἕκαστον χρείας ἀνθρώποις ἀποπληρούντων,

v.1.p.68
ἀλλ᾿ οὐκ αὗ τούτοις χρῆσθαι πεφυκότων· θέμις γὰρ οὔτε ἦν οὔτε ἐστὶ τὸ ἄρχον καὶ ἡγεμονοῦν ὑπάγειν εἰς χρῆσιν τοῖς ἐλάττοσιν, ἢ τὸ λογικὸν ὑποτάττειν ἀλόγοις, οὖσι πρὸς τὸ ἄρχειν ἀνεπιτηδείοις.

Οὐκοῦν εἰ μήτε ἀναιτίως καὶ μάτην γέγονεν ἄνθρωπος (οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων μάταιον, κατά γε τὴν τοῦ ποιήσαντος γνώμην), μήτε χρείας ἕνεκεν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ποιημάτων, εὔδηλον ὅτι κατὰ μὲν τὸν πρῶτον καὶ κοινότερον λόγον δι᾿ ἑαυτὸν καὶ τὴν ἐπὶ πάσης τῆς δημιουργίας θεωρουμένην ἀγαθότητα καὶ σοφίαν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατὰ δὲ τὸν προσεχέστερον τοῖς γενομένοις λόγον διὰ τὴν αὐτῶν τῶν γενομένων ζωήν, οὐκ ἐπὶ μικρὸν ἐξαπτομένην, εἶτα παντελῶς σβεννυμένην.