De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Καὶ πρὸς ἓν μὲν ἑκάτερος ἀναφέρεται τέλος· εἰς γὰρ τὴν εὐσέβειαν ἔχει τὴν ἀναφορὰν ὅ τε τὸ ψεῦδος ἐλέγχων καὶ ὁ τὴν ἀλήθειαν κρατύνων· οὐ μὴν καὶ καθάπαξ ἕν εἰσιν, ἀλλ᾿ ὁ μὲν ἀναγκαῖος, ὡς ἔφην, πᾶσι τοῖς πιστεύουσι καὶ τοῖς τῆς ἀληθείας καὶ τῆς ἰδίας σωτηρίας φροντίζουσιν, ὁ δ᾿ ἔστιν ὅτε καὶ τισι καὶ πρός τινας γίνεται χρειωδέστερος. Καὶ ταῦτα μὲν ἡμῖν κεφαλαιωδῶς προειρήσθω πρὸς ὑπόμνησιν τῶν ἤδη λεχθέντων.

Ἰτέον δὲ ἐπὶ τὸ προκείμενον, καὶ δεικτέον ἀληθῆ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπό τε τῆς αἰτίας αὐτῆς, καθ᾿ ἣν καὶ δι᾿ ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος οἵ τε μετ᾿ ἐκεῖνον, εἰ καὶ μὴ κατὰ τὸν ὅμοιον γεγόνασι τρόπον, ἀπό τε τῆς κοινῆς πάντων ἀνθρώπων ὡς ἀνθρώπων φύσεως, ἔτι δὲ ἀπὸ τῆς τοῦ ποιήσαντος ἐπὶ τούτοις κρίσεως, καθ᾿ ὅσον ἕκαστος ἔζησε χρόνον καὶ καθ᾿ οὓς ἐπολιτεύσατο νόμους, ἣν οὐκ ἄν τις ἀμφισβητήσειεν εἶναι δικαίαν.