De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Εἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ βουλητὸν καὶ ἄξιον τοῦ δημιουργήσαντος ἔργον ἡ τῶν διαλυθέντων σωμάτων ἀνάστασις· διὰ γὰρ τούτων ἐδείχθη ψεῦδος τὸ τούτοις ἀντικείμενον καὶ τὸ τῶν ἀπιστούντων παράλογον. Τί γὰρ δεῖ λέγειν περὶ τῆς ἑκάστου αὐτῶν πρὸς ἕκαστον ἀντιστροφῆς καὶ τῆς πρὸς ἄλληλα συναφείας, εἴ γε δεῖ καὶ συνάφειαν εἰπεῖν, ὡς ἑτερότητί τινι κεχωρισμένων, οὐχὶ δὲ καὶ τὸ δυνατὸν λέγειν βουλητόν, καὶ τὸ τῷ θεῷ βουλητὸν πάντως εἶναι δυνατόν, καὶ κατὰ τὴν τοῦ βουληθέντος ἀξίαν;

Καὶ ὅτι μὲν ἕτερος ὁ περὶ τῆς ἀληθείας λόγος, ἕτερος δὲ ὁ ὑπὲρ τῆς ἀληθείας, εἴρηται διὰ τῶν προλαβόντων μετρίως, οἶς τε διενήνοχεν ἑκάτερος, καὶ πότε καὶ πρὸς τίνας ἔχει τὸ χρήσιμον· κωλύει δὲ ἴσως οὐδέν, τῆς τε κοινῆς ἀσφαλείας ἕνεκεν καὶ τῆς τῶν εἰρημένων πρὸς τὰ λειπόμενα συναφείας, ἀπ᾿ αὐτῶν τούτων καὶ τῶν τούτοις προσηκόντων πάλιν ποιήσασθαι τὴν ἀρχήν.