Παντὶ δόγματι καὶ λόγῳ τῆς ἐν τοῖς οὖσιν ἀληθείας ἐχομένῳ παραφύεταί τι ψεῦδος· παραφύεται δὲ οὐκ ἐξ ὑποκειμένης τινὸς ἀρχῆς κατὰ φύσιν ὁρμώμενον ἢ τῆς κατ᾿ αὐτὸ ὅπερ ἐστὶν ἕκαστον αἰτίας, ἀλλ᾿ ὑπὸ τῶν τὴν ἔκθεσμον σπορὰν ἐπὶ διαφθορᾷ τῆς ἀληθείας τετιμηκότων σπουδαζόμενον. Τοῦτο
v.2.p.188
δ᾿ ἔστιν εὑρεῖν πρῶτον μὲν ἐκ τῶν πάλαι ταῖς περὶ τούτων φροντίσιν ἐσχολακότων καὶ τῆς ἐκείνων πρός τε τοὺς ἑαυτῶν πρεσβυτέρους καὶ τοὺς ὁμοχρόνους γενομένης διαφορᾶς, οὐχ ἥκιστα δὲ ἐξ αὐτῆς τῆς τῶν ἐν μέσῳ στρεφομένων ταραχῆς. Οὐδὲν γὰρ τῶν ἀληθῶν οἱ τοιοῦτοι κατέλιπον ἀσυκοφάντητον, οὐ τὴν οὐσίαν τοῦ θεοῦ, οὐ τὴν γνῶσιν, οὐ τὴν ἐνέργειαν, οὐ τὰ τούτοις ἐφεξῆς καθ᾿ εἱρμὸν ἑπόμενα καὶ τὸν τῆς εὐσεβείας ἡμῖν ὑπογράφοντα λόγον. Ἀλλ᾿ οἱ μὲν πάντη καὶ καθάπαξ ἀπογινώσκουσι τὴν περὶ τούτων ἀλήθειαν, οἱ δὲ πρὸς τὸ δοκοῦν αὐτοῖς διαστρέφουσιν, οἱ δὲ καὶ περὶ τῶν ἐμφανῶν ἀπορεῖν ἐπιτηδεύουσιν. Ὅθεν οἶμαι δεῖν τοῖς περὶ ταῦτα πονουμένοις λόγων διττῶν, τῶν μὲν ὑπὲρ τῆς ἀληθείας, τῶν δὲ περὶ τῆς ἀληθείας· καὶ τῶν μὲν ὑπὲρ τῆς ἀληθείας πρὸς τοὺς ἀπιστοῦντας ἢ τοὺς ἀμφιβάλλοντας, τῶν δὲ περὶ τῆς ἀληθείας πρὸς τοὺς εὐγνωμονοῦντας καὶ μετ᾿ εὐνοίας δεχομένους τὴν ἀλήθειαν. Ὧν ἕνεκεν χρὴ τοὺς περὶ τούτων ἐξετάζειν ἐθέλοντας τὴν ἑκάστοτε προκειμένην χρείαν σκοπεῖν καὶ ταύτῃ τοὺς λόγους μετρεῖν, τήν τε περὶ τούτων τάξιν μεθαρμόζειν πρὸς τὸ δέον, καὶ μὴ τῷ δοκεῖν τὴν αὐτὴν πάντοτε φυλάττειν ἀρχὴν ἀμελεῖν τοῦ προσήκοντος καὶ τῆς ἐπιβαλλούσης ἑκάστῳ χώρας.
v.2.p.190
Ὡς μὲν γὰρ πρὸς ἀπόδειξιν καὶ τὴν φυσικὴν ἀκολουθίαν, πάντοτε πρωτοστατοῦσιν οἱ περὶ αὐτῆς λόγοι τῶν ὑπὲρ αὐτῆς, ὡς δὲ πρὸς τὸ χρειωδέστερον, ἀνεστραμμένως οἱ ὑπὲρ αὐτῆς τῶν περὶ αὐτῆς. Οὔτε γὰρ γεωργὸς δύναιτ᾿ ἂν προσηκόντως καταβάλλειν τῇ γῇ τὰ σπέρματα, μὴ προεξελὼν τὰ τῆς ἀγρίας ὕλης καὶ τοῖς καταβαλλομένοις ἡμέροις σπέρμασι λυμαινόμενα, οὔτε ἰατρὸς ἐνεῖναί τι τῶν ὑγιεινῶν φαρμάκων τῷ δεομένῳ θεραπείας σώματι, μὴ τὴν ἐνοῦσαν κακίαν προκαθήρας ἢ τὴν ἐπιῤῥέουσαν ἐπισχών· οὔτε μὴν ὁ τὴν ἀλήθειαν ἐθέλων διδάσκειν, περὶ τῆς ἀληθείας λέγων, πεῖσαι δύναιτ᾿ ἄν τινα ψευδοδοξίας τινὸς ὑποικουρούσης τῇ τῶν ἀκουόντων διανοίᾳ καὶ τοῖς λόγοις ἀντιστατούσης. Διὸ πρὸς τὸ χρειωδέστερον ἀφορῶντες καὶ ἡμεῖς προτάσσομεν ἔσθ᾿ ὅτε τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους τῶν περὶ τῆς ἀληθείας· κατὰ τὸν αὐτὸν δὲ τρόπον ποιῆσαι καὶ νῦν ἐπὶ τῶν τῆς ἀναστάσεως λόγων οὐκ ἀχρεῖον φαίνεται σκοποῦσι τὸ δέον. Καὶ γὰρ ἐν τούτοις εὑρίσκομεν τοὺς μὲν ἀπιστοῦντας πάντη, τινὰς δὲ ἀμφιβάλλοντας, καὶ τῶν γε τὰς πρώτας ὑποθέσεις δεξαμένων τινὰς ἐπ᾿ ἴσης τοῖς
v.2.p.192
ἀμφιβάλλουσιν ἀποροῦντας· τὸ δὲ πάντων παραλογώτατον ὅτι ταῦτα πάσχουσιν, οὐδ᾿ ἡντιναοῦν ἔχοντες ἐκ τῶν πραγμάτων ἀπιστίας ἀφορμήν, οὐδ᾿ αἰτίαν εὑρίσκοντες εἰπεῖν εὔλογον, δι᾿ ἣν ἀπιστοῦσιν ἢ διαποροῦσιν.
Σκοπῶμεν δὲ οὕτως. Εἰ πᾶσα ἀπιστία μὴ προχείρως καὶ κατά τινα δόξαν ἄκριτον ἐγγινομένη τισίν, ἀλλὰ μετά τινος αἰτίας ἰσχυρᾶς καὶ τῆς κατὰ τὴν ἀλήθειαν ἀσφαλείας· τότε γὰρ τὸν εἰκότα σώζει λόγον, ὅταν αὐτὸ τὸ πρᾶγμα περὶ οὗ ἀπιστοῦσιν ἄπιστον εἶναι δοκῇ· τὸ γάρ τοι τοῖς οὐκ οὖσιν ἀπίστοις ἀπιστεῖν ἀνθρώπων ἔργον οὐχ ὑγιαινούσῃ κρίσει περὶ τὴν ἀλήθειαν χρωμένων. Οὐκοῦν χρὴ καὶ τοὺς περὶ τῆς ἀναστάσεως ἀπιστοῦντας ἢ διαποροῦντας μὴ πρὸς τὸ δοκοῦν αὐτοῖς ἀκρίτως καὶ τὸ τοῖς ἀκολάστοις κεχαρισμένον τὴν περὶ ταύτης ἐκφέρειν γνώμην, ἀλλ᾿ ἢ μηδεμιᾶς αἰτίας ἐξάπτειν τὴν τῶν ἀνθρώπων γένεσιν (ὃ δὴ καὶ λίαν ἐστὶν εὐεξέλεγκτον), ἢ τῷ θεῷ τὴν τῶν ὄντων ἀνατιθέντας αἰτίαν εἰς τὴν τοῦδε τοῦ δόγματος
v.2.p.194
ἀποβλέπειν ὑπόθεσιν, καὶ διὰ ταύτης δεικνύναι τὴν ἀνάστασιν οὐδαμόθεν ἔχουσαν τὸ πιστόν. Τοῦτο δὲ ποιήσουσιν, ἐὰν δεῖξαι δυνηθῶσιν ἢ ἀδύνατον ὂν τῷ θεῷ ἢ ἀβούλητον τὰ νεκρωθέντα τῶν σωμάτων ἢ καὶ πάντη διαλυθέντα πάλιν ἑνῶσαι καὶ συναγαγεῖν πρὸς τὴν τῶν αὐτῶν ἀνθρώπων σύστασιν. Ἐὰν δὲ τοῦτο μὴ δύνωνται, παυσάσθωσαν τῆς ἀθέου ταύτης ἀπιστίας καὶ τοῦ βλασφημεῖν ἃ μὴ θέμις· ὅτι γὰρ οὔτε τὸ ἀδύνατον λέγοντες ἀληθεύουσιν οὔτε τὸ ἀβούλητον, ἐκ τῶν ῥηθησομένων γενήσεται φανερόν. Τὸ ἀδύνατόν τινι γινώσκεται κατ᾿ ἀλήθειαν τοιοῦτον ἢ ἐκ τοῦ μὴ γινώσκειν τὸ γενησόμενον, ἢ ἐκ τοῦ δύναμιν ἀρκοῦσαν μὴ ἔχειν πρὸς τὸ ποιῆσαι καλῶς τὸ ἐγνωσμένον. Ὅ τε γὰρ ἀγνοῶν τι τῶν γενέσθαι δεόντων οὐκ ἂν οὔτ᾿ ἐγειρῆσαι οὔτε ποιῆσαι τὸ παράπαν δυνηθείη ὅπερ ἀγνοεῖ· ὅ τε γινώσκων καλῶς τὸ ποιηθησόμενον, καὶ πόθεν γένοιτ᾿ ἂν καὶ πῶς, δύναμιν δὲ ἢ μηδ᾿ ὅλως ἔχων πρὸς τὸ ποιῆσαι τὸ γινωσκόμενον ἢ
v.2.p.196
μὴ ἀρκοῦσαν ἔχων, οὐκ ἂν ἐγχειρήσειε τὴν ἀρχήν, εἰ σωφρονοίη καὶ τὴν ἰδίαν ἐπισκέψαιτο δύναμιν, ἐγχειρήσας δὲ ἀπερισκέπτως οὐκ ἂν ἐπιτελέσειε τὸ δόξαν. Ἀλλ᾿ οὔτε ἀγνοεῖν τὸν θεὸν δυνατὸν τῶν ἀναστησομένων σωμάτων τὴν φύσιν κατά τε μέρος ὅλον καὶ μόριον, οὔτε μὴν ὅποι χωρεῖ τῶν λυομένων ἕκαστον, καὶ ποῖον τῶν στοιχείων μέρος δέδεκται τὸ λυθὲν καὶ χωρῆσαν πρὸς τὸ συγγενές, κἂν πάνυ παρ᾿ ἀνθρώποις ἀδιάκριτον εἶναι δοκῇ τὸ τῷ παντὶ πάλιν προσφυῶς ἡνωμένον. Ὧι γὰρ οὐκ ἠγνόητο πρὸ τῆς οἰκείας ἑκάστου συστάσεως οὔτε τῶν γενησομένων στοιχείων ἡ φύσις ἐξ ὧν τὰ τῶν ἀνθρώπων σώματα, οὔτε τὰ μέρη τούτων ἐξ ὧν ἤμελλεν λήψεσθαι τὸ δόξαν πρὸς τὴν τοῦ ἀνθρωπείου σώματος σύστασιν, εὔδηλον ὡς οὐδὲ μετὰ τὸ διαλυθῆναι τὸ πᾶν ἀγνοηθήσεται ποῦ κεχώρηκεν ἕκαστον ὧν εἴληφε πρὸς τὴν ἑκάστου συμπλήρωσιν. Ὅσον μὲν γὰρ κατὰ τὴν νῦν κρατοῦσαν παρ᾿ ἡμῖν τῶν πραγμάτων τάξιν καὶ τὴν ἐφ᾿ ἑτέρων κρίσιν, μεῖζον τὸ τὰ μὴ γενόμενα προγινώσκειν· ὅσον δὲ πρὸς τὴν ἀξίαν τοῦ θεοῦ καὶ τὴν τούτου σοφίαν, ἀμφότερα κατὰ φύσιν, καὶ ῥᾴδιον ἐπ᾿ ἴσης τῷ τὰ μὴ γενόμενα προγινώσκειν τὸ καὶ διαλυθέντα γινώσκειν.
v.2.p.198
Καὶ μὴν καὶ τὴν δύναμιν, ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. Εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐποίησε τὰ τῶν ἀνθρώπων σώματα καὶ τὰς τούτων ἀρχάς, καὶ διαλυθέντα, καθ᾿ ὃν ἂν τύχῃ τρόπον, ἀναστήσει μετὰ τῆς ἴσης εὐμαρείας· ἐπ᾿ ἴσης γὰρ αὐτῷ καὶ τοῦτο δυνατόν. Καὶ τῷ λόγῳ βλάβος οὐδέν, κἂν ἐξ ὕλης ὑποθῶνταί τινες τὰς πρώτας ἀρχάς, κἂν ἐκ τῶν στοιχείων ὡς πρώτων τὰ σώματα τὰ τῶν ἀνθρώπων, κἂν ἐκ σπερμάτων. Ἧς γάρ ἐστι δυνάμεως καὶ τὴν παρ᾿ αὐτοῖς νενομισμένην ἄμορφον οὖσαν μορφῶσαι, καὶ τὴν ἀνείδεον καὶ ἀδιακόσμητον πολλοῖς καὶ διαφόροις εἴδεσι κοσμῆσαι, καὶ τὰ μέρη τῶν στοιχείων εἰς ἓν συναγαγεῖν, καὶ τὸ σπέρμα ἓν ὂν καὶ ἁπλοῦν εἰς πολλὰ διελεῖν, καὶ τὸ ἀδιάρθρωτον διαρθρῶσαι, καὶ τῷ μὴ ζῶντι δοῦναι ζωήν, τῆς αὐτῆς ἐστι καὶ τὸ διαλελυμένον ἑνῶσαι, καὶ τὸ κείμενον ἀναστῆσαι, καὶ τὸ τεθνηκὸς ζωοποιῆσαι πάλιν, καὶ τὸ φθαρτὸν μεταβαλεῖν εἰς ἀρθαρσίαν. Τοῦ αὐτοῦ δ᾿ ἂν εἴη καὶ τῆς αὐτῆς δυνάμεως καὶ σοφίας καὶ
v.2.p.200
τὸ διατεθρυμμένον πλήθει ζώων παντοδαπῶν, ὁπόσα τοῖς τοιούτοις σώμασιν ἐπιτρέχειν εἴωθε καὶ τὸν ἐκ τούτων ἀγείρειν κόρον, διακρῖναι μὲν ἐκεῖθεν, ἑνῶσαι δὲ πάλιν τοῖς οἰκείοις μέρεσι καὶ μορίοις, κἂν εἰς ἓν ἐξ ἐκείνων χωρήσῃ ζῶον, κἂν εἰς πολλά, κἂν ἐντεῦθεν εἰς ἕτερα, κἂν ἐκείνοις αὐτοῖς συνδιαλυθὲν ἐπὶ τὰς πρώτας ἀρχὰς ἐνεχθῇ κατὰ τὴν φυσικὴν εἰς ταύτας ἀνάλυσιν· ὃ δὴ καὶ μάλιστα ταράττειν ἔδοξέ τινας καὶ τῶν ἐπὶ σοφίᾳ θαυμαζομένων, ἰσχυρὰς οὐκ οἶδ᾿ ὅπως ἡγησαμένων τὰς παρὰ τῶν πολλῶν φερομένας διαπορήσεις.
Οὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις καὶ ποταμοῖς δυσθανάτων ἰχθύσι γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνησκόντων ἢ κατ᾿ ἄλλην τινὰ τραχυτέραν αἰτίαν καὶ πραγμάτων περίστασιν ταφῆς ἀμοιρούντων τοῖς προστυγχάνουσι ζώοις προκεῖσθαι βοράν. Τῶν οὖν οὕτως ἀναλισκομένων σωμάτων, καὶ τῶν ταῦτα συμπληρούντων μερῶν καὶ μορίων εἰς πολὺ πλῆθος ζώων διαθρυπτομένων καὶ διὰ τῆς τροφῆς τοῖς τῶν τρεφομένων σώμασιν ἑνουμένων, πρῶτον μὲν τὴν διάκρισιν τούτων φασὶν ἀδύνατον, πρὸς δὲ ταύτῃ τὸ δεύτερον ἀπορώτερον. Τῶν γὰρ τὰ σώματα τῶν ἀνθρώπων ἐκβοσκηθέντων ζώων, ὁπόσα πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια, διὰ τῆς τούτων γαστρὸς ἰόντων καὶ τοῖς τῶν μετειληφότων σώμασιν
v.2.p.202
ἑνουμένων, ἀνάγκην εἶναι πᾶσαν, τὰ μέρη τῶν ἀνθρώπων, ὁπόσα τροφὴ γέγονε τοῖς μετειληφόσι ζώοις, πρὸς ἕτερα τῶν ἀνθρώπων μεταχωρεῖν σώματα, τῶν μεταξὺ τούτοις τραφέντων ζώων τὴν ἐξ ὧν ἐτράφησαν τροφὴν διαπορθμευόντων εἰς ἐκείνους τοὺς ἀνθρώπους ὧν ἐγένετο τροφή. Εἶτα τούτοις ἐπιτραγῳδοῦσι τὰς ἐν λιμοῖς καὶ μανίαις τολμηθείσας τεκνοφαγίας καὶ τοὺς κατ᾿ ἐπιβουλὴν ἐχθρῶν ὑπὸ τῶν γεννησαμένων ἐδηδεσμένους παῖδας, καὶ τὴν Μηδικὴν τράπεζαν ἐκείνην καὶ τὰ τραγικὰ δεῖπνα Θυέστου καὶ τοιαύτας δή τινας ἐπισυνείρουσι παρ᾿ Ἕλλησι καὶ βαρβάροις καινουργηθείσας συμφοράς· ἔκ τε τούτων κατασκευάζουσιν, ὡς νομίζουσιν, ἀδύνατον τὴν ἀνάστασιν, ὡς οὐ δυναμένων τῶν αὐτῶν μερῶν ἑτέροις τε καὶ ἑτέροις συναναστῆναι σώμασιν, ἀλλ᾿ ἤτοι τὰ τῶν προτέρων συστῆναι μὴ δύνασθαι, μετεληλυθότων τῶν ταῦτα συμπληρούντων μερῶν πρὸς ἑτέρους, ἢ τούτων ἀποδοθέντων τοῖς προτέροις ἐνδεῶν ἕξειν τὰ τῶν ὑστέρων.
Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζώου φύσει καὶ γένει τὴν προσφυῆ καὶ κατάλληλον συναρμόσαντος τροφήν, καὶ μήτε πᾶσαν φύσιν πρὸς
v.2.p.204
ἕνωσιν ἢ κρᾶσιν παντὸς σώματος ἰέναι δικαιώσαντος μήτε πρὸς διάκρισιν τῶν ἑνωθέντων ἀπόρως ἔχοντος, ἀλλὰ καὶ τῇ καθ᾿ ἕκαστον φύσει τῶν γενομένων τὸ δρᾶν ἢ πάσχειν ἃ πέφυκεν ἐπιτρέποντος, ἄλλοτε καὶ κωλύοντος, καὶ πᾶν ὃ βούλεται καὶ πρὸς ὃ βούλεται συγχωροῦντος ἢ μεταστρέφοντος· πρὸς δὲ τοῖς εἰρημένοις μηδὲ τὴν ἑκάστου τῶν τρεφόντων ἢ τρεφομένων ἐπεσκέφθαι δύναμίν τε καὶ φύσιν. Ἦ γὰρ ἂν ἔγνωσαν ὅτι μὴ πᾶν ὃ προσφέρεταί τις ὑπενδόσει τῆς ἔξωθεν ἀνάγκης, τοῦτο γίνεται τῷ ζώῳ τροφὴ προσφυής· ἀλλὰ τὰ μὲν ἅμα τῷ προσομιλῆσαι τοῖς περιπτυσσομένοις τῆς κοιλίας μέρεσι φθείρεσθαι πέφυκεν, ἐμούμενα τε καὶ διαχωρούμενα καὶ τρόπον ἕτερον διαφορούμενα, ὡς μηδὲ κατὰ βραχὺ τὴν πρώτην καὶ κατὰ φύσιν ὑπομεῖναι πέψιν, ἤ που γε τὴν εἰς τὸ τρεφόμενον σύγκρασιν· ὡσπεροῦν οὐδὲ πᾶν τὸ πεφθὲν καὶ τὴν πρώτην δεξάμενον μεταβολὴν τοῖς τρεφομένοις μορίοις προσπελάζει πάντως, τινῶν μὲν κατ᾿ αὐτὴν τὴν γαστέρα τῆς θρεπτικῆς δυνάμεως ἀποκρινομένων, τῶν δὲ κατὰ τὴν δευτέραν μεταβολὴν καὶ τὴν ἐν ἥπατι γινομένην πέψιν διακρινομένων, καὶ πρὸς ἕτερόν τι μεταχωρούντων
v.2.p.206
ὃ τὴν τοῦ τρέφειν ἐκβέβηκε δύναμιν· καὶ αὐτῆς γε τῆς ἐν ἥπατι γινομένης μεταβολῆς οὐ πάσης εἰς τροφὴν ἀνθρώποις χωρούσης, ἀλλ᾿ εἰς ἃ πέφυκε περιττώματα διακρινομένης· τῆς τε καταλειφθείσης τροφῆς ἐν αὐτοῖς ἐσθ᾿ ὅτε τοῖς τρεφομένοις μέρεσι καὶ μορίοις πρὸς ἕτερόν τι μεταβαλλούσης, κατὰ τὴν ἐπικράτειαν τοῦ πλεονάζοντος ἢ περιττεύοντος καὶ φθείρειν πως ἢ πρὸς ἑαυτὸ τρέπειν τὸ πλησιάσαν εἰωθότος.
Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζώοις τῆς φυσικῆς διαφορᾶς, καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζώου καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένης, τριττῆς δὲ κατὰ τὴν ἑκάστου ζώου τροφὴν γινομένης καθάρσεως καὶ διακρίσεως, δεῖ πάντως φθείρεσθαι μὲν καὶ διαχωρεῖν ᾗ πέφυκεν ἢ πρὸς ἕτερόν τι μεταβάλλειν πᾶν ὁπόσον ἀλλότριον εἰς τὴν τοῦ ζώου τροφήν, ὡς συγκραθῆναι μὴ δυνάμενον, συμβαίνουσαν δὲ καὶ κατὰ φύσιν εἶναι τὴν τοῦ τρέφοντος σώματος δύναμιν ταῖς τοῦ τρεφομένου ζώου δυνάμεσι, καὶ ταύτην ἐλθοῦσαν δι᾿ ὧν πέφυκε κριτηρίων καὶ καθαρθεῖσαν ἀκριβῶς τοῖς φυσικοῖς καθαρσίοις εἰλικρινεστάτην γενέσθαι πρόσληψιν εἰς οὐσίαν·
v.2.p.208
ἣν δὴ καὶ μόνην ἐπαληθεύων ἄν τις τοῖς πράγμασιν ὀνομάσειεν τροφήν, ὡς ἀποβάλλουσαν πᾶν ὁπόσον ἀλλότριον καὶ βλαβερὸν εἰς τὴν τοῦ τρεφομένου ζώου σύστασιν καὶ τὸν πολὺν ἐκεῖνον ὄγκον ἐπεισαχθέντα πρὸς τὴν τῆς γαστρὸς ἀποπλήρωσιν καὶ τὴν τῆς ὀρέξεως θεραπείαν. Ἀλλὰ ταύτην μὲν οὐκ ἄν τις ἀμφισβητήσειεν ἑνοῦσθαι τῷ τρεφομένῳ σώματι, συνδιαπλεκομένην τε καὶ περιπλαττομένην πᾶσι τοῖς τούτου μέρεσι καὶ μορίοις· τὴν δὲ ἑτέρως ἔχουσαν καὶ παρὰ φύσιν φθείρεσθαι μὲν ταχέως, ἢν ἐῤῥωμενεστέρᾳ συμμίξῃ δυνάμει, φθείρειν δὲ σὺν εὐμαρείᾳ τὴν κρατηθεῖσαν, εἴς τε μοχθηροὺς ἐκτρέπεσθαι χυμοὺς καὶ φαρμακώδεις ποιότητας, ὡς μηδὲν οἰκεῖον ἢ φίλον τῷ τρεφομένῳ σώματι φέρουσαν. Καὶ τούτου τεκμήριον μέγιστον τὸ πολλοῖς τῶν τρεφομένων ζώων ἐκ τούτων ἐπακολουθεῖν ἄλγος ἢ κίνδυνον ἢ θάνατον, ἢν ὑπὸ σφοδροτέρας ὀρέξεως τῇ τροφῇ καταμεμιγμένον συνεφελκύσηταί τι φαρμακῶδες καὶ παρὰ φύσιν· ὃ δὴ καὶ πάντως φθαρτικὸν ἂν εἴη τοῦ τρεφομένου σώματος, εἴ γε τρέφεται μὲν τὰ τρεφόμενα τοῖς οἰκείοις καὶ κατὰ φύσιν, φθείρεται δὲ τοῖς ἐναντίοις. Εἴπερ οὖν τῇ διαφορᾷ τῶν τῇ φύσει διαφερόντων ζώων ἡ κατὰ φύσιν συνδιῄρηται τροφή, καὶ ταύτης γε αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῶον οὔτε τὸ τυχὸν ἐκ τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα
v.2.p.210
δέχεται σύγκρασιν, ἀλλ᾿ αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη ποτ᾿ ἂν τούτοις οἷς οὐκ ἔστι τροφὴ προσφυὴς καὶ κατάλληλος, ἀλλ᾿ ἤτοι κατ᾿ αὐτὴν τὴν κοιλίαν διαχωρεῖ, πρὶν ἕτερόν τινα γεννῆσαι χυμόν, ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα. Ἀλλὰ κἂν ἀπωσθῇ ποτε, φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς δυνάμεσι νικηθέν, μετ᾿ οὐκ ὀλίγης ἐξεῤῥύη τῆς βλάβης, ὡς μηδὲν φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγκρατον.
Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφήν (προσειρήσθω δὲ τοῦτο συνηθέστερον), καίπερ οὖσαν παρὰ φύσιν, διακρίνεσθαι καὶ ματαβάλλειν εἰς ἕν τι τῶν ὑγραινόντων ἢ ξηραινόντων ἢ θερμαινόντων ἢ ψυχόντων, οὐδ᾿ οὕτως ἐκ τῶν συγχωρηθέντων αὐτοῖς γενήσεταί τι προὔργου, τῶν μὲν ἀνισταμένων σωμάτων ἐκ τῶν οἰκείων μερῶν πάλιν συνισταμένων, οὐδενὸς δὲ τῶν εἰρημένων μέρους ὄντος, οὐδὲ τὴν ὡς μέρους ἐπέχοντος σχέσιν ἢ τάξιν, οὐ μὴν οὐδὲ παραμένοντος πάντοτε τοῖς τρεφομένοις τοῦ σώματος μέρεσιν, ἢ συνανισταμένου τοῖς ἀνισταμένοις, οὐδὲν συντελοῦντος ἔτι πρὸς τὸ ζῆν οὐχ αἵματος οὐ φλέγματος οὐ χολῆς οὐ πνεύματος.
v.2.p.212
οὐδὲ γὰρ ὧν ἐδεήθη ποτὲ τὰ τρεφόμενα σώματα, δεηθήσεται καὶ τότε, συνανῃρημένης τῇ τῶν τρεφομένων ἐνδείᾳ καὶ φθορᾷ τῆς ἐξ ὧν ἐτρέφετο χρείας. ἔπειτ' εἰ καὶ μέχρι σαρκὸς φθάνειν τὴν ἐκ τῆς τοιαύτης τροφῆς μεταβολὴν ὑποθοῖτό τις, οὐδ' οὕτως ἀνάγκη τις ἔσται τὴν νεωστὶ μεταβληθεῖσαν ἐκ τῆς τοιᾶσδε τροφῆς σάρκα προσπελάσασαν ἑτέρου τινὸς ἀνθρώπου σώματι πάλιν ὡς μέρος εἰς τὴν ἐκείνου τελεῖν συμπλήρωσιν, τῷ μήτε αὐτὴν τὴν προσλαμβάνουσαν σάρκα πάντοτε φυλάττειν ἣν προσείληφεν, μήτε τὴν ἑνωθεῖσαν ταύτην μόνιμον εἶναι καὶ παραμένειν
v.2.p.214
παραμένειν τοῖς μέρεσιν ἃ συνδεῖν ἢ στέγειν ἢ θάλπειν πέφυκεν τὴν ὑπὸ τῆς φύσεως ἐξειλεγμένην καὶ τούτοις προσπεφυκυῖαν οἷς τὴν κατὰ φύσιν συνεξέπλησε ζωὴν καὶ τοὺς ἐν τῇ ζωῇ πόνους. Ἀλλ᾿ οὔτε γὰρ καθ᾿ ὃ δεῖ κρινομένων τῶν ἔναγχος ἐξητασμένων, οὔτε κατὰ συγχώρησιν παραδεχθέντων τῶν ἐπ᾿ ἐκείνοις γεγυμνασμένων, ἀληθὲς δεικνύναι δυνατὸν τὸ πρὸς αὐτῶν λεγόμενον, οὔτ᾿ ἂν συγκραθείη ποτὲ τὰ τῶν ἀνθρώπων σώματα τοῖς τῆς αὐτῆς οὖσι φύσεως, κἂν ὑπ᾿ ἀγνοίας ποτὲ κλαπῶσι τὴν αἴσθησιν δι᾿ ἑτέρου τινὸς μετασχόντες τοιούτου σώματος, κἂν αὐτόθεν ὑπ᾿ ἐνδείας ἢ μανίας ὁμοειδοῦς τινος μιανθῶσι σώματι· εἴ γε μὴ λελήθασιν ἡμᾶς ἀνθρωποειδεῖς τινες ὄντες θῆρες, ἢ μικτὴν ἔχοντες φύσιν ἐξ ἀνθρώπων καὶ θηρίων, οἵους πλάττειν εἰώθασιν οἱ τολμηρότεροι τῶν ποιητῶν.
Καὶ τί δεῖ λέγειν περὶ τῶν μηδενὶ ζώῳ πρὸς τροφὴν ἀποκληρωθέντων σωμάτων, μόνην δὲ τὴν εἰς γῆν γῆν ταφὴν ἐπὶ
v.2.p.216
τιμῇ τῆς φύσεως μεμοιραμένων, ὅπου γε μηδ᾿ ἄλλο τι τῶν ζώων τοῖς ἐκ τοῦ αὐτοῦ εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν ἐν ἄλλοις τισὶ τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν; Εἰ μὲν οὖν ἔχουσι δεικνύναι σάρκας ἀνθρώπων ἀνθρώποις εἰς βρῶσιν ἀποκληρωθείσας, οὐδὲν κωλύσει τὰς ἀλληλοφαγίας εἶναι κατὰ φύσιν, ὥσπερ ἄλλο τι τῶν τῇ φύσει συγκεχωρημένων, καὶ τούς γε τὰ τοιαῦτα λέγειν τολμῶντας τοῖς τῶν φιλτάτων ἐντρυφᾶν σώμασιν, ὡς οἰκειοτέροις, ἢ καὶ τοὺς εὐνουστάτους σφίσι τούτοις αὐτοῖς ἑστιᾶν. Εἰ δὲ τοῦτο μὲν οὐδ᾿ εἰπεῖν εὐαγές, τὸ δὲ σαρκῶν ἀνθρώπων ἀνθρώπους μετασχεῖν ἔχθιστόν τι καὶ παμμίαρον καὶ πάσης ἐκθέσμου καὶ παρὰ φύσιν βρώσεως ἢ πράξεως ἐναγέστερον, τὸ δὲ παρὰ φύσιν οὐκ ἄν ποτε χωρήσειεν εἰς τροφὴν τοῖς ταύτης δεομένοις μέρεσι καὶ μορίοις, τὸ δὲ μὴ χωροῦν εἰς τροφὴν οὐκ ἂν ἑνωθείη τούτοις ἃ μηδὲ τρέφειν πέφυκεν, οὐδὲ τὰ τῶν ἀνθρώπων σώματα συγκριθείη ποτ᾿ ἂν τοῖς ὁμοίοις σώμασιν, οἷς ἐστιν εἰς τροφὴν παρὰ φύσιν, κἂν πολλάκις διὰ τῆς τούτων ἴῃ γαστρὸς κατά τινα πικροτάτην συμφοράν· ἀποχωροῦντα δὲ τῆς θρεπτικῆς δυνάμεως, καὶ σκιδνάμενα πρὸς ἐκεῖνα πάλιν ἐξ ὧν τὴν πρώτην
v.2.p.218
ἔσχε σύστασιν, ἑνοῦται μὲν τούτοις ἐφ᾿ ὅσον ἂν ἕκαστον τύχῃ χρόνον· ἐκεῖθεν δὲ διακριθέντα πάλιν σοφίᾳ καὶ δυνάμει τοῦ πᾶσαν ζώου φύσιν σὺν ταῖς οἰκείαις δυνάμεσι συγκρίναντος ἑνοῦται προσφυῶς ἕκαστον ἑκάστῳ, κἂν πυρὶ καυθῇ, κἂν ὕδατι κατασαπῇ, κἂν ὑπὸ θηρίων ἢ τῶν ἐπιτυχόντων ζώων καταδαπανηθῇ, κἂν τοῦ παντὸς σώματος ἐκκοπὲν προδιαλυθῇ τῶν ἄλλων μερῶν· ἑνωθέντα δὲ πάλιν ἀλλήλοις τὴν αὐτὴν ἴσχει χώραν πρὸς τὴν τοῦ αὐτοῦ σώματος ἁρμονίαν τε καὶ σύστασιν καὶ τὴν τοῦ νεκρωθέντος ἢ καὶ πάντη διαλυθέντος ἀνάστασιν καὶ ζωήν. Ταῦτα μὲν οὖν ἐπὶ πλεῖον μηκύνειν οὐκ εὔκαιρον· ὁμολογουμένην γὰρ ἔχει τὴν ἐπίκρισιν, τοῖς γε μὴ μιξοθήροις.
Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργοὺς ἀνθρώπους, οἳ τὰ συντριβέντα τῶν ἔργων ἢ χρόνῳ παλαιωθέντα ἢ καὶ ἄλλως διαφθαρέντα καινουργεῖν ἀδυνατοῦσιν, εἶτα ἐξ ὁμοίου
v.2.p.220
τοῖς κεραμεῦσι καὶ τέκτοσι δεικνύναι πειρωμένους τὸ καὶ τὸν θεὸν μήτ᾿ ἂν βουληθῆναι μήτε βουληθέντα δυνηθῆναι νεκρωθὲν ἢ καὶ διαλυθὲν ἀναστῆσαι σῶμα, καὶ μὴ λογιζομένους ὅτι διὰ τούτων τοῖς χειρίστοις ἐξυβρίζουσιν εἰς θεόν, συνεξισοῦντες τῶν πάντη διεστηκότων τὰς δυνάμεις, μᾶλλον δὲ καὶ τῶν ταύταις χρωμένων τὰς οὐσίας καὶ τὰ τεχνητὰ τοῖς φυσικοῖς. Περὶ μὲν οὖν τούτων σπουδάζειν οὐκ ἀνεπιτίμητον· ἠλίθιον γὰρ ὡς ἀληθῶς τὸ τοῖς ἐπιπολαίοις καὶ ματαίοις ἀντιλέγειν. Μακρῷ γε μὴν ἐνδοξότερον καὶ πάντων ἀληθέστατον τὸ φῆσαι τὸ παρὰ ἀνθρώποις ἀδυνατὸν παρὰ θεῷ δυνατόν. Εἰ δὲ δἰ αὐτῶν τούτων ὡς ἐνδόξων καὶ διὰ πάντων τῶν μικρῷ πρόσθεν ἐξητασμένων δείκνυσιν ὁ λόγος δυνατόν, εὔδηλον ὡς οὐκ ἀδύνατον. Ἀλλὰ μὴν οὐδ᾿ ἀβούλητον.
Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. Καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ᾿ αὐτόν. Ἀλλ᾿ ὅτι μὲν οὐδεὶς ἀδικεῖται τῶν ἔξωθεν καὶ τῶν ἐν τοῖς οὖσιν ἀριθμουμένων,
v.2.p.222
πρόδηλον. Οὔτε γὰρ αἱ νοηταὶ φύσεις ἐκ τῆς τῶν ἀνθρώπων ἀναστάσεως ἀδικηθεῖεν ἄν· οὐδὲ γὰρ ἐμπόδιόν τι ταύταις πρὸς τὸ εἶναι, οὐ βλάβος οὐχ ὕβρις ἡ τῶν ἀνθρώπων ἀνάστασις· οὐ μὴν οὐδὲ τῶν ἀλόγων ἡ φύσις οὐδὲ τῶν ἀψύχων· οὐδὲ γὰρ ἔσται μετὰ τὴν ἀνάστασιν· περὶ δὲ τὸ μὴ ὄν οὐδὲν ἄδικον. Εἰ δὲ καὶ εἶναί τις ὑποθοῖτο διὰ παντός, οὐκ ἂν ἀδικηθείη ταῦτα, τῶν ἀνθρωπίνων σωμάτων ἀνανεωθέντων· εἰ γὰρ ὑπείκοντα νῦν τῇ φύσει τῶν ἀνθρώπων καὶ ταῖς τούτων χρείαις ὄντων ἐνδεῶν, ὑπό τε ζυγὸν ἠγμένα καὶ δουλείαν παντοίαν, οὐδὲν ἀδικεῖται, πολὺ μᾶλλον, ἀφθάρτων καὶ ἀνενδεῶν γενομένων καὶ μηκέτι δεομένων τῆς τούτων χρείας, ἐλευθερωθέντα δὲ πάσης δουλείας οὐκ ἀδικηθήσεται. Οὐδὲ γάρ, εἰ φωνῆς μετεῖχεν, ᾐτιάσατο ἂν τὸν δημιουργὸν ὡς παρὰ τὸ δίκαιον ἐλαττούμενα τῶν ἀνθρώπων, ὅτι μὴ τῆς αὐτῆς τούτοις τετύχηκεν ἀναστάσεως. Ὧν γὰρ ἡ φύσις οὐκ ἴση, τούτοις οὐδὲ τὸ τέλος ἴσον ὁ δίκαιος ἐπιμετρεῖ. Χωρὶς δὲ τούτων, παρ᾿ οἷς οὐδεμία τοῦ δικαίου κρίσις οὐδὲ μέμψις ἀδικίας.Οὐ μὴν
v.2.p.224
οὐδ᾿ ἐκεῖνο φῆσαι δυνατὸν ὡς περὶ αὐτὸν θεωρεῖταί τις ἀδικία τὸν ἀνιστάμενον ἄνθρωπον. Ἔστι μὲν γὰρ οὗτος ἐκ ψυχῆς καὶ σώματος, οὔτε δὲ εἰς ψυχὴν οὔτε εἰς σῶμα δέχεται τὴν ἀδικίαν. Οὔτε γὰρ τὴν ψυχὴν ἀδικεῖσθαι φήσει τις σωφρονῶν, ὅτι λήσεταί γε ταύτῃ συνεκβάλλων καὶ τὴν παροῦσαν ζωήν· εἰ γὰρ νῦν ἐν φθαρτῷ καὶ παθητῷ κατοικοῦσα σώματι μηδὲν ἠδίκηται, πολὺ μᾶλλον ἀφθάρτῳ καὶ ἀπαθεῖ συζῶσα οὐκ ἀδικηθήσεται. Ἀλλ᾿ οὐδὲ τὸ σῶμα ἀδικεῖταί τι· εἰ γὰρ νῦν φθαρτὸν ἀφθάρτῳ συνὸν οὐκ ἀδικεῖται, δῆλον ὅτι οὐδ᾿ ἄφθαρτον ἀφθάρτῳ συνὸν ἀδικηθήσεται. Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φαίη τις ἂν ὡς ἀνάξιον ἔργον τοῦ θεοῦ τὸ διαλυθὲν ἀναστῆσαι σῶμα καὶ συναγαγεῖν· εἰ γὰρ τὸ χεῖρον οὐκ ἀνάξιον, τοῦτ᾿ ἔστι τὸ φθαρτὸν ποιῆσαι σῶμα καὶ παθητόν, πολὺ μᾶλλον τὸ κρεῖττον οὐκ ἀνάξιον, ὅπερ ἐστὶν ἄφθαρτον καὶ ἀπαθές.
Εἰ δὲ διὰ τῶν κατὰ φύσιν πρώτων καὶ τῶν τούτοις ἑπομένων δέδεικται τῶν ἐξητασμένων ἕκαστον, εὔδηλον ὅτι καὶ δυνατὸν καὶ βουλητὸν καὶ ἄξιον τοῦ δημιουργήσαντος ἔργον ἡ τῶν διαλυθέντων σωμάτων ἀνάστασις· διὰ γὰρ τούτων ἐδείχθη ψεῦδος
v.2.p.226
τὸ τούτοις ἀντικείμενον καὶ τὸ τῶν ἀπιστούντων παράλογον. Τί γὰρ δεῖ λέγειν περὶ τῆς ἑκάστου αὐτῶν πρὸς ἕκαστον ἀντιστροφῆς καὶ τῆς πρὸς ἄλληλα συναφείας, εἴ γε δεῖ καὶ συνάφειαν εἰπεῖν, ὡς ἑτερότητί τινι κεχωρισμένων, οὐχὶ δὲ καὶ τὸ δυνατὸν λέγειν βουλητόν, καὶ τὸ τῷ θεῷ βουλητὸν πάντως εἶναι δυνατόν, καὶ κατὰ τὴν τοῦ βουληθέντος ἀξίαν; Καὶ ὅτι μὲν ἕτερος ὁ περὶ τῆς ἀληθείας λόγος, ἕτερος δὲ ὁ ὑπὲρ τῆς ἀληθείας, εἴρηται διὰ τῶν προλαβόντων μετρίως, οἷς τε διενήνοχεν ἑκάτερος, καὶ πότε καὶ πρὸς τίνας ἔχει τὸ χρήσιμον· κωλύει δὲ ἴσως οὐδέν, τῆς τε κοινῆς ἀσφαλείας ἕνεκεν καὶ τῆς τῶν εἰρημένων πρὸς τὰ λειπόμενα συναφείας, ἀπ᾿ αὐτῶν τούτων καὶ τῶν τούτοις προσηκόντων πάλιν ποιήσασθαι τὴν ἀρχήν. Προσῆκε δὲ τῷ μὲν τὸ πρωτεύειν κατὰ φύσιν, τῶ δὲ τὸ δορυφορεῖν τὸν πρῶτον ὁδοποιεῖν τε καὶ προανείργειν πᾶν ὁπόσον
v.2.p.228
ἐμποδὼν καὶ πρόσαντες. Ὁ μὲν γὰρ περὶ τῆς ἀληθείας λόγος, ἀναγκαῖος ὢν πᾶσιν ἀνθρώποις πρὸς ἀσφάλειαν καὶ σωτηρίαν, πρωτοστατεῖ καὶ τῇ φύσει καὶ τῇ τάξει καὶ τῇ χρείᾳ· τῇ φύσει μέν, ὡς τὴν τῶν πραγμάτων γνῶσιν παρεχόμενος, τῇ τάξει δέ, ὡς ἐν τούτοις καὶ ἅμα τούτοις ὑπάρχων ὧν γίνεται μηνυτής, τῇ χρείᾳ δέ, ὡς τῆς ἀσφαλείας καὶ τῆς σωτηρίας τοῖς γινώσκουσι γινόμενος πρόξενος. Ὁ δ᾿ ὑπὲρ τῆς ἀληθείας φύσει τε καὶ δυνάμει καταδεέστερος, ἔλαττον γὰρ τὸ τὸ ψεῦδος ἐλέγχειν τοῦ τὴν ἀλήθειαν κρατύνειν· καὶ τάξει δεύτερος, κατὰ γὰρ τῶν ψευδοδοξούντων ἔχει τὴν ἰσχύν· ψευδοδοξία δὲ ἐξ ἐπισπορᾶς ἐπεφύη καὶ παραφθορᾶς. Ἀλλὰ δὴ καὶ τούτων οὕτως ἐχόντων προτάττεται πολλάκις καὶ γίνεταί ποτε χρειωδέστερος, ὡς ἀναιρῶν καὶ προκαθαίρων τὴν ἐνοχλοῦσάν τισιν ἀπιστίαν καὶ τοῖς ἄρτι προσιοῦσι τὴν ἀμφιβολίαν ἢ ψευδοδοξίαν. Καὶ πρὸς ἓν μὲν ἑκάτερος ἀναφέρεται τέλος· εἰς γὰρ τὴν εὐσέβειαν ἔχει τὴν ἀναφορὰν ὅ τε τὸ ψεῦδος ἐλέγχων καὶ ὁ τὴν ἀλήθειαν κρατύνων· οὐ μὴν καὶ καθάπαξ ἕν εἰσιν, ἀλλ᾿ ὁ μὲν ἀναγκαῖος, ὡς ἔφην, πᾶσι τοῖς πιστεύουσι καὶ τοῖς τῆς ἀληθείας καὶ τῆς ἰδίας σωτηρίας φροντίζουσιν, ὁ δ᾿ ἔστιν ὅτε καί τισι καὶ πρός τινας γίνεται χρειωδέστερος. Καὶ ταῦτα μὲν ἡμῖν κεφαλαιωδῶς προειρήσθω πρὸς ὑπόμνησιν τῶν ἤδη λεχθέντων. Ἰτέον δὲ ἐπὶ τὸ προκείμενον, καὶ δεικτέον ἀληθῆ
v.2.p.230
τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπό τε τῆς αἰτίας αὐτῆς, καθ᾿ ἣν καὶ δι᾿ ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος οἵ τε μετ᾿ ἐκεῖνον, εἰ καὶ μὴ κατὰ τὸν ὅμοιον γεγόνασι τρόπον, ἀπό τε τῆς κοινῆς πάντων ἀνθρώπων ὡς ἀνθρώπων φύσεως, ἔτι δὲ ἀπὸ τῆς τοῦ ποιήσαντος ἐπὶ τούτοις κρίσεως, καθ᾿ ὅσον ἕκαστος ἔζησε χρόνον καὶ καθ᾿ οὓς ἐπολιτεύσατο νόμους, ἣν οὐκ ἄν τις ἀμφισβητήσειεν εἶναι δικαίαν.
Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἤ τινος ἕνεκεν· εἰ δέ τινος ἕνεκεν, πότερον ἐπὶ τοῦτο γενόμενον αὐτὸ τὸ ζῆν καὶ διαμένειν καθ᾿ ἣν ἐγένετο φύσιν ἢ διὰ χρείαν τινός· εἰ δὲ κατὰ χρείαν, ἤτοι τὴν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων καὶ πλείονος φροντίδος ἠξιωμένων. Ὃ δὴ καὶ κοινότερον σκοποῦντες εὑρίσκομεν ὅτι πᾶς εὖ φρονῶν καὶ λογικῇ κρίσει πρὸς τὸ ποιεῖν τι κινούμενος οὐδὲν ὧν κατὰ πρόθεσιν ἐνεργεῖ ποιεῖ μάτην, ἀλλ᾿ ἤτοι τῆς ἰδίας ἕνεκεν χρήσεως ἢ διὰ χρείαν ἄλλου τινὸς ὧν πεφρόντικεν ἢ δι᾿ αὐτὸ τὸ γινόμενον, ὁλκῇ τινι φυσικῇ καὶ στοργῇ πρὸς τὴν αὐτοῦ γένεσιν κινούμενος· οἷον (λεγέσθω γὰρ δι᾿ εἰκόνος τινός,
v.2.p.232
ἵνα σαφὲς γένηται τὸ προκείμενον) ἄνθρωπος ποιεῖ μὲν οἶκον διὰ τὴν ἰδίαν χρείαν, ποιεῖ δὲ βουσὶ καὶ καμήλοις ἢ τοῖς ἄλλοις ζώοις, ὧν ἐστιν ἐνδεής, τὴν ἑκάστῳ τούτων ἁρμόζουσαν σκέπην, οὐκ ἰδίας ἕνεκεν χρήσεως κατὰ τὸ φαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ τέλος διὰ τοῦτο, κατὰ δὲ τὸ προσεχὲς διὰ τὴν τούτων ὧν πεφρόντικεν ἐπιμέλειαν· ποιεῖται δὲ καὶ παῖδας οὔτε διὰ χρείαν ἰδίαν οὔτε δι᾿ ἕτερόν τι τῶν αὐτῷ προσηκόντων, ἀλλ᾿ ἐπὶ τῷ εἶναί τε καὶ διαμένειν καθ᾿ ὅσον οἷόν τε τοὺς ὑπ᾿ αὐτοῦ γεννωμένους, τῇ τῶν παίδων καὶ τῶν ἐγγόνων διαδοχῇ τὴν ἑαυτοῦ τελευτὴν παραμυθούμενος καὶ ταύτῃ τὸ θνητὸν ἀπαθανατίζειν οἰόμενος. Ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων. Ὁ μέντοι θεὸς οὔτ᾿ ἂν μάτην ἐποίησε τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός, οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ ἐστιν ἀπροσδεής. Τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν ὑπ᾿ αὐτοῦ γενομένων συντελέσειεν ἂν εἰς χρείαν ἰδίαν. Ἀλλ᾿ οὐδὲ διά τινα τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἔργων ἐποίησε τὸν ἄνθρωπον. Οὐδὲν γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν. Οὐδὲ γὰρ ὁ λόγος εὑρίσκει τινὰ χρείαν τῆς τῶν ἀνθρώπων γενέσεως αἰτίαν, τῶν μὲν ἀθανάτων ἀνενδεῶν ὄντων καὶ μηδεμιᾶς μηδαμῶς παρ᾿ ἀνθρώπων συντελείας πρὸς τὸ εἶναι δεομένων, τῶν δὲ ἀλόγων ἀρχομένων κατὰ φύσιν καὶ τὰς πρὸς ὃ πέφυκεν
v.2.p.234
ἕκαστον χρείας ἀνθρώποις ἀποπληρούντων, ἀλλ᾿ οὐκ αὖ τούτοις χρῆσθαι πεφυκότων· θέμις γὰρ οὔτε ἦν οὔτε ἐστὶ τὸ ἄρχον καὶ ἡγεμονοῦν ὑπάγειν εἰς χρῆσιν τοῖς ἐλάττοσιν, ἢ τὸ λογικὸν ὑποτάττειν ἀλόγοις, οὖσι πρὸς τὸ ἄρχειν ἀνεπιτηδείοις. Οὐκοῦν εἰ μήτε ἀναιτίως καὶ μάτην γέγονεν ἄνθρωπος (οὐδὲν γὰρ τῶν ὑπὸ θεοῦ γενομένων μάταιον, κατά γε τὴν τοῦ ποιήσαντος γνώμην), μήτε χρείας ἕνεκεν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν ὑπὸ θεοῦ γενομένων ποιημάτων, εὔδηλον ὅτι κατὰ μὲν τὸν πρῶτον καὶ κοινότερον λόγον δι᾿ ἑαυτὸν καὶ τὴν ἐπὶ πάσης τῆς δημιουργίας θεωρουμένην ἀγαθότητα καὶ σοφίαν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατὰ δὲ τὸν προσεχέστερον τοῖς γενομένοις λόγον διὰ τὴν αὐτῶν τῶν γενομένων ζωήν, οὐκ ἐπὶ μικρὸν ἐξαπτομένην, εἶτα παντελῶς σβεννυμένην. Ἑρπετοῖς γάρ, οἶμαι, καὶ πτηνοῖς καὶ νηκτοῖς
v.2.p.236
ἢ καὶ κοινότερον εἰπεῖν πᾶσι τοῖς ἀλόγοις τὴν τοιαύτην ζωὴν ἀπένειμεν ὁ θεός· τοῖς δὲ αὐτὸν ἐν ἑαυτοῖς ἀγαλματοφοροῦσι τὸν ποιητήν, νοῦν τε συνεπιφερομένοις καὶ λογικῆς κρίσεως μεμοιραμένοις, τὴν εἰς ἀεὶ διαμονὴν ἀπεκλήρωσεν ὁ ποιητής, ἵνα γινώσκοντες τὸν ἑαυτῶν ποιητὴν καὶ τὴν τούτου δύναμίν τε καὶ σοφίαν, νόμῳ τε συνεπόμενοι καὶ δίκῃ, τούτοις συνδιαιωνίζωσιν ἀπόνως οἷς τὴν προλαβοῦσαν ἐκράτυναν ζωήν, καίπερ ἐν φθαρτοῖς καὶ γηΐνοις ὄντες σώμασιν. Ὁπόσα μὲν γὰρ ἄλλου του χάριν γέγονεν, παυσαμένων ἐκείνων ὧν ἕνεκεν γέγονε, παύσεται εἰκότως καὶ αὐτὰ τὰ γενόμενα τοῦ εἶναι, καὶ οὐκ ἂν διαμένοι μάτην, ὡς ἂν μηδεμίαν ἐν τοῖς ὑπὸ θεοῦ γενομένοις τοῦ ματαίου χώραν ἔχοντος· τά γε μὴν δι᾿ αὐτὸ τὸ εἶναι καὶ ζῆν καθὼς πέφυκε γενόμενα, ὡς αὐτῆς τῆς αἰτίας
v.2.p.238
τῇ φύσει συνειλημμένης καὶ κατ᾿ αὐτὸ μόνον τὸ εἶναι θεωρουμένης, οὐδεμίαν οὐδέποτε δέξαιτ᾿ ἂν τὴν τὸ εἶναι παντελῶς ἀφανίζουσαν αἰτίαν. Ταύτης δὲ ἐν τῷ εἶναι πάντοτε θεωρουμένης, δεῖ σώζεσθαι πάντως καὶ τὸ γενόμενον ζῶον, ἐνεργοῦν τε καὶ πάσχον ἃ πέφυκεν, ἑκατέρου τούτων ἐξ ὧν γέγονε τὰ παρ᾿ ἑαυτοῦ συνεισφέροντος, καὶ τῆς μὲν ψυχῆς οὔσης τε καὶ διαμενούσης ὁμαλῶς ἐν ᾗ γέγονε φύσει, καὶ διαπονούσης ἃ πέφυκεν (πέφυκε δὲ ταῖς τοῦ σώματος ἐπιστατεῖν ὁρμαῖς καὶ τὸ προσπίπτον ἀεὶ τοῖς προσήκουσι κρίνειν καὶ μετρεῖν κριτηρίοις καὶ μέτροις), τοῦ δὲ σώματος κινουμένου κατὰ φύσιν πρὸς ἃ πέφυκεν, καὶ τὰς ἀποκληρωθείσας αὐτῷ δεχομένου μεταβολάς, μετὰ δὲ τῶν ἄλλων τῶν κατὰ τὰς ἡλικίας ἢ κατ᾿ εἶδος ἢ μέγεθος τὴν ἀνάστασιν. Εἶδος γάρ τι μεταβολῆς, καὶ πάντων ὕστατον, ἡ ἀνάστασις ἥ τε τῶν κατ᾿ ἐκεῖνον τὸν χρόνον περιόντων ἔτι πρὸς τὸ κρεῖττον μεταβολή.
Ἐπὶ δὲ τούτοις τεθαῤῥηκότες, οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις, καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ᾿ ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν, ὡς τῷ παρόντι βίῳ προσήκουσαν, καὶ τὴν ἐν ἐφθαρσίᾳ διαμονὴν ἐλπίζομεν βεβαίως· ἣν οὐ παρ᾿ ἀνθρώπων ἀναπλάττομεν μάτην, ψευδέσιν ἑαυτοὺς βουκολοῦντες ἐλπίσιν, ἀπλανεστάτῳ δὲ πεπιστεύκαμεν ἐχεγγύῳ, τῇ τοῦ δημιουργήσαντος ἡμᾶς γνώμῃ, καθ᾿ ἣν ἐποίησεν ἄνθρωπον ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος, νοῦν τε συγκατεσκεύασεν αὐτῷ καὶ νόμον ἔμφυτον ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῶν παρ᾿ αὐτοῦ δεδομένων, ἔμφρονί τε βίῳ καὶ ζωῇ λογικῇ προσηκόντων,
v.2.p.240
εὖ εἰδότες ὡς οὐκ ἂν τοιοῦτον κατεσκεύασε ζῶον καὶ πᾶσι τοῖς πρὸς διαμονὴν ἐκόσμησεν, εἰ μὴ διαμένειν ἐβούλετο τὸ γενόμενον. Εἰ τοίνυν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ἐποίησεν ἄνθρωπον ἐπὶ τῷ ζωῆς ἔμφρονος μετασχεῖν, καὶ γενόμενον θεωρὸν τῆς τε μεγαλοπρεπείας αὐτοῦ καὶ τῆς ἐπὶ πᾶσι σοφίας τῇ τούτων συνδιαμένειν ἀεὶ θεωρίᾳ, κατὰ τὴν ἐκείνου γνώμην καὶ καθ᾿ ἣν εἴληχε φύσιν, ἡ μὲν τῆς γενέσεως αἰτία πιστοῦται τὴν εἰς ἀεὶ διαμονήν, ἡ δὲ διαμονὴ τὴν ἀνάστασιν, ἧς χωρὶς οὐκ ἂν διαμείνειεν ἄνθρωπος. Ἐκ δὲ τῶν εἰρημένων εὔδηλον ὡς τῇ τῆς γενέσεως αἰτίᾳ καὶ τῇ γνώμῃ τοῦ ποιήσαντος δείκνυται σαφῶς ἡ ἀνάστασις. Τοιαύτης δὲ τῆς αἰτίας οὔσης, καθ᾿ ἣν εἰς τόνδε παρῆκται τὸν κόσμον ἄνθρωπος, ἀκόλουθον ἂν εἴη τὸν τούτοις κατὰ φύσιν ἢ καθ᾿ εἱρμὸν ἑπόμενον διασκέψασθαι λόγον· ἕπεται δὲ κατὰ τὴν ἐξέτασιν τῇ μὲν αἰτίᾳ τῆς γενέσεως ἡ τῶν γεννηθέντων ἀνθρώπων φύσις, τῇ δὲ φύσει τῶν γενομένων ἡ τοῦ ποιήσαντος ἐπὶ τούτοις δικαία κρίσις, τούτοις τε πᾶσι τὸ τοῦ βίου τέλος. Ἐξητασμένων δὲ ἡμῖν τῶν προτεταγμένων ἐπισκεπτέον ἑξῆς τὴν τῶν ἀνθρώπων φύσιν.
Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν προβαλλομένων ἀπόδειξις, τὴν ἀπλανῆ τοῖς λεγομένοις
v.2.p.242
ἐπιφέρουσα πίστιν, οὐκ ἔξωθέν ποθεν ἔχει τὴν ἀρχήν, οὐδ᾿ ἐκ τῶν τισι δοκούντων ἢ δεδογμένων, ἀλλ᾿ ἐκ τῆς κοινῆς καὶ φυσικῆς ἐννοίας ἢ τῆς πρὸς τὰ πρῶτα τῶν δευτέρων ἀκολουθίας. Ἤ γὰρ περὶ τῶν πρώτων ἐστὶ δογμάτων, καὶ δεῖ μόνης ὑπομνήσεως τῆς τὴν φυσικὴν ἀνακινούσης ἔννοιαν, ἢ περὶ τῶν κατὰ φύσιν ἑπομένων τοῖς πρώτοις καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ δεῖ τῆς ἐπὶ τούτοις τάξεως, δεικνύντας τί τοῖς πρώτοις ἢ τοῖς προτεταγμένοις ἀκολουθεῖ κατ᾿ ἀλήθειαν, ἐπὶ τὸ μήτε τῆς ἀληθείας ἢ τῆς κατ᾿ αὐτὴν ἀσφαλείας ἀμελεῖν, μήτε τὰ τῇ φύσει τεταγμένα καὶ διωρισμένα συγχεῖν ἢ τὸν φυσικὸν εἱρμὸν διασπᾶν. Ὅθεν οἶμαι χρῆναι δίκαιον περὶ τῶν προκειμένων ἐσπουδακότας, καὶ κρίνειν ἐμφρόνως θέλοντας εἴτε γίνεται τῶν ἀνθρωπίνων σωμάτων ἀνάστασις εἴτε μή, πρῶτον μὲν ἐπισκοπεῖν καλῶς τῶν πρὸς τὴν τοῦδε δεῖξιν συντελούντων τὴν δύναμιν, καὶ ποίαν ἕκαστον εἴληχε χώραν, καὶ τί μὲν τούτων πρῶτον τί δὲ δεύτερον τί δὲ τρίτον τί δὲ ἐπὶ τούτοις ὕστατον. Ταῦτα δὲ διαταξαμένους χρὴ πρώτην μὲν τάξαι τὴν αἰτίαν τῆς τῶν ἀνθρώπων γενέσεως, τοῦτ᾿ ἔστι τὴν τοῦ δημιουργήσαντος γνώμην καθ᾿ ἣν ἐποίησεν ἄνθρωπον, ταύτῃ δὲ προσφυῶς ἐπισυνάψαι τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, οὐχ ὡς τῇ τάξει δευτερεύουσαν, διὰ δὲ τὸ μὴ δύνασθαι κατὰ ταὐτὸν
v.2.p.244
ἀμφοτέρων γενέσθαι τὴν κρίσιν, κἂν ὅτι μάλιστα συνυπάρχωσιν ἀλλήλαις καὶ πρὸς τὸ προκείμενον τὴν ἴσην παρέχωνται δύναμιν. Διὰ δὲ τούτων, ὡς πρώτων καὶ τὴν ἐκ δημιουργίας ἐχόντων ἀρχήν, ἐναργῶς δεικνυμένης τῆς ἀναστάσεως, οὐδὲν ἧττον καὶ διὰ τῶν τῆς προνοίας λόγων ἔστι λαβεῖν τὴν περὶ ταύτης πίστιν, λέγω δὲ διὰ τῆς ἑκάστῳ τῶν ἀνθρώπων ὀφειλομένης κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν ἀνθρώπινον βίον τέλους. Πολλοὶ γὰρ τὸν τῆς ἀναστάσεως λόγον διαλαμβάνοντες τῷ τρίτῳ μόνῳ τὴν πᾶσαν ἐπήρεισαν αἰτίαν, νομίσαντες τὴν αἰτίαν γίνεσθαι διὰ τὴν κρίσιν. Τοῦτο δὲ περιφανῶς δείκνυται ψεῦδος ἐκ τοῦ πάντας μὲν ἀνίστασθαι τοὺς ἀποθνήσκοντας ἀνθρώπους, μὴ πάντας δὲ κρίνεσθαι τοὺς ἀναστάντας· εἰ γὰρ μόνον τὸ κατὰ τὴν κρίσιν δίκαιον τῆς ἀναστάσεως ἦν αἴτιον, ἐχρῆν δήπου τοὺς μηδὲν ἡμαρτηκότας ἢ κατορθώσαντας μηδ᾿ ἀνίστασθαι, τοῦτ᾿ ἔστι τοὺς
v.2.p.246
κομιδῆ νέους παῖδας· ἐξὸν δὲ πάντας ἀνίστασθαι, τούς τε ἄλλους καὶ δὴ καὶ τοὺς κατὰ τὴν πρώτην ἡλικίαν τελευτήσαντας, καὶ αὐτοὶ δικαιοῦσιν ὡς οὐ διὰ τὴν κρίσιν ἡ ἀνάστασις γίνεται κατὰ πρῶτον λόγον, ἀλλὰ διὰ τὴν τοῦ δημιουργήσαντος γνώμην καὶ τὴν τῶν δημιουργηθέντων φύσιν.
Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασι, δίκαιον ἴσως πρὸς μηδὲν ἀποκνῆσαι τῶν προτεθέντων, ἀκολούθως δὲ τοῖς εἰρημένοις καὶ τὰς ἐξ ἑκάστου τῶν ἑπομένων ἀφορμὰς ὑποδεῖξαι τοῖς ἐξ αὐτῶν συνιδεῖν μὴ δυναμένοις, καὶ πρό γε τῶν ἄλλων τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, ἐπὶ τὴν αὐτὴν ἄγουσαν ἔννοιαν καὶ τὴν ἴσην παρέχουσαν περὶ τῆς ἀναστάσεως πίστιν. Εἰ γὰρ πᾶσα κοινῶς ἡ τῶν ἀνθρώπων φύσις ἐκ ψυχῆς ἀθανάτου καὶ τοῦ κατὰ τὴν γένεσιν αὐτῇ συναρμοσθέντος σώματος ἔχει τὴν σύστασιν, καὶ μήτε τῇ φύσει τῆς ψυχῆς καθ᾿ ἑαυτὴν μήτε τῇ φύσει τοῦ σώματος χωρὶς ἀπεκλήρωσε θεὸς τὴν τοιάνδε γένεσιν ἢ τὴν ζωὴν καὶ τὸν σύμπαντα βίον, ἀλλὰ τοῖς ἐκ τούτων γενομένοις ἀνθρώποις, ἵν᾿ ἐξ ὧν γεννῶνται καὶ ζῶσι διαβιώσαντες εἰς ἕν τι καὶ κοινὸν καταλήξωσι τέλος, δεῖ πάντως ἑνὸς ὄντος ἐξ ἀμφοτέρων ζώου, τοῦ καὶ πάσχοντος ὁπόσα πάθη ψυχῆς καὶ ὁπόσα τοῦ σώματος, ἐνεργοῦντός τε καὶ πράττοντος ὁπόσα τῆς αἰσθητικῆς ἢ τῆς λογικῆς δεῖται κρίσεως,
v.2.p.248
πρὸς ἕν τι τέλος ἀναφέρεσθαι πάντα τὸν ἐκ τούτων εἱρμόν, ἵνα πάντα καὶ διὰ πάντων συντρέχῃ πρὸς μίαν ἁρμονίαν καὶ τὴν αὐτὴν συμπάθειαν, ἀνθρώπου γένεσις, ἀνθρώπου φύσις, ἀνθρώπου ζωή, ἀνθρώπου πράξεις καὶ πάθη, καὶ βίος καὶ τὸ τῇ φύσει προσῆκον τέλος. Εἰ δὲ μία τίς ἐστιν ἁρμονία τοῦ ζώου παντὸς καὶ συμπάθεια, καὶ τῶν ἐκ ψυχῆς φυομένων καὶ τῶν διὰ τοῦ σώματος ἐπιτελουμένων, ἓν εἶναι δεῖ καὶ τὸ ἐπὶ πᾶσι τούτοις τέλος. Ἓν δὲ τέλος ἔσται κατ᾿ ἀλήθειαν, τοῦ αὐτοῦ ζώου κατὰ τὴν ἑαυτοῦ σύστασιν ὄντος, οὗπέρ ἐστι τέλος τὸ τέλος. Τὸ αὐτὸ δὲ ζῶον ἔσται καθαρῶς, τῶν αὐτῶν ὄντων πάντων ἐξ ὧν ὡς μερων τὸ ζῶον. Τὰ αὐτὰ δὲ κατὰ τὴν ἰδιάζουσαν ἕνωσιν ἔσται, τῶν διαλυθέντων πάλιν ἑνωθέντων πρὸς τὴν τοῦ ζώου σύστασιν. Ἡ δὲ τῶν αὐτῶν ἀνθρώπων σύσταστις ἐξ ἀνάγκης ἑπομένην δείκνυσι τὴν τῶν νεκρωθέντων καὶ διαλυθέντων σωμάτων ἀνάστασιν· ταύτης γὰρ χωρὶς οὔτ᾿ ἂν ἑνωθείη τὰ αὐτὰ μέρη κατὰ φύσιν ἀλλήλοις, οὔτ᾿ ἂν συσταίη τῶν αὐτῶν ἀνθρώπων ἡ φύσις. Εἰ δὲ καὶ νοῦς καὶ λόγος δέδοται τοῖς ἀνθρώποις πρὸς διάκρισιν νοητῶν, οὐκ οὐσιῶν μόνον ἀλλὰ καὶ τῆς τοῦ δόντος ἀγαθότητος καὶ σοφίας καὶ δικαιοσύνης, ἀνάγκη, διαμενόντων ὧν ἕνεκεν ἡ λογικὴ δέδοται κρίσις, καὶ αὐτὴν διαμένειν τὴν ἐπὶ τούτοις δοθεῖσαν κρίσιν. Ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ τῆς δεξαμένης αὐτὴν καὶ τῆς ἐν οἷς ἐστι διαμενούσης φύσεως. Ὁ δὲ καὶ νοῦν καὶ λόγον δεξάμενός ἐστιν ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Ἄνθρωπον ἄρα δεῖ τὸν ἐξ ἀμφοτέρων ὄντα διαμένειν εἰς ἀεί. Τοῦτον δὲ ἀδύνατον διαμένειν, μὴ
v.2.p.250
ἀνιστάμενον. Ἀναστάσεως γὰρ μὴ γινομένης, οὐκ ἂν ἡ τῶν ἀνθρώπων ὡς ἀνθρώπων διαμένοι φύσις. Τῆς δὲ τῶν ἀνθρώπων φύσεως μὴ διαμενούσης, μάτην μὲν ἡ ψυχὴ συνήρμοσται τῇ τοῦ σώματος ἐνδείᾳ καὶ τοῖς τούτου πάθεσι, μάτην δὲ τὸ σῶμα πεπέδηται πρὸς τὸ τυγχάνειν ὧν ὀρέγεται, ταῖς τῆς ψυχῆς ἡνίαις ὑπεῖκον καὶ χαλιναγωγούμενον, μάταιος δὲ ὁ νοῦς, ματαία δὲ φρόνησις, καὶ δικαιοσύνης παρατήρησις, ἢ καὶ πάσης ἀρετῆς ἄσκησις, καὶ νόμων θέσις καὶ διάταξις, καὶ συνόλως εἰπεῖν πᾶν ὅ τι περ ἐν ἀνθρώποις καὶ δἰ ἀνθρώπους καλόν, μᾶλλον δὲ καὶ αὐτὴ τῶν ἀνθρώπων ἡ γένεσίς τε καὶ φύσις. Εἰ δὲ πάντων καὶ πανταχόθεν ἀπελήλαται τῶν ἔργων τοῦ θεοῦ καὶ τῶν ὑπ᾿ ἐκεῖνου διδομένων δωρεῶν τὸ μάταιον, δεῖ πάντως τῷ τῆς ψυχῆς ἀτελευτήτῳ συνδιαιωνίζειν τὴν τοῦ σώματος διαμονὴν κατὰ τὴν οἰκείαν φύσιν.
Ξενιζέσθω δὲ μηδεὶς εἰ τὴν θανάτῳ καὶ φθορᾷ διακοπτομένην ζωὴν ὀνομάζομεν διαμονήν, λογιζόμενος ὡς οὐχ εἷς τοῦ προσρήματος ὁ λόγος, οὐχ ἓν τῆς διαμονῆς τὸ μέτρον, ὅτι μηδὲ τῶν διαμενόντων φύσις μία. Εἴπερ γὰρ κατὰ τὴν
v.2.p.252
οἰκείαν φύσιν ἕκαστον τῶν διαμενόντων ἔχει τὴν διαμονήν, οὔτ᾿ ἐπὶ τῶν καθαρῶς ἀφθάρτων καὶ ἀθανάτων εὕροι τις ἂν ἰσάζουσαν τὴν διαμονήν, τῷ μηδὲ τὰς οὐσίας τῶν κρειττόνων συνεξισοῦσθαι ταῖς καθ᾿ ὑπόβασιν διαφερούσαις, οὔτ᾿ ἐπὶ τῶν ἀνθρώπων τὴν ὁμαλὴν ἐκείνην τὴν ἀμετάβλητον ἐπιζητεῖν ἄξιον, ἅτε δὴ τῶν μὲν ἐξ ἀρχῆς γενομένων ἀθανάτων καὶ διαμενόντων μόνῃ τῇ γνώμῃ τοῦ ποιήσαντος ἀτελευτήτως, τῶν δὲ ἀνθρώπων κατὰ μὲν τὴν ψυχὴν ἀπὸ γενέσεως ἐχόντων τὴν ἀμετάβλητον διαμονήν, κατὰ δὲ τὸ σῶμα προσλαμβανόντων ἐκ μεταβολῆς τὴν ἀφθαρσίαν· ὅπερ ὁ τῆς ἀναστάσεως λόγος βούλεται· πρὸς ἣν ἀποβλέποντες, τήν τε διάλυσιν τοῦ σώματος, ὡς ἑπομένην τῇ μετ᾿ ἐνδείας καὶ φθορᾶς ζωῇ, περιμένομεν, καὶ μετὰ ταύτην τὴν μετ᾿ ἀφθαρσίας ἐλπίζομεν διαμονήν, οὔτε τῇ τῶν ἀλόγων τελευτῇ συνεξισοῦντες τὴν ἡμετέραν τελευτήν, οὔτε τῇ τῶν ἀθανάτων διαμονῇ τὴν τῶν ἀνθρώπων διαμονήν, ἵνα μὴ λάθωμεν ταύτῃ συνεξισοῦντες καὶ τὴν τῶν ἀνθρώπων φύσιν καὶ ζωὴν οἷς μὴ προσῆκεν. Οὐ τοίνυν ἐπὶ τούτῳ δυσχεραίνειν ἄξιον, εἴ τις ἀνωμαλία θεωρεῖται περὶ τὴν τῶν ἀνθρώπων διαμονήν, οὐδ᾿ ἐπειδὴ χωρισμὸς ψυχῆς ἀπὸ τῶν τοῦ σώματος μερῶν καὶ μορίων διάλυσις τὴν συνεχῆ διακόπτει ζωήν,
v.2.p.254
διὰ τοῦτ᾿ ἀπογινώσκειν χρὴ τὴν ἀνάστασιν. Οὐδὲ γὰρ ἐπειδὴ τὴν κατὰ συναίσθησιν ζωὴν διακόπτειν δοκοῦσιν αἱ κατὰ τὸν ὕπνον φυσικῶς ἐγγινόμεναι παρέσεις τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν δυνάμεων, ἰσομέτροις χρόνου διαστήμασιν ὑπνούντων τῶν ἀνθρώπων καὶ τρόπον τινὰ πάλιν ἀναβιωσκόντων, τὴν αὐτὴν παραιτούμεθα ζωὴν λέγειν· παρ᾿ ἣν αἰτίαν, οἶμαι, τινὲς ἀδελφὸν τοῦ θανάτου τὸν ὕπνον ὀνομάζουσιν, οὐχ ὡς ἐκ τῶν αὐτῶν προγόνων ἢ πατέρων φύντας γενεαλογοῦντες, ἀλλ᾿ ὡς τῶν ὁμοίων παθῶν τοῖς τε θανοῦσι καὶ τοῖς ὑπνοῦσιν ἐγγινομένων, ἕνεκά γε τῆς ἠρεμίας καὶ τοῦ μηδενὸς ἐπαισθάνεσθαι τῶν παρόντων ἢ γινομένων, μᾶλλον δὲ μηδὲ τοῦ εἶναι καὶ τῆς ἰδίας ζωῆς. Εἴπερ οὖν τὴν τῶν ἀνθρώπων ζωὴν τοσαύτης γέμουσαν ἀνωμαλίας ἀπὸ γενέσεως μέχρι διαλύσεως, καὶ διακοπτομένην πᾶσιν οἷς προείπομεν, οὐ παραιτούμεθα τὴν αὐτὴν λέγειν ζωήν, οὐδὲ τὴν ἐπέκεινα τῆς διαλύσεως ζωήν, ἥτις ἑαυτῇ συνεισάγει τὴν ἀνάστασιν, ἀπογινώσκειν ὀφείλομεν, κἂν ἐπὶ ποσὸν διακόπτηται τῷ χωρισμῷ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος.
Αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις, ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονήν, ποτὲ μὲν ὕπνῳ ποτὲ δὲ θανάτῳ διακοπτομένην καὶ ταῖς καθ᾿ ἑκάστην ἡλικίαν μεταβολαῖς, οὐκ ἐμφαινομένων ἐναργῶς τοῖς πρώτοις τῶν ὕστερον ἐπιγινομένων. Ἢ τίς ἂν ἐπίστευσεν, μὴ τῇ πείρᾳ δεδιδαγμένος,
v.2.p.256
ἐν ὁμοιομερεῖ καὶ διαπλάστῳ τῷ σπέρματι τοσούτων καὶ τηλικούτων ἀποκεῖσθαι δυνάμεων ἢ τῶν ταύτῃ ἐπισυνισταμένων καὶ πηγνυμένων ὄγκων διαφοράν, ὀστέων φημὶ καὶ νεύρων καὶ χόνδρων, ἔτι δὲ καὶ μυῶν καὶ σαρκῶν καὶ σπλάγχνων καὶ τῶν λοιπῶν τοῦ σώματος μερῶν; Οὔτε γὰρ ἐν ὑγροῖς ἔτι τοῖς σπέρμασι τούτων ἔστιν ἰδεῖν οὐδέν, οὔτε μὴν τοῖς νηπίοις ἐμφαίνεταί τι τῶν τοῖς τελείοις ἐπιγινομένων, ἢ τῇ τῶν τελείων ἡλικίᾳ τὰ τῶν παρηβηκότων, ἢ τούτοις τὰ τῶν γεγηρακότων. Ἀλλὰ δὴ καίτοι τῶν εἰρημένων τινῶν μὲν οὔθ᾿ ὅλως τινῶν δὲ ἀμυδρῶς ἐμφαινόντων τὴν φυσικὴν ἀκολουθίαν καὶ τὰς τῇ φύσει τῶν ἀνθρώπων ἐπιγινομένας μεταβολάς, ὅμως ἴσασιν ὅσοι μὴ τυφλώττουσιν ὑπὸ κακίας ἢ ῥαθυμίας περὶ τὴν τούτων κρίσιν, ὅτι δεῖ πρῶτον μὲν γενέσθαι τῶν σπερμάτων
v.2.p.258
καταβολήν, διαρθρωθέντων δὲ τούτων καθ᾿ ἕκαστον μέρος καὶ μόριον καὶ προελθόντων εἰς φῶς τῶν κυηθέντων ἐπιγίνεται μὲν ἡ κατὰ τὴν πρώτην ἡλικίαν αὔξησις, ἥ τε κατ᾿ αὔξησιν τελείωσις, τελειωθέντων δὲ ὕφεσις τῶν φυσικῶν δυνάμεων μέχρι γήρως, εἶτα πεπονηκότων τῶν σωμάτων ἡ διάλυσις. Ὥσπερ οὖν ἐπὶ τούτῳ, οὔτε τοῦ σπέρματος ἐγγεγραμμένην ἔχοντος τὴν τῶν ἀνθρώπων ζωὴν ἢ μορφὴν οὔτε τῆς ζωῆς τὴν εἰς τὰς πρώτας ἀρχὰς διάλυσιν, ὁ τῶν φυσικῶς γενομένων εἱρμὸς παρέχει τὴν πίστιν τοῖς οὐκ ἐξ αὐτῶν τῶν φαινομένων ἔχουσι
v.2.p.260
τὸ πιστόν, πολὺ μᾶλλον ὁ λόγος ἐκ τῆς φυσικῆς ἀκολουθίας ἀνιχνεύων τὴν ἀλήθειαν πιστοῦται τὴν ἀνάστασιν, ἀσφαλέστερος ὢν καὶ κρείττων τῆς πείρας πρὸς πίστωσιν ἀληθείας.
Τῶν πρώην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς ἡ τῶν πρώτων ἀνθρώπων ἐκ δημιουργίας γένεσις· ἀλλ᾿ οἱ μὲν ἐξ αὐτῆς κρατύνονται τῆς πρώτης ἀρχῆς ἐξ ἧσπερ ἔφυσαν, οἱ δέ, παρεπόμενοι τῇ τε φύσει καὶ τῷ βίῳ τῶν ἀνθρώπων, ἐκ τῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας λαμβάνουσι τὴν πίστιν· ἡ μὲν γὰρ αἰτία, καθ᾿ ἣν καὶ δι᾿ ἣν γεγόνασιν ἄνθρωποι, συνεζευγμένη τῇ φύσει τῶν ἀνθρώπων, ἐκ δημιουργίας ἔχει τὴν ἰσχύν, ὁ δὲ τῆς δικαιοσύνης λόγος, καθ᾿ ὃν κρίνει θεὸς τοὺς εὖ ἢ κακῶς βεβιωκότας ἀνθρώπους, ἐκ τοῦ τούτων τέλους· φύονται μὲν γὰρ ἐκεῖθεν, ἤρτηνται δὲ μᾶλλον τῆς προνοίας. Δεδειγμένων δὲ ἡμῖν τῶν πρώτων ὡς οἷόν τε, καλῶς ἂν ἔχοι καὶ διὰ τῶν ὑστέρων δεῖξαι τὸ προκείμενον, λέγω δὲ διὰ τῆς ὀφειλομένης ἑκάστῳ τῶν ἀνθρώπων κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν ἀνθρώπινον βίον τέλους, αὐτῶν δὲ τούτων προτάξαι τὸν κατὰ φύσιν ἡγούμενον, καὶ πρῶτόν γε διασκέψασθαι τὸν περὶ τῆς κρίσεως λόγον· τοσοῦτον μόνον ὑπειπόντας,
v.2.p.262
φροντίδι τῆς προσηκούσης τοῖς προκειμένοις ἀρχῆς καὶ τάξεως, ὅτι δεῖ τοὺς ποιητὴν τὸν θεὸν τοῦδε τοῦ παντὸς παραδεξαμένους τῇ τούτου σοφίᾳ καὶ δικαιοσύνῃ τὴν τῶν γενομένων ἁπάντων ἀνατιθέναι φυλακήν τε καὶ πρόνοιαν, εἴ γε ταῖς ἰδίαις ἀρχαῖς παραμένειν ἐθέλοιεν, ταῦτα δὲ περὶ τούτων φρονοῦντας μηδὲν ἡγεῖσθαι μήτε τῶν κατὰ γῆν μήτε τῶν κατ᾿ οὐρανὸν ἀνεπιτρόπευτον μηδ᾿ ἀπρονόητον, ἀλλ᾿ ἐπὶ πᾶν ἀφανὲς ὁμοίως καὶ φαινόμενον, μικρόν τε καὶ μεῖζον, διήκουσαν γινώσκειν τὴν παρὰ τοῦ ποιήσαντος ἐπιμέλειαν. Δεῖται γὰρ πάντα τὰ γενόμενα τῆς παρὰ τοῦ ποιήσαντος ἐπιμελείας, ἰδίως δὲ ἕκαστον καθ᾿ ὃ πέφυκε καὶ πρὸς ὃ πέφυκεν· ἀχρείου γὰρ οἶμαι φιλοτιμίας τὸ κατάγειν ἢ διαιρεῖν νῦν ἢ τὸ πρόσφορον ἑκάστῃ φύσει καταλέγειν ἐθέλειν. Ὅ γε μὴν
v.2.p.264
ἄνθρωπος, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡς μὲν ἐνδεὴς δεῖται τροφῆς, ὡς δὲ θνητὸς διαδοχῆς, ὡς δὲ λογικὸς δίκης. Εἰ δὲ τῶν εἰρημένων ἕκαστόν ἐστιν ἀνθρώπῳ κατὰ φύσιν, καὶ δεῖται μὲν τροφῆς διὰ τὴν ζωήν, δεῖται δὲ διαδοχῆς διὰ τὴν τοῦ γένους διαμονήν, δεῖται δὲ δίκης διὰ τὸ τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἔννομον, ἀνάγκη δήπου, τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἐπὶ τὸ συναμφότερον φερομένης, ἐπὶ τοῦτο φέρεσθαι καὶ τὴν δίκην, λέγω δὲ συναμφότερον τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ τὸν τοιοῦτον ἄνθρωπον γίνεσθαι πάντων τῶν πεπραγμένων ὑπόδικον, τήν τε ἐπὶ τούτοις δέχεσθαι τιμὴν ἢ τιμωρίαν. Εἰ δὲ κατὰ τοῦ συναμφοτέρου φέρει τὴν ἐπὶ τοῖς εἰργασμένοις δίκην ἡ δικαία κρίσις, καὶ μήτε τὴν ψυχὴν μόνην δεῖ κομίσασθαι τὰ ἐπίχειρα τῶν μετὰ τοῦ σώματος εἰργασμένων (ἀπροσπαθὴς γὰρ αὕτη καθ᾿ ἑαυτὴν τῶν περὶ τὰς σωματικὰς ἡδονὰς ἢ τροφὰς καὶ θεραπείας γινομένων πλημμελημάτων) μήτε τὸ σῶμα μόνον (ἄκριτον γὰρ τοῦτο καθ᾿ ἑαυτὸ νόμου καὶ δίκης), ὁ δὲ ἐκ τούτων ἄνθρωπος τὴν ἐφ᾿ ἑκάστῳ τῶν εἰργασμένων αὐτῷ δέχεται κρίσιν, τοῦτο δὲ οὔτε κατὰ τήνδε τὴν ζωὴν εὑρίσκει συμβαῖνον ὁ λόγος (οὐ γὰρ σώζεται τὸ κατ᾿ ἀξίαν ἐν τῷ παρόντι βίῳ, διὰ τὸ πολλοὺς μὲν ἀθέους καὶ πᾶσαν ἀνομίαν καὶ κακίαν ἐπιτηδεύοντας μέχρι τελευτῆς διατελεῖν κακῶν ἀπειράτους, καὶ τοὐναντίον τοὺς κατὰ πᾶσαν ἀρετὴν ἐξητασμένον τὸν ἑαυτῶν βίον ἐπιδειξαμένους ἐν ὀδύναις ζῆν, ἐν ἐπηρείαις, ἐν συκοφαντίαις, αἰκίαις τε καὶ παντοίαις κακοπαθείαις) οὔτε δὲ μετὰ θάνατον (οὐδὲ γὰρ ἔστιν ἔτι τὸ συναμφότερον,
v.2.p.266
χωριζομένης μὲν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, σκεδαννυμένου δὲ καὶ αὐτοῦ τοῦ σώματος εἰς ἐκεῖνα πάλιν ἐξ ὧν συνεφορήθη, καὶ μηδὲν ἔτι σώζοντος τῆς προτέρας φυῆς ἢ μορφῆς, ἤ πού γε τὴν μνήμην τῶν πεπραγμένων), εὔδηλον παντὶ τὸ λειπόμενον, ὅτι δεῖ κατὰ τὸν ἀπόστολον τὸ φθαρτὸν τοῦτο καὶ σκεδαστὸν ἐνδύσασθαι ἀφθαρσίαν, ἵνα, ζωοποιηθέντων ἐξ ἀναστάσεως τῶν νεκρωθέντων καὶ πάλιν ἑνωθέντων τῶν κεχωρισμένων ἢ καὶ πάντη διαλελυμένων, ἕκαστος κομίσηται δικαίως ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά.
Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ᾿ ὅπως ἐκπίπτοντας, τοιούτοις χρήσαιτ᾿ ἄν τις λόγοις καὶ πολλῷ πλείοσι τούτων, εἴ γε πλατύνειν ἐθέλοι τὰ συντόμως καὶ κατ᾿ ἐπιδρομὴν εἰρημένα. Πρὸς δέ γε τοὺς περὶ τῶν πρώτων διαφερομένους ἴσως ἂν ἔχοι καλῶς ἑτέραν ὑποθέσθαι πρὸ τούτων ἀρχήν, συνδιαποροῦντας αὐτοῖς περὶ ὧν δοξάζουσι, καὶ τοιαῦτα συνδιασκεπτομένους, ἆρά γε πάντη καθάπαξ ἡ τῶν ἀνθρώπων παρῶπται ζωὴ καὶ σύμπας ὁ βίος, ζόφος δέ τις βαθὺς κατακέχυται τῆς γῆς, ἀγνοίᾳ καὶ σιγῇ κρύπτων αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὰς τούτων πράξεις, ἢ πολὺ τούτων ἀσφαλέστερον τὸ δοξάζειν ὅτι τοῖς ἑαυτοῦ ποιήμασιν ἐφέστηκεν ὁ ποιήσας, πάντων τῶν ὁπωσοῦν ὄντων ἢ γινομένων
v.2.p.268
ἔφορος, ἔργων τε καὶ βουλευμάτων κριτής. Εἰ μὲν γὰρ μηδεμία μηδαμοῦ τῶν ἀνθρώποις πεπραγμένων γίνοιτο κρίσις, οὐδὲν ἕξουσι πλεῖον τῶν ἀλόγων ἄνθρωποι· μᾶλλον δὲ κἀκείνων πράξουσιν ἀθλιώτερον, οἱ τὰ πάθη δουλαγωγοῦντες καὶ φροντίζοντες εὐσεβείας καὶ δικαιοσύνης ἢ τῆς ἄλλης ἀρετῆς, ὁ δὲ κτηνώδης βίος ἄριστος, ἀρετὴ δὲ ἀνόητος, δίκης δὲ ἀπειλὴ γέλως πλατύς, τὸ δὲ πᾶσαν θεραπεύειν ἡδονὴν ἀγαθὸν τὸ μέγιστον, δόγμα δὲ κοινὸν τούτων ἁπάντων καὶ νόμος εἷς τὸ τοῖς ἀκολάστοις καὶ λάγνοις φίλον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦ γὰρ τοιούτου βίου τέλος οὐδὲ ἡδονὴ κατά τινας, ἀλλ᾿ ἀναισθησία παντελής. Εἰ δέ ἐστί τις τῷ ποιήσαντι τοὺς ἀνθρώπους τῶν ἰδίων ποιημάτων φροντὶς καὶ σώζεταί που τῶν εὖ ἢ κακῶς βεβιωμένων ἡ διάκρισις, ἤτοι κατὰ τὸν παρόντα βίον, ζώντων ἔτι τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων, ἢ μετὰ θάνατον, ἐν χωρισμῷ καὶ διαλύσει τυγχανόντων. Ἀλλὰ κατ᾿ οὐδέτερον τῶν εἰρημένων εὑρεῖν δυνατὸν σωζομένην τὴν δικαίαν κρίσιν· οὔτε γὰρ οἱ σπουδαῖοι κατὰ τὴν παροῦσαν ζωὴν φέρονται τὰ τῆς ἀρετῆς ἐπίχειρα, οὔτε μὴν οἱ φαῦλοι τὰ τῆς κακίας. Παρίημι γὰρ λέγειν ὅτι, σωζομένης τῆς φύσεως ἐν ᾗ νῦν ἐσμέν, οὔθ᾿ ἡ θνητὴ φύσις ἐνεγκεῖν οἷά τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων φερομένων πλημμελημάτων. Ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν
v.2.p.270
ἑνὶ θανάτῳ λύσειε τὴν ἐπὶ τούτοις δίκην· ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές, ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν, καὶ παρορῶν μὲν τὰ θεῖα, καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατασκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων καὶ δηϊώσας χώραν, καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ σύμπαν ἔθνος, πῶς ἂν ἐν τῷ φθαρτῷ σώματι πρὸς τὴν τούτοις σύμμετρον ἀρκέσειε δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ᾿ ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης φύσεως; Οὔτ᾿ οὖν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ᾿ ἀξίαν δείκνυται κρίσις οὔτε μετὰ θάνατον.
Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος, συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν καθ᾿ ἑαυτὴν ἄλυτος ἡ ψυχή, ἀσκέδαστος, ἀδιάφθορος, φθείρεται δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῶζον οὔτε μνήμην τῶν εἰργασμένων οὔτ᾿ αἴσθησιν τῶν ἐπ᾿ αὐτῇ παθημάτων. Σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία φανήσεται τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων ἡ κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος, τό τε τῆς ἀνομίας ταύτης κεφάλαιον ἀθεότητος. Εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη
v.2.p.272
πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ᾿ ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ᾿ οὕτως ἕξει χώραν ἡ κατ᾿ αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπειδὴ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾗ μὴ πρόσεστι τὸ δίκαιον. Οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον, μὴ σωζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ᾿ οἷς ἡ κρίσις ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ᾿ οὐδενὸς φυλάξει τὸ δίκαιον.