Legatio sive Supplicatio pro Christianis

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἀλλ᾿ οἱ τοιοῦτοι (ὢ τί ἂν εἴποιμι τὰ ἀπόῤῥητα;) ἀκούομεν τὰ τῆς παροιμίας Ἡ πόρνη τὴν σώφρονα. Οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμους πεποιημένοι τοῖς νέοις πάσης αἰσχρᾶς ἡδονῆς καὶ μηδὲ τῶν ἀρσένων φειδόμενοι, ἄρσενες ἐν ἄρσεσι τὰ δεινὰ κατεργαζόμενοι, ὅσων σεμνότερα καὶ εὐειδέστερα σώματα παντοίως αὐτὰ ὑβρίζοντες, ἀτιμοῦντες καὶ τὸ ποιητὸν τοῦ θεοῦ καλόν (οὐ γὰρ αὐτοποίητον ἐπὶ γῆς τὸ κάλλος, ἀλλὰ ὑπὸ χειρὸς καὶ γνώμης πεμπόμενον τοῦ θεοῦ), οὗτοι δὲ ἃ συνίσασιν αὐτοῖς καὶ τοὺς σφετέρους λέγουσι θεούς, ἐπ᾿ αὐτῶν ὡς σεμνὰ καὶ τῶν θεῶν αὐτὰ αὐχοῦντες, ταῦτα ἡμᾶς λοιδοροῦνται, κακίζοντες οἱ μοιχοὶ καὶ παιδερασταὶ τοὺς εὐνούχους καὶ μονογάμους, οἱ δίκην

50
ἰχθύων ζῶντες· καὶ γὰρ οὗτοι καταπίνουσι τὸν ἐμπεσόντα, ἐλαύνοντες ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον.

Καὶ τοῦτό ἐστι σαρκῶν ἅπτεσθαι ἀνθρωπικῶν, τὸ κειμένων νόμων, οὓς ὑμεῖς καὶ οἱ ὑμέτεροι πρόγονοι πρὸς πᾶσαν δικαιοσύνην ἐξετάσαντες ἐθήκατε, παρὰ τούτους αὐτοὺς βιάζεσθαι, ὡς μηδὲ τοὺς ὑφ᾿ ὑμῶν καταπεμπομένους ἡγεμόνας τῶν ἐθνῶν ἐξαρκεῖν ταῖς δίκαις, οἶς οὐδὲ παιομένοις μὴ παρέχειν ἑαυτοὺς οὐδὲ κακῶς ἀκούουσι μὴ εὐλογεῖν ἔξεστιν· οὐ γὰρ ἀπαρκεῖ δίκαιον εἶναι (ἔστι δὲ δικαιοσύνης ἴσα ἴσοις ἀμείβειν), ἀλλ᾿ ἀγαθοῖς καὶ ἀνεξικάκοις εἶναι πρόκειται.

Τίς οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδροφόνους εἶναι; Οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρότερον ἀποκτείνασί τινα. Τὸ πρότερον οὖν ψευδόμενοι, τὸ δεύτερον κἂν μέν τις αὐτοὺς ἔρηται εἰ ἑωράκασιν ἃ λέγουσιν, οὐδεὶς οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. Καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ᾿ ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. Οὓς γὰρ ἴσασιν οὐδ᾿ ἰδεῖν κἂν δικαίως φονευόμενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν;

Τίς οὐχὶ τῶν περὶ σπουδῆς τὰς δι᾿ ὅπλων ἀγωνίας καὶ διὰ θηρίων, καὶ μάλιστα τὰς ὑφ᾿ ὑμῶν ἀγομένας, ἔχει; Ἀλλ᾿ ἡμεῖς, πλησίον εἶναι τὸ ἰδεῖν τὸν φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. Πῶς οὖν μηδὲ ὁρῶντες, ἵνα μὴ ἑαυτοῖς ἅγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα;

Καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; Οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῶον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν,

51
καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων, πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ᾿ ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐκ ἄρχοντες αὐτοῦ.