Legatio sive Supplicatio pro Christianis
Athenagoras
Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.
Ἀναγκαῖον δὲ ἴσως, κατὰ τὰ προειρημένα, περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ (ἑκάτεροι δὲ ἐν τῇ Ἡλιουπόλει καὶ ἐν Μέμφι καὶ Θήβαις εἰς λόγους τοῖς ἱερεῦσιν ἀφῖχθαι λέγονται) φασὶ παρ᾿ ἐκείνων ἀνθρώπους αὐτοὺς γενέσθαι μαθεῖν.
Ἡρόδοτος μέν· Ἤδη ὦν, τῶν αἱ εἰκόνες ἦσαν, τοιούτους ἀπεδείκνυσάν σφεας αὐτοὺς ἐόντας, θεῶν δὲ πολλὸν ἀπηλλαγμένους. Τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Αἰγύπτῳ ἄρχοντας, οὐκ ἐόντας ἅμα τοῖσι ἀνθρώποισι, καὶ τούτων ἀεὶ ἕνα τὸν κρατέοντα εἶναι· ὕστερον δὲ αὐτῆς βασιλεῦσαι Ὦρον τὸν Ὀσίρεως παῖδα, τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσι· τοῦτον, καταπαύσαντα Τυφῶνα, βασιλεῦσαι ὕστατον Αἰγύπτου. Ὄσιρις δέ ἐστι Διόνυσος κατὰ Ἑλλάδα γλῶσσαν.
Οἵ τε οὖν ἄλλοι καὶ τελευταῖος βασιλεὺς Αἰγύπτου. Παρὰ δὲ τούτων εἰς Ἕλληνας ἦλθε τὰ ὀνόματα τῶν θεῶν. Ἀπόλλων ὁ Διονύσου καὶ Ἴσιδος, ὡς ὁ αὐτὸς Ἡρόδοτος λέγει· Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιδος λέγουσιν εἶναι
Τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἄρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι, τὰς δὲ θηλείας οὔ σφιν ἔξεστι θύειν, ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιδος, τῆς ἄγαλμα ἐὸν γυναικήϊον βούκερών ἐστιν, καθάπερ οἱ Ἕλληνες τὴν Ἰοῦν γράφουσι.
Τίνες δ᾿ ἂν μᾶλλον ταῦτα πιστευθεῖεν λέγοντες ἢ οἱ κατὰ διαδοχὴν γένους, παῖς παρὰ πατρός, ὡς τὴν ἱερωσύνην καὶ τὴν ἱστορίαν διαδεχόμενοι; Οὐ γὰρ τοὺς σεμνοποιοῦντας ζακόρους τὰ εἴδωλα εἰκὸς ἀνθρώπους αὐτοὺς γενέσθαι ψεύδεσθαι.
Εἴ τι μὲν οὖν Ἡρόδοτος ἔλεγε περὶ τῶν θεῶν ὡς περὶ ἀνθρώπων ἱστορεῖν Αἰγυπτίους, καὶ λέγοντι τῷ Ἡροδότῳ· Τὰ μέν νυν θεῖα τῶν ἀφηγημάτων, οἷα ἤκουον, οὐκ εἰμὶ πρόθυμος διηγεῖσθαι, ἔξω ἢ τὰ ὀνόματα αὐτέων μοῦνα ἐλάχιστα· μὴ πιστεύειν ὡς μυθοποιῷ ἔδει.
Ἐπεὶ δὲ Ἀλέξανδρος καὶ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος συνῆπτον τὸ ἀΐδιον αὐτοῖς γένος, καὶ ἄλλοι μυρίοι, ἵνα μὴ καθ᾿ ἕκαστον καταλέγοιμι, οὐδὲ λόγος ἔτι καταλείπεται, βασιλεῖς ὄντας αὐτοὺς μὴ νενομίσθαι θεούς. Καὶ ὅτι μὲν ἄνθρωποι, δηλοῦσι μὲν καὶ Αἰγυπτίων οἱ λογιώτατοι, οἵ, θεοὺς λέγοντες αἰθέρα γῆν ἥλιον σελήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσι καὶ ἱερὰ τούς τάφους αὐτῶν· δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν.
Ἡρόδοτος δὲ καὶ τὰ παθήματα αὐτῶν φησι μυστήρια· Ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ἑορτὴν εἴρηται πρότερόν μοι. Τύπτονται γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι, μυριάδες κάρτα πολλαὶ ἀνθρώπων· τὸν δὲ τύπτονται τρόπον, οὔ μοι ὅσιόν ἐστι λέγειν. Εἰ θεοί, καὶ ἀθάνατοι, εἰ δὲ τύπτονται καὶ τὰ πάθη ἐστὶν αὐτῶν μυστήρια, ἄνθρωποι, ὡς
Εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐχ ὅσιον ποιεῦμαι ἐπὶ τοιούτῳ πρήγματι ἐξαγορεύειν τὸ οὔνομα ἐν Σάϊ, ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης, ὄπισθεν τοῦ νηοῦ, παντὸς τοῦ τῆς Ἀθηναίης ἐχόμεναι τοίχου. Λίμνη δ᾿ ἐστὶν ἐχομένη, λιθίνῃ κρηπῖδι κεκοσμημένη ἐν κύκλῳ, μέγεθος, ὡς ἐμοὶ δοκέει, ὅση περ ἐν Δήλῳ ἡ τροχοειδὴς καλεομένη. Ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς καλέουσι μυστήρια Αἰγύπτιοι.
Καὶ οὐ μόνον ὁ τάφος τοῦ Ὀσίριδος δείκνυται, ἀλλὰ καὶ ταριχεία. Ἐπεάν σφισι κομισθῇ νεκρός, δεικνύασι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα, τῇ γραφῇ μεμιμημένα· καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶν εἷναι τοῦ οὐχ ὅσιον ποιεῦμαι οὔνομα ἐπὶ τοιούτῳ πρήγματι ὀνομάζειν.
Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους· Σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾿ οὐδὲ τράπεζαν, Τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. Τοιοῦτος ὢν εἰκότως μὲν ἐμαίνετο, εἰκότως δὲ ἀνάψας πυρὰν κατέκαυσεν ἑαυτόν.
Περὶ δὲ Ἀσκληπιοῦ Ἡσίοδος μέν· Πατὴρ ἀνδρῶν τε θεῶν τε Χώσατ᾿, ἀπ᾿ Οὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ Ἔκτανε Λητοΐδην φίλον, σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ· Ἀλλὰ κέρδει καὶ σοφία δέδεται. Ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς. Χερσὶ δ᾿ ἄρα Κρονίων ῥίψας δι᾿ ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν Ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον.
Ἢ τοίνυν θεοὶ ἦσαν, καὶ οὔτε αὐτοὶ πρὸς χρυσὸν εἶχον
Τί δεῖ με πολλὰ λέγειν, ἢ Κάστορος ἢ Πολυδεύκους μνημονεύοντα ἢ Ἀμφιάρεω, οἵ, ὡς εἰπεῖν λόγῳ, χθὲς καὶ πρώην ἄνθρωποι ἐξ ἀνθρώπων γεγονότες, θεοὶ νομίζονται, ὁπότε καὶ Ἰνὼ μετὰ τὴν μανίαν καὶ τὰ ἐπὶ τῆς μανίας πάθη θεὸν δοξάζουσι γεγονέναι, Πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον, καὶ τὸν παῖδα αὐτῆς; Σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.