Legatio sive Supplicatio pro Christianis

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Εἰ μὲν οὗν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς

29
θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ οὐ καὶ διαλυτόν, ἐπὶ τὰ λοιπὰ ἂν παρεγενόμην τῶν ἐγκλημάτων.

Ἐπεὶ δὲ τοῦτο μὲν διατεθείκασιν αὐτῶν τὰ σώματα· τὸν μὲν Ἡρακλέα ὅτι θεὸς δράκων ἑλικτός, τοὺς δὲ ἑκατόγχειρας εἰπόντες, καὶ τὴν θυγατέρα τοῦ Διός, ἣν ἐκ τῆς μητρὸς Ῥέας ἢ Δήμητρος αὐτῆς ἐπαιδοποιήσατο, δύο μὲν κατὰ φύσιν εἷπον ἔχειν ὀφθαλμοὺς· καὶ ἐπὶ τῷ μετώπῳ δύο καὶ προτομὴν κατὰ τὸ ὄπισθεν τοῦ τραχήλου μέρος, ἔχειν δὲ καὶ κέρατα, διὸ καὶ τὴν Ῥέαν φοβηθεῖσαν τὸ τῆς παιδὸς τέρας φυγεῖν, οὐκ ἐφεῖσαν αὐτῇ τὴν θηλήν, ἔνθεν μυστικῶς μὲν Ἀθηλᾶ κοινῶς δὲ Φερσεφόνη καὶ Κόρη κέκληται, οὐχ ἡ αὐτὴ οὖσα τῇ Ἀθηνᾷ τῇ ἀπὸ τῆς κόρης λεγομένῃ·

τοῦτο δὲ τὰ πραχθέντα ἐπ᾿ ἀκριβὲς αὐτοῖς ὡς οἴονται διεξεληλύθασι· Κρόνος μὲν ὡς ἐξέτεμε τὰ αἰδοῖα τοῦ πατρὸς καὶ κατέῤῥιψεν αὐτὸν ἀπὸ τοῦ ἅρματος καὶ ὡς ἐτεκνοκτόνει καταπίνων τῶν παίδων τοὺς ἄρσενας, Ζεὺς δὲ ὅτι τὸν μὲν πατέρα δήσας κατεταρτάρωσε, καθὰ καὶ τοὺς υἱεῖς ὁ Οὐρανός, καὶ πρὸς Τιτᾶνας περὶ τῆς ἀρχῆς ἐπολέμησε, καὶ ὅτι τὴν μητέρα Ῥέαν ἀπαγορεύουσαν αὐτοῦ τὸν γάμον ἐδίωκε, δρακαίνης δ᾿ αὐτῆς γενομένης καὶ αὐτὸς εἰς δράκοντα μεταβαλὼν συνδήσας αὐτὴν τῷ καλουμένῳ Ἡρακλειωτικῷ ἅμματι ἐμίγη, τοῦ σχήματος τῆς μίξεως σύμβολον ἡ τοῦ Ἑρμοῦ ῥάβδος, εἷθ᾿ ὅτι Φερσεφόνῃ τῇ θυγατρὶ ἐμίγη βιασάμενος καὶ ταύτην ἐν δράκοντος σχήματι, ἐξ ἧς παῖς Διόνυσος αὐτῷ·

ἀνάγκη κἂν τοσοῦτον εἰπεῖν· Τί τὸ σεμνὸν ἢ χρηστὸν τῆς τοιαύτης ἱστορίας, ἵνα πιστεύσωμεν θεοὺς εἶναι τὸν Κρόνον, τὸν Δία, τὴν Κόρην, τοὺς λοιπούς; Αἱ διαθέσεις τῶν σωμάτων; Καὶ τίς ἂν ἄνθρωπος κεκριμένος καὶ ἐν θεωρίᾳ γεγονὼς ὑπὸ θεοῦ γεννηθῆναι πιστεύσαι ἔχιδναν (Ὀρφεύς· Ἂν δὲ Φάνης ἄλλην γενεὴν τεκνώσατο δεινὴν

30
Νηδύος ἐξ ἱερῆς, προσιδεῖν φοβερωπὸν ἔχιδναν, Ἧς χαῖται μὲν ἀπὸ κρατὸς καλόν τε πρόσωπον Ἦν ἐσιδεῖν, τὰ δὲ λοιπὰ μέρη φοβεροῖο δράκοντος Αὐχένος ἐξ ἄκρου.)

ἢ αὐτὸν τὸν Φάνητα δέξαιτο, θεὸν ὄντα πρωτόγονον (οὗτος γάρ ἐστιν ὁ ἐκ τοῦ ὠοῦ προχυθείς), ἢ σῶμα ἢ σχῆμα ἔχειν δράκοντος, ἢ καταποθῆναι ὑπὸ τοῦ Διός, ὅπως ὁ Ζεὺς ἀχώρητος γένοιτο; Εἰ γὰρ μηδὲν διενηνόχασι τῶν φαυλοτάτων θηρίων (δῆλον γὰρ ὅτι ὑποδιαλλάσσειν δεῖ τῶν γηΐνων καὶ τῶν ἀπὸ τῆς ὕλης ἀποκρινομένων τὸ θεῖον), οὐκ εἰσὶ θεοί. Τί δαὶ καὶ πρόσιμεν αὐτοῖς, ὦν κτηνῶν μὲν δίκην ἔχει ἡ γένεσις, αὐτοὶ δὲ θηριόμορφοι καὶ δυσειδεῖς;

Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτος λόγους τούτους νομίζειν· οὔτε γὰρ ὀργὴ οὔτε ἐπιθυμία καὶ ὄρεξις οὐδὲ παιδοποιὸν σπέρμα ἐν τῷ θεῷ. Ἔστωσαν τοίνυν σαρκοειδεῖς, ἀλλὰ κρείττους μὲν θυμοῦ καὶ ὀργῆς, ἵνα μὴ Ἀθηνᾶ μὲν βλέπηται Σκυζομένη Διῒ πατρί, χόλος δέ μιν ἄγριος αἱρεῖ, Ἥρα δὲ θεωρῆται· Ἥρῃ δ᾿ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.

Κρείττους δὲ λύπης· Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ᾿ ὀλοφύρεται ἦτορ. Ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας. Ὅταν δὲ ὁ πατὴρ ἀνδρῶν τε θεῶν τε ὀδύρηται μὲν τὸν υἱόν, Αἲ αἲ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν Μοῖρ᾿ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι! ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι,

31
Σαρπηδὼν Διὸς υἱός, ὁ δ᾿ οὐδ᾿ ᾦ παιδὶ ἀμύνει, τίς οὐκ ἂν τοὺς ἐπὶ τοῖς τοιούτοις μύθοις φιλοθέους, μᾶλλον δὲ ἀθέους τῆς ἀμαθίας καταμέμψοιτο;

Ἔστωσαν σαρκοειδεῖς, ἀλλὰ μὴ τιτρωσκέσθω μηδὲ Ἀφροδίτη ὑπὸ Διομήδους τὸ σῶμα, Οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἢ ὑπὸ Ἄρεως τὴν ψυχήν, Ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη Αἰὲν ἀτιμάζει, φιλέει δ᾿ ἀΐδηλον Ἄρηα. — — Διὰ δὲ χρόα καλὸν ἔδαψεν. Ὁ δεινὸς ἐν πολέμοις, ὁ σύμμαχος κατὰ Τιτάνων τοῦ Διός, ἀσθενέστερος Διομήδους φαίνεται. Μαίνετο δ᾿ ὡς ὅτ᾿ Ἄρης ἐγχέσπαλος —. Σιώπησον Ὅμηρε, θεὸς οὐ μαίνεται. Σὺ δέ μοι καὶ μιαιφόνον καὶ βροτολοιγόν, Ἄρες, Ἄρες βροτολοιγέ, μιαιφόνε, διηγῇ τὸν θεόν, καὶ τὴν μοιχείαν αὐτοῦ διέξει καὶ τὰ δεσμά· Τὼ δ᾿ ἐς δέμνια βάντε κατέδραθον, ἀμφὶ δὲ δεσμοὶ Τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, Οὐδέ τι κινῆσαι μελέων ἦν.

Οὐ καταβάλλουσι τὸν πολὺν τοῦτον ἀσεβῆ λῆρον περὶ τῶν θεῶν; Οὐρανὸς ἐκτέμνεται, δεῖται καὶ καταταρταροῦται Κρόνος, ἐπανίστανται Τιτᾶνες, Στὺξ ἀποθνήσκει κατὰ τὴν μάχην· ἤδη καὶ θνητοὺς αὐτοὺς δεικνύουσιν· ἐρῶσιν ἀλλήλων, ἐρῶσιν ἀνθρώπων. Αἰνείας, τὸν ὑπ᾿ Ἀγχίσῃ τέκε δῖ᾿ Ἀφροδίτη, Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα. Οὐκ ἐρῶσιν; Οὐ πάσχουσιν; Ἦ γὰρ θεοί, καὶ οὐχ ἅψεται αὐτῶν ἐπιθυμία! Κἂν σάρκα θεὸς κατὰ θείαν οἰκονομίαν λάβῃ, ἤδη δοῦλός ἐστιν ἐπιθυμίας; Οὐ γὰρ πώποτέ μ᾿ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν·

32
Οὐδ᾿ ὁπότ᾿ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, Οὐδ᾿ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, Οὐδ᾿ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Οὐδ᾿ ὅτε περ Σεμέλης, οὐδ᾿ Ἀλκμήνης ἐνὶ Θήβῃ, Οὐδ᾿ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, Οὐδ᾿ ὅτε περ Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς.

Γενητός ἐστι, φθαρτός ἐστιν, οὐδὲν ἔχων θεοῦ. Ἀλλὰ καὶ θητεύουσιν ἀνθρώποις· Ὦ δώματ᾿ Ἀδμήτει᾿, ἐν οἶς ἔτλην ἐγὼ Θῆσσαν τράπεζαν αἰνέσαι, θεός περ ὤν· καὶ βουκολοῦσιν· Ἐλθὼν δ᾿ ἐς αἶαν τήνδ᾿ ἐβουφόρβουν ξένῳ, Καὶ τόνδ᾿ ἔσωζον οἶκον. Οὐκοῦν κρείττων Ἄδμητος τοῦ θεοῦ.

Ὦ μάντι καὶ σοφὲ καὶ προειδὼς τοῖς ἄλλοις τὰ ἐσόμενα, οὐκ ἐμαντεύσω τοῦ ἐρωμένου τὸν φόνον, ἀλλὰ καὶ ἔκτεινας αὐτοχειρὶ τὸν φίλον. Κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα Ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. (ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλων ὁ Αἰσχύλος) Ὁ δ᾿ αὐτὸς ὑμῶν, αὐτὸς ἐν θοίνῃ παρών, Αὐτὸς τάδ᾿ εἰπών, αὐτός ἐστιν ὁ κτανὼν, Τὸν παῖδα τὸν ἐμόν.

Ἀλλὰ ταῦτα μὲν ἴσως πλάνη ποιητική, φυσικὸς δέ τις ἐπ᾿ αὐτοῖς καὶ τοιοῦτος λόγος· Ζεὺς ἀργὴς (ὥς φησιν Ἐμπεδοκλῆς) Ἥρη τε φερέσβιος ἠδ᾿ Ἀϊδωνεὺς Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.

Εἰ τοίνυν Ζεὺς μὲν τὸ πῦρ, Ἥρα δὲ ἡ γῆ καὶ ὁ ἀὴρ Ἀϊδωνεὺς καὶ τὸ ὕδωρ Νῆστις, στοιχεῖα δὲ ταῦτα, τὸ πῦρ τὸ ὕδωρ ὁ ἀρή, οὐδεὶς αὐτῶν θεός, οὔτε Ζεὺς οὔτε Ἥρα οὔτε Ἀϊδωνεύς· ἀπὸ γὰρ τῆς ὕλης διακριθείσης ὑπὸ τοῦ θεοῦ ἡ τούτων σύστασίς τε καὶ γένεσις·

33
Πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἤπιον ὕψος, Καὶ φιλίη μετὰ τοῖσιν.

Ἃ χωρὶς τῆς φιλίας οὐ δύναται μένειν, ὑπὸ τοῦ νείκους συγχεόμενα, πῶς ἂν οὖν εἴποι τις ταῦτα εἶναι θεούς; Ἀρχικὸν ἡ φιλία κατὰ τὸν Ἐμπεδοκλέα, ἀρχόμενα τὰ συγκρίματα, τὸ δὲ ἀρχικὸν κύριον· ὥστε, ἐὰν μίαν καὶ τὴν αὐτὴν τοῦ τε ἀρχομένου καὶ τοῦ ἄρχοντος δύναμιν θῶμεν, λήσομεν ἑαυτοὺς ἰσότιμον τὴν ὕλην τὴν φθαρτὴν καὶ ῥευστὴν καὶ μεταβλητὴν τῷ ἀγενήτῳ καὶ ἀϊδίῳ καὶ διαπαντὸς συμφώνῳ ποιοῦντες θεῷ.

Ζεὺς ἡ ζέουσα οὐσία κατὰ τοὺς Στωϊκούς, Ἥρα ὁ ἀήρ, καὶ τοῦ ὀνόματος εἰ αὐτὸ αὐτῷ ἐπισυνάπτοιτο συνεκφωνουμένου, Ποσειδῶν ἡ πόσις. Ἄλλοι δὲ ἄλλως φυσιολογοῦσιν· οἱ μὲν γὰρ ἀέρα διφυῆ ἀρσενόθηλυν τὸν Δία λέγουσιν, οἱ δὲ καιρὸν εἰς εὐκρασίαν τρέποντα τὸν χρόνον, διὸ καὶ μόνος Κρόνον διέφυγεν. Ἀλλ᾿ ἐπὶ μὲν τῶν ἀπὸ τῆς στοᾶς ἔστιν εἰπεῖν· εἰ ἕνα τὸν ἀνωτάτω θεὸν ἀγένητόν τε καὶ ἀΐδιον νομίζετε, συγκρίματα δὲ ἴσα ἡ τῆς ὕλης ἀλλαγή, καὶ τὸ πνεῦμα τοῦ θεοῦ διὰ τῆς ὕλης κεχωρηκὸς κατὰ τὰς παραλλάξεις αὐτῆς ἄλλο καὶ ἄλλο ὄνομα μεταλαγχάνειν φατέ, σῶμα μὲν τὰ εἴδη τῆς ὕλης τοῦ θεοῦ γενήσεται, φθειρομένων δὲ τῶν στοιχείων κατὰ τὴν ἐκπύρωσιν ἀνάγκη συμφθαρῆναι ὁμοῦ τοῖς εἴδεσι τὰ ὀνόματα, μόνου μένοντος τοῦ πνεύματος τοῦ θεοῦ.

Ὦν οὖν σωμάτων φθαρτὴ ἡ κατὰ τὴν ὕλην παραλλαγή, τίς ἂν ταῦτα πιστεύσαι θεούς; Πρὸς δὲ τοὺς λέγοντας τὸν μὲν Κρόνον χρόνον, τὴν δὲ Ῥέαν γῆν, τὴν μὲν συλλαμβάνουσαν ἐκ τοῦ Κρόνου καὶ ἀποτίκτουσαν, ἔνθεν καὶ μήτηρ νομίζεται πάντων, τὸν δὲ γεννῶντα καὶ καταναλίσκοντα, καὶ εἶναι τὴν μὲν τομὴν τῶν ἀναγκαίων ὁμιλίαν τοῦ ἄρσενος πρὸς τὸ θῆλυ, τέμνουσαν καὶ καταβάλλουσαν σπέρμα εἰς μήτραν καὶ γεννῶσαν ἄνθρωπον, ἐν ἑαυτῷ τὴν ἐπιθυμίαν, ὅ ἐστιν Ἀφροδίτη, ἔχοντα, τὴν δὲ

34
μανίαν τοῦ Κρόνου τροπὴν καιροῦ φθείρουσαν ἔμψυχα καὶ ἄψυχα, τὰ δὲ δεσμὰ καὶ τὸν τάρταρον χρόνον ὑπὸ καιρῶν τρεπόμενον καὶ ἀφανῆ γινόμενον, πρὸς τοίνυν τούτους φαμέν· εἴτε χρόνος ἐστὶν ὁ Κρόνος, μεταβάλλει, εἴτε καιρός, τρέπεται, εἴτε σκότος ἢ πάγος ἢ οὐσία ὑγρά, οὐδὲν αὐτῶν μένει· τὸ δὲ θεῖον καὶ ἀθάνατον καὶ ἀκίνητον καὶ ἀναλλοίωτον· οὔτε ἄρα ὁ Κρόνος οὔτε τὸ ἐπ᾿ αὐτῷ εἴδωλον θεός.

Περὶ δὲ τοῦ Διός, εἰ μὲν ἀήρ ἐστι γεγονὼς ἐκ Κρόνου, οὗ τὸ μὲν ἄρσεν ὁ Ζεύς, τὸ δὲ θῆλυ Ἥρα (διὸ καὶ ἀδελφὴ καὶ γυνή), ἀλλοιοῦται, εἰ δὲ καιρός, τρέπεται· οὔτε δὲ μεταβάλλει οὔτε μεταπίπτει τὸ θεῖον.

Τί δεῖ πλέον λέγοντα ἐνοχλεῖν ὑμῖν, οἳ ἄμεινον τὰ παρ᾿ ἑκάστοις τῶν πεφυσιολογηκότων οἴδατε, ἢ οἶα περὶ τῆς φύσεως ἐνόησαν οἱ συγγραψάμενοι, ἢ ἃ περὶ τῆς Ἀθηνᾶς ἣν φρόνησιν διὰ πάντων διήκουσάν φασιν, ἢ περὶ τῆς Ἴσιδος ἣν φύσιν αἰῶνος, ἐξ ἧς πάντες ἔφυσαν καὶ δι᾿ ἦς πάντες εἰσί, λέγουσιν, ἢ περὶ τοῦ Ὀσίριδος οὖ σφαγέντος ὑπὸ Τυφῶνος τοῦ ἀδελφοῦ μετ᾿ Ὤρου τοῦ υἱοῦ ἡ Ἶσις ζητοῦσα τὰ μέλη καὶ εὑροῦσα ἤσκησεν εἰς ταφήν, ἣ ταφὴ ἕως νῦν Ὀσιριακὴ καλεῖται;

Ἄνω γὰρ καὶ κάτω περὶ τὰ εἴδη τῆς ὕλης στρεφόμενοι ἀποπίπτουσι τῷ λόγῳ θεωρητοῦ θεοῦ, τὰ δὲ στοιχεῖα καὶ τὰ μόρια αὐτῶν θεοποιοῦσιν, ἄλλοτε ἄλλα ὀνόματα αὐτοῖς τιθέμενοι, τὴν μὲν τοῦ σίτου σπορὰν Ὄσιριν (ὅθεν φασὶ μυστικῶς ἐπὶ τῇ ἀνευρέσει τῶν μελῶν ἢ τῶν καρπῶν ἐπιλεχθῆναι τῇ Ἴσιδι· Εὑρήκαμεν, συγχαίρομεν!), τὸν δὲ τῆς ἀμπέλου καρπὸν Διόνυσον, καὶ Σεμέλην αὐτὴν τὴν ἄμπελον, καὶ κεραυνὸν τὴν τοῦ ἡλίου φλόγα.

Καίτοι γε πάντα μᾶλλον ἢ θεολογοῦσιν οἱ τοὺς μύθους θεοποιοῦντες, οὐκ εἰδότες ὅτι οἶς ἀπολογοῦνται ὑπὲρ τῶν θεῶν τοὺς ἐπ᾿ αὐτοῖς λόγους βεβαιοῦσι. Τί ἡ Εὐρώπη καὶ ὁ Ταῦρος καὶ ὁ Κύκνος καὶ ἡ Λήδα πρὸς γῆν καὶ ἀέρα, ἵν᾿ ἡ πρὸς ταύτας μιαρὰ τοῦ Διὸς μῖξις ᾖ γῆς

35
καὶ ἀέρος;

Ἀλλ᾿ ἀποπίπτοντες τοῦ μεγέθους τοῦ θεοῦ καὶ ὑπερκύψαι τῷ λόγῳ (οὐ γὰρ ἔχουσι συμπάθειαν εἰς τὸν οὐράνιον τόπον) οὐ δυνάμενοι ἐπὶ τὰ εἴδη τῆς ὕλης συντετήκασιν, καὶ καταπίπτοντες τὰς τῶν στοιχείων τροπὰς θεοποιοῦσιν· ὅμοιον εἰ καὶ ναῦν τις, ἐν ᾖ ἔπλευσεν, ἀντὶ τοῦ κυβερνήτου ἄγοι.

Ὡς δὲ οὐδὲν πλέον νεώς, κἂν ᾖ πᾶσιν ἠσκημένη, μὴ ἐχούσης τὸν κυβερνήτην, οὐδὲ τῶν στοιχείων ὄφελος διακεκοσμημένων δίχα τῆς παρὰ τοῦ θεοῦ προνοίας. Ἥ τε γὰρ ναῦς καθ᾿ ἑαυτὴν οὐ πλευσεῖται, τὰ τε στοιχεῖα χωρὶς τοῦ δημιουργοῦ οὐ κινηθήσεται.

Εἴποιτε ἂν οὖν συνέσει πάντας ὑπερέχοντες· Τίνι οὖν τῷ λόγῳ ἔνια τῶν εἰδώλων ἐνεργεῖ, εἰ μή εἰσι θεοὶ ἐφ᾿ οἶς ἱδρυόμεθα τὰ ἀγάλματα; Οὐ γὰρ εἰκὸς τὰς ἀψύχους καὶ ἀκινήτους εἰκόνας καθ᾿ ἑαυτὰς ἰσχύειν χωρὶς τοῦ κινοῦντος. Τὸ μὲν δὴ κατὰ τόπους καὶ πόλεις καὶ ἔθνη γίνεσθαί τινας ἐπ᾿ ὀνόματι εἰδώλων ἐνεργείας οὐδ᾿ ἡμεῖς ἀντιλέγομεν· οὐ μήν, εἰ ὠφελήθησάν τινες καὶ αὖ ἐλυπήθησαν ἕτεροι, θεοὺς νομιοῦμεν τοὺς ἐφ᾿ ἑκάτερα ἐνεργήσαντας.

Ἀλλὰ καὶ ᾦ λόγῳ νομίζετε ἰσχύειν τὰ εἴδωλα, καὶ τίνες οἱ ἐνεργοῦντες, ἐπιβατεύοντες αὐτῶν τοῖς ὀνόμασιν, ἐπ᾿ ἀκριβὲς ἐξητάκαμεν. Ἀναγκαῖον δέ μοι, μέλλοντι δεικνύειν τίνες οἱ ἐπὶ τοῖς εἰδώλοις ἐνεργοῦντες καὶ ὅτι μὴ θεοί, προσχρήσασθαί τισι καὶ τῶν ἀπὸ φιλοσοφίας μάρτυσι.

Πρῶτος Θαλῆς διαιρεῖ, ὡς οἱ τὰ ἐκείνου ἀκριβοῦντες μνημονεύουσιν, εἰς θεόν, εἰς δαίμονας, εἰς ἥρωας. Ἀλλὰ θεὸν μὲν τὸν νοῦν τοῦ κόσμου ἄγει, δαίμονας δὲ οὐσίας νοεῖ ψυχικάς, καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν ἀνθρώπων, ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας.

Πλάτων δέ, τὰ ἄλλα ἐπέχων, καὶ αὐτὸς εἴς τε τὸν ἀγένητον θεὸν καὶ τοὺς ὑπὸ τοῦ ἀγενήτου εἰς κόσμον τοῦ οὐρανοῦ γεγονότας, τούς τε πλάνητας καὶ τοὺς ἀπλανεῖς ἀστέρας, καὶ εἰς δαίμονας τέμνει· περὶ ὦν

36
δαιμόνων αὐτὸς ἀπαξιῶν λέγειν τοῖς περὶ αὐτῶν εἰρηκόσιν προσέχειν ἀξιοῖ.

Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὗν θεῶν παισὶν ἀπιστεῖν, κἄνπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγωσιν, ἀλλὰ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Οὕτως οὖν κατ᾿ ἐκείνους καὶ ἡμῖν ἡ γένεσις περὶ αὐτῶν τῶν θεῶν ἐχέτω καὶ λεγέσθω.

Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγεννήθησαν, τούτων δὲ Φόρκος Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου τε καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, οὓς ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.

Ἆρ᾿ οὖν ὁ τὸν ἀΐδιον νοῦν καὶ λόγῳ καταλαμβανόμενον περινοήσας θεὸν καὶ τὰ ἐπισυμβεβηκότα αὐτῷ ἐξειπών, τὸ. ὄντως ὄν, τὸ μονοφυές, τὸ ἀγαθὸν ἀπ᾿ αὐτοῦ ἀποχεόμενον, ὅπερ ἐστὶν ἀλήθεια, καὶ περὶ πρώτης δυνάμεως, καὶ ὡς περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκεν πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων, καὶ περὶ δύο καὶ τρία, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα, περὶ τῶν ἐκ τῶν αἰσθητῶν γῆς τε καὶ οὐρανοῦ λεγομένων γεγονέναι μεῖζον ἢ καθ᾿ ἑαυτὸν τἀληθὲς μαθεῖν ἐνόμισεν; Ἦ οὐκ ἔστιν εἰπεῖν.

Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καὶ, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος.

Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν

37
ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων.

Δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων· ἑτέρῳ σημαντικῷ προσειπεῖν αὐτὸν οὐκ ἔχων τῷ δημώδει ὀνόματι, οὐχ ὡς ἰδίῳ τοῦ θεοῦ ἀλλ᾿ εἰς σαφήνειαν, ὅτι μὴ δυνατὸν εἰς πάντας φέρειν κατὰ δύναμιν τὸν θεόν, προσεχρήσατο, ἐπικατηγορήσας τὸ μέγας, ἵνα διαστείλῃ τὸν οὐράνιον ἀπὸ τοῦ χαμᾶθεν, τὸν ἀγένητον ἀπὸ τοῦ γενητοῦ, τοῦ νεωτέρου μὲν οὐρανοῦ καὶ γῆς, νεωτέρου δὲ Κρητῶν, οἳ ἐξέκλεψαν αὐτὸν μὴ ἀναιρεθῆναι ὑπὸ τοῦ πατρός.

Τί δαὶ δεῖ πρὸς ὑμᾶς πάντα λόγον κεκινηκότας ἢ ποιητῶν μνημονεύειν ἢ καὶ ἑτέρας δόξας ἐξετάζειν, τοσοῦτον εἰπεῖν ἔχοντι· Εἰ μὴ καὶ ποιηταὶ καὶ φιλόσοφοι ἕνα μὲν εἶναι ἐπεγίνωσκον θεόν, περὶ δὲ τούτων οἱ μὲν ὡς περὶ δαιμόνων, οἱ δὲ ὡς περὶ ὕλης, οἱ δὲ ὡς περὶ ἀνθρώπων γενομένων ἐφρόνουν, ἡμεῖς γε ἂν εἰκότως ἐξενηλατούμεθα, διαιρετικῷ λόγῳ καὶ περὶ θεοῦ καὶ ὕλης καὶ περὶ τῆς τούτων αὐτῶν οὐσίας κεχρημένοι;

Ὡς γὰρ θεόν φαμεν καὶ υἱὸν τὸν λόγον αὐτοῦ καὶ πνεῦμα ἅγιον, ἑνούμενα μὲν κατὰ δύναμιν τὸν πατέρα τὸν υἱὸν τὸ πνεῦμα, ὅτι νοῦς λόγος σοφία ὁ υἱὸς τοῦ πατρός, καὶ ἀπόῤῥοια ὡς φῶς ἀπὸ πυρὸς τὸ πνεῦμα, οὕτως καὶ ἑτέρας εἶναι δυνάμεις κατειλήμμεθα περὶ τὴν ὕλην ἀρχούσας καὶ δι᾿ αὐτῆς, μίαν μὲν τὴν ἀντίθεον,

οὐχ ὅτι ἀντιδοξοῦν τί ἐστι τῷ θεῷ, ὡς τῇ φιλίᾳ τὸ νεῖκος κατὰ τὸν Ἐμπεδοκλέα καὶ τῇ ἡμέρᾳ νὺξ κατὰ τὰ φαινόμενα (ἐπεὶ κἂν εἰ ἀνθειστήκει τι τῷ θεῷ ἐπαύσατο τοῦ εἶναι, λυθείσης αὐτοῦ τῇ τοῦ θεοῦ δυνάμει καὶ ἰσχύϊ τῆς συστάσεως), ἀλλ᾿ ὅτι τῷ τοῦ θεοῦ ἀγαθῷ, ὃ κατὰ συμβεβηκός ἐστιν αὐτῷ καὶ συνυπάρχον, ὡς χρόα σώματι, οὖ ἄνευ οὐκ ἔστιν (οὐχ ὡς μέρους

38
ὄντος, ἀλλ᾿ ὡς κατ᾿ ἀνάγκην συνόντος παρακολουθήματος, ἡνωμένου καὶ συγκεχρωσμένου, ὡς τῷ πυρὶ ξανθῷ εἶναι καὶ τῷ αἰθέρι κυανῷ), ἐναντίον ἐστὶ τὸ περὶ τὴν ὕλην ἔχον πνεῦμα, γενόμενον μὲν ὑπὸ τοῦ θεοῦ, καθὸ οἱ λοιποὶ ὑπ᾿ αὐτοῦ γεγόνασιν ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πιστευσάμενον διοίκησιν.

Τοῦτο γὰρ ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾿ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχῃ τῶν ὅλων πρόνοιαν, τὴν δὲ ἐπὶ μέρους οἱ ἐπ᾿ αὐτοῖς ταχθέντες ἄγγελοι.

Ὡς δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων, αὐθαίρετον καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐχόντων (ἐπεὶ οὐκ ἂν οὔτ᾿ ἐτιμᾶτε τοὺς ἀγαθοὺς οὔτ᾿ ἐκολάζετε τοὺς πονηρούς, εἰ μὴ ἐπ᾿ αὐτοῖς ἦν καὶ ἡ κακία καὶ ἡ ἀρετή· καὶ οἱ μὲν σπουδαῖοι περὶ ἃ πιστεύονται ὑφ᾿ ὑμῶν, οἱ δὲ ἄπιστοι εὑρίσκονται), καὶ τὸ κατὰ τοὺς ἀγγέλους ἐν ὁμοίῳ καθέστηκεν.

Οἱ μὲν γὰρ ἄλλοι, αὐθαίρετοι δὴ οἷοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ, ἔμειναν ἐφ᾿ οἷς αὐτοὺς ἐποίησεν καὶ διέταξεν ὁ θεός, οἱ δὲ ἐνύβρισαν καὶ τῇ τῆς οὐσίας ὑποστάσει καὶ τῆς ἀρχῇ, οὗτός τε ὁ τῆς ὕλης καὶ τῶν ἐν αὐτῇ εἰδῶν ἄρχων καὶ ἕτεροι τῶν περὶ τὸ πρῶτον τοῦτο στερέωμα (ἴστε δὲ μηδὲν ἡμᾶς ἀμάρτυρον λέγειν, ἃ δὲ τοῖς προφήταις ἐκπεφώνηται μηνύειν), ἐκεῖνοι μὲν εἰς ἐπιθυμίαν πεσόντες παρθένων καὶ ἥττους σαρκὸς εὑρεθέντες, οὗτος δὲ ἀμελήσας καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων γενόμενος διοίκησιν.

Ἐκ μὲν οὖν τῶν περὶ τὰς παρθένους ἐχόντων οἱ καλούμενοι ἐγεννήθησαν γίγαντες. Εἰ δέ τις ἐκ μέρους εἴρηται περὶ τῶν γιγάντων καὶ ποιηταῖς λόγος, μὴ θαυμάσητε, τῆς κοσμικῆς σοφίας καὶ θεολογικῆς ὅσον ἀλήθεια πιθανοῦ διαφέρει διαλλαττουσῶν, καὶ τῆς μὲν οὔσης ἐπουρανίου, τῆς δὲ ἐπιγείου· καὶ κατὰ τὸν ἄρχοντα τῆς ὕλης Ἴσμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα.

39

Οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντων ψυχαὶ οἱ περὶ τὸν κόσμον εἰσὶ πλανώμενοι δαίμονες, ὁμοίας κινήσεις οἱ μὲν αἷς ἔλαβον συστάσεσιν, οἱ δαίμονες, οἱ δὲ αἷς ἔσχον ἐπιθυμίαις, οἱ ἄγγελοι, ποιούμενοι.

Ὁ δὲ τῆς ὕλης ἄρχων, ὡς ἔστιν ἐξ αὐτῶν τῶν γινομένων ἰδεῖν, ἐναντία τῷ ἀγαθῷ τοῦ θεοῦ ἐπιτροπεύει καὶ διοικεῖ. Πολλάκι μοι πραπίδων διῆλθε φροντίς, Εἴτε τύχα εἴτε δαίμων τὰ βιότια κραίνει, Παρὰ τ᾿ ἐλπίδα καὶ παρὰ δίκαν Τοὺς μὲν ἀπ᾿ οἴκων ἀναπίπτοντας Ἄτερ βίου, τοὺς δ᾿ εὐτυχοῦντας ἄγει.

Τὸ παρ᾿ ἐλπίδα καὶ δίκην εὖ πράττειν ἢ κακῶς ἐν ἀφασίᾳ τὸν Εὐριπίδην ἐποίησε, τίνος ἡ τοιαύτη τῶν περιγείων διοίκησις, ἐν ᾗ εἴποι τις ἄν· Πῶς οὖν τάδ᾿ εἰσορῶντες ἢ θεῶν γένος Εἶναι λέγωμεν, ἢ νόμοισι χρώμεθα;

Τοῦτο καὶ τὸν Ἀριστοτέλη ἀπρονόητα εἰπεῖν τὰ κατωτέρω τοῦ οὐρανοῦ ἐποίησε, καίτοι τῆς ἀϊδίου ἐπ᾿ ἴσης ἡμῖν μενούσης προνοίας τοῦ θεοῦ· Ἡ γῆ δ᾿ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, Φύουσα ποίαν τἀμὰ πιαίνει βοτά· τῆς δὲ ἐπὶ μέρους πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, χωρούσης ἐπὶ τοὺς ἀξίους, καὶ τῶν λοιπῶν κατὰ τὸ κοινὸν συστάσεως νόμῳ λόγου προνοουμένων.

Ἀλλ᾿ ἐπεὶ αἱ ἀπὸ τοὐναντίου πνεύματος δαιμονικαὶ κινήσεις καὶ ἐνέργειαι τὰς ἀτάκτους ταύτας ἐπιφορὰς παρέχουσιν, ἤδη καὶ τοὺς ἀνθρώπους ἄλλον ἄλλως, καὶ καθ᾿ ἕνα καὶ κατὰ ἔθνη, μερικῶς καὶ κοινῶς, κατὰ τὸν τῆς ὕλης λόγον καὶ τῆς πρὸς τὰ θεῖα συμπαθείας, ἔνδοθεν καὶ ἔξωθεν κινοῦσαι, διὰ

40
τοῦτό τινες, ὧν δόξαι οὐ μικραί, ἐνόμισαν οὐ τάξει τινὶ τὸ πᾶν τοῦτο συνεστάναι, ἀλλ᾿ ἀλόγῳ τύχῃ ἄγεσθαι καὶ φέρεσθαι, οὐκ εἰδότες ὅτι τῶν μὲν περὶ τὴν τοῦ παντὸς κόσμου σύστασιν οὐδὲν ἄτακτον οὐδὲ ἀπημελημένον, ἀλλ᾿ ἕκαστον αὐτῶν γεγονὸς λόγῳ, διὸ οὐδὲ τὴν ὡρισμένην ἐπ᾿ αὐτοῖς παραβαίνουσι τάξιν, ὁ δὲ ἄνθρωπος κατὰ μὲν τὸν πεποιηκότα καὶ αὐτὸς εὐτάκτως ἔχει, καὶ τῇ κατὰ τὴν γένεσιν φύσει, ἕνα καὶ κοινὸν ἐπεχούσῃ λόγον, καὶ τῇ κατὰ τὴν πλάσιν διαθέσει, οὐ παραβαινούσῃ τὸν ἐπ᾿ αὐτῇ νόμον, καὶ τῷ τοῦ βίου τέλει, ἴσῳ καὶ κοινῷ μένοντι, κατὰ δὲ τὸν ἴδιον ἑαυτῷ λόγον καὶ τὴν τοῦ ἐπέχοντος ἄρχοντος καὶ τῶν παρακολουθούντων δαιμόνων ἐνέργειαν ἄλλος ἄλλως φέρεται καὶ κινεῖται, κοινὸν πάντες τὸν ἐν αὐτοῖς ἔχοντες λογισμόν.

Καὶ οἱ μὲν περὶ τὰ εἴδωλα αὐτοὺς ἕλκοντες οἱ δαίμονές εἰσιν οἱ προειρημένοι, οἱ προστετηκότες τῷ ἀπὸ τῶν ἱερείων αἵματι καὶ ταῦτα περιλιχμώμενοι· οἱ δὲ τοῖς πολλοῖς ἀρέσκοντες θεοὶ καὶ ταῖς εἰκόσιν ἐπονομαζόμενοι, ὡς ἔστιν ἐκ τῆς κατ᾿ αὐτοὺς ἱστορίας εἰδέναι, ἄνθρωποι γεγόνασιν.

Καὶ τοὺς μὲν δαίμονας εἶναι τοὺς ἐπιβατεύοντας τοῖς ὀνόμασι πίστις ἡ ἑκάστου αὐτῶν ἐνέργεια. Οἱ μὲν γὰρ ἀποτέμνουσι τὰ αἰδοῖα, οἱ περὶ τὴν Ῥέαν, οἱ δὲ ἐγκόπτουσιν ἢ ἐντέμνουσιν, οἱ περὶ τὴν Ἄρτεμιν, καὶ ἡ μὲν ἐν Ταύροις φονεύει τοὺς ξένους· ἐῶν γὰρ τοὺς ταῖς μαχαίραις καὶ τοῖς ἀστραγάλοις αἰκιζομένους αὐτοὺς λέγειν καὶ ὅσα εἴδη δαιμόνων· οὐ γὰρ θεοῦ κινεῖν ἐπὶ τὰ παρὰ φύσιν. Ὅταν δ᾿ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακά, Τὸν νοῦν ἔβλαψε πρῶτον.

Ὁ δὲ θεός, τελείως ἀγαθὸς ὤν, ἀϊδίως ἀγαθοποιός ἐστιν. Τοῦ τοίνυν ἄλλους μὲν εἶναι τοὺς ἐνεργοῦντας, ἐφ᾿ ἑτέρων δὲ ἀνίστασθαι τὰς εἰκόνας, ἐκεῖνο μέγιστον τεκμήριον,

41
Τρωὰς καὶ Πάριον· ἡ μὲν Νερυλλίνου εἰκόνας ἔχει, ὃς ἀνὴρ τῶν καθ᾿ ἡμᾶς, τὸ δὲ Πάριον Ἀλεξάνδρου καὶ Πρωτέως· τοῦ Ἀλεξάνδρου ἔτι ἐπὶ τῆς ἀγορᾶς καὶ ὁ τάφος καὶ ἡ εἰκών. Οἱ μὲν οὖν ἄλλοι ἀνδριάντες τοῦ Νερυλλίνου κόσμημά εἰσι δημόσιον, εἴπερ καὶ τούτοις κοσμεῖται πόλις, εἶς δὲ αὐτῶν καὶ χρηματίζειν καὶ ἰᾶσθαι νοσοῦντας νομίζεται, καὶ θύουσί τε δι᾿ αὐτὰ καὶ χρυσῷ περιαλείφουσι καὶ στεφανοῦσι τὸν ἀνδριάντα οἱ Τρωαδεῖς.

Ὁ δὲ τοῦ Ἀλεξάνδρου καὶ ὁ τοῦ Πρωτέως (τοῦτον δ᾿ οὐκ ἀγνοεῖτε ῥίψαντα ἑαυτὸν εἰς τὸ πῦρ περὶ τὴν Ὀλυμπίαν), ὁ μὲν καὶ αὐτὸς λέγεται χρηματίζειν, τῷ δὲ τοῦ Ἀλεξάνδρου [Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές] δημοτελεῖς ἄγονται θυσίαι καὶ ἑορταὶ ὡς ἐπηκόῳ θεῷ. Πότερον οὖν ὁ Νερυλλῖνος καὶ ὁ Πρωτεὺς καὶ ὁ Ἀλέξανδρός εἰσιν οἱ ταῦτα ἐνεργοῦντες περὶ τὰ ἀγάλματα ἢ τῆς ὕλης ἡ σύστασις; Ἀλλ᾿ ἡ μὲν ὕλη χαλκός ἐστιν. Τί δαὶ χαλκὸς δύναται καθ᾿ ἑαυτόν, ὃν μεταποιῆσαι πάλιν εἰς ἕτερον σχῆμα ἔξεστιν, ὡς τὸν ποδονιπτῆρα ὁ παρὰ τῷ Ἡροδότῳ Ἄμασις;

Ὁ δὲ Νερυλλῖνος καὶ ὁ Πρωτεὺς καὶ ὁ Ἀλέξανδρος τί πλέον τοῖς νοσοῦσιν; Ἃ γὰρ ἡ εἰκὼν λέγεται νῦν ἐνεργεῖν, ἐνήργει καὶ ζῶντος καὶ νοσοῦντος Νερυλλίνου.

Τί οὖν; Πρῶτα μὲν αἱ τῆς ψυχῆς ἄλογοι καὶ ἰνδαλματώδεις περὶ τὰς δόξας κινήσεις ἄλλοτε ἄλλα εἴδωλα, τὰ μὲν ἀπὸ τῆς ὕλης ἕλκουσι, τὰ δὲ αὐταῖς ἀναπλάττουσι καὶ κυοῦσι· πάσχει δὲ τοῦτο ψυχὴ μάλιστα τοῦ ὑλικοῦ προσλαβοῦσα καὶ ἐπισυγκραθεῖσα πνεύματος, οὐ πρὸς τὰ οὐράνια καὶ τὸν τούτων ποιητὴν ἀλλὰ κάτω πρὸς τὰ ἐπίγεια βλέπουσα, καθολικῶς εἰς γῆν, ὡς μόνον αἷμα καὶ σάρξ, οὐκέτι πνεῦμα καθαρὸν γινομένη. Αἱ οὖν ἄλογοι αὗται καὶ ἰνδαλματώδεις τῆς ψυχῆς κινήσεις εἰδωλομανεῖς

42
ἀποτίκτουσι φαντασίας.

Ὅταν δὲ ἁπαλὴ καὶ εὐάγωγος ψυχή, ἀνήκοος μὲν καὶ ἄπειρος λόγων ἐῤῥωμένων, ἀθεώρητος δὲ τοῦ ἀληθοῦς, ἀπερινόητος δὲ τοῦ πατρὸς καὶ ποιητοῦ τῶν ὅλων, ἐναποσφραγίσηται ψευδεῖς περὶ αὐτῆς δόξας, οἱ περὶ τὴν ὕλην δαίμονες, λίχνοι περὶ τὰς κνίσσας καὶ τὸ τῶν ἱερείων αἷμα ὄντες, ἀπατηλοὶ δὲ ἀνθρώπων, προσλαβόντες τὰς ψευδοδόξους ταύτας τῶν πολλῶν τῆς ψυχῆς κινήσεις, φαντασίας αὐτοῖς ὡς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων, ἐπιβατεύοντες αὐτῶν τοῖς νοήμασιν, εἰσρεῖν παρέχουσι· καὶ ὅσα καθ᾿ ἑαυτήν, ὡς ἀθάνατος οὖσα, λογικῶς κινεῖται ψυχή, ἢ προμηνύουσα τὰ μέλλοντα ἢ θεραπεύουσα τὰ ἐνεστηκότα, τούτων τὴν δόξαν καρποῦνται οἱ δαίμονες.

Ἀναγκαῖον δὲ ἴσως, κατὰ τὰ προειρημένα, περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ (ἑκάτεροι δὲ ἐν τῇ Ἡλιουπόλει καὶ ἐν Μέμφι καὶ Θήβαις εἰς λόγους τοῖς ἱερεῦσιν ἀφῖχθαι λέγονται) φασὶ παρ᾿ ἐκείνων ἀνθρώπους αὐτοὺς γενέσθαι μαθεῖν.

Ἡρόδοτος μέν· Ἤδη ὦν, τῶν αἱ εἰκόνες ἦσαν, τοιούτους ἀπεδείκνυσάν σφεας αὐτοὺς ἐόντας, θεῶν δὲ πολλὸν ἀπηλλαγμένους. Τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Αἰγύπτῳ ἄρχοντας, οὐκ ἐόντας ἅμα τοῖσι ἀνθρώποισι, καὶ τούτων ἀεὶ ἕνα τὸν κρατέοντα εἶναι· ὕστερον δὲ αὐτῆς βασιλεῦσαι Ὦρον τὸν Ὀσίρεως παῖδα, τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσι· τοῦτον, καταπαύσαντα Τυφῶνα, βασιλεῦσαι ὕστατον Αἰγύπτου. Ὄσιρις δέ ἐστι Διόνυσος κατὰ Ἑλλάδα γλῶσσαν.

Οἵ τε οὖν ἄλλοι καὶ τελευταῖος βασιλεὺς Αἰγύπτου. Παρὰ δὲ τούτων εἰς Ἕλληνας ἦλθε τὰ ὀνόματα τῶν θεῶν. Ἀπόλλων ὁ Διονύσου καὶ Ἴσιδος, ὡς ὁ αὐτὸς Ἡρόδοτος λέγει· Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιδος λέγουσιν εἶναι

43
παῖδας, Λητὼ δὲ τροφὸν αὐτοῖς καὶ σωτηρίαν γενέσθαι. Οὓς οὐρανίους γεγονότας πρώτους βασιλέας ἔσχον· πῆ μὲν ἀγνοίᾳ τῆς ἀληθοῦς περὶ τὸ θεῖον εὐσεβείας, πῆ δὲ χάριτι τῆς ἀρχῆς θεοὺς ὁμοῦ ταῖς γυναιξὶν αὐτῶν ἦγον.

Τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἄρσενας καὶ τοὺς μόσχους οἱ πάντες Αἰγύπτιοι θύουσι, τὰς δὲ θηλείας οὔ σφιν ἔξεστι θύειν, ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιδος, τῆς ἄγαλμα ἐὸν γυναικήϊον βούκερών ἐστιν, καθάπερ οἱ Ἕλληνες τὴν Ἰοῦν γράφουσι.

Τίνες δ᾿ ἂν μᾶλλον ταῦτα πιστευθεῖεν λέγοντες ἢ οἱ κατὰ διαδοχὴν γένους, παῖς παρὰ πατρός, ὡς τὴν ἱερωσύνην καὶ τὴν ἱστορίαν διαδεχόμενοι; Οὐ γὰρ τοὺς σεμνοποιοῦντας ζακόρους τὰ εἴδωλα εἰκὸς ἀνθρώπους αὐτοὺς γενέσθαι ψεύδεσθαι.

Εἴ τι μὲν οὖν Ἡρόδοτος ἔλεγε περὶ τῶν θεῶν ὡς περὶ ἀνθρώπων ἱστορεῖν Αἰγυπτίους, καὶ λέγοντι τῷ Ἡροδότῳ· Τὰ μέν νυν θεῖα τῶν ἀφηγημάτων, οἷα ἤκουον, οὐκ εἰμὶ πρόθυμος διηγεῖσθαι, ἔξω ἢ τὰ ὀνόματα αὐτέων μοῦνα ἐλάχιστα· μὴ πιστεύειν ὡς μυθοποιῷ ἔδει.

Ἐπεὶ δὲ Ἀλέξανδρος καὶ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος συνῆπτον τὸ ἀΐδιον αὐτοῖς γένος, καὶ ἄλλοι μυρίοι, ἵνα μὴ καθ᾿ ἕκαστον καταλέγοιμι, οὐδὲ λόγος ἔτι καταλείπεται, βασιλεῖς ὄντας αὐτοὺς μὴ νενομίσθαι θεούς. Καὶ ὅτι μὲν ἄνθρωποι, δηλοῦσι μὲν καὶ Αἰγυπτίων οἱ λογιώτατοι, οἵ, θεοὺς λέγοντες αἰθέρα γῆν ἥλιον σελήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσι καὶ ἱερὰ τούς τάφους αὐτῶν· δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν.

Ἡρόδοτος δὲ καὶ τὰ παθήματα αὐτῶν φησι μυστήρια· Ἐν δὲ Βουσίρι πόλι ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ἑορτὴν εἴρηται πρότερόν μοι. Τύπτονται γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι, μυριάδες κάρτα πολλαὶ ἀνθρώπων· τὸν δὲ τύπτονται τρόπον, οὔ μοι ὅσιόν ἐστι λέγειν. Εἰ θεοί, καὶ ἀθάνατοι, εἰ δὲ τύπτονται καὶ τὰ πάθη ἐστὶν αὐτῶν μυστήρια, ἄνθρωποι, ὡς

44
αὐτὸς Ἡρόδοτος.

Εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐχ ὅσιον ποιεῦμαι ἐπὶ τοιούτῳ πρήγματι ἐξαγορεύειν τὸ οὔνομα ἐν Σάϊ, ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης, ὄπισθεν τοῦ νηοῦ, παντὸς τοῦ τῆς Ἀθηναίης ἐχόμεναι τοίχου. Λίμνη δ᾿ ἐστὶν ἐχομένη, λιθίνῃ κρηπῖδι κεκοσμημένη ἐν κύκλῳ, μέγεθος, ὡς ἐμοὶ δοκέει, ὅση περ ἐν Δήλῳ ἡ τροχοειδὴς καλεομένη. Ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς καλέουσι μυστήρια Αἰγύπτιοι.

Καὶ οὐ μόνον ὁ τάφος τοῦ Ὀσίριδος δείκνυται, ἀλλὰ καὶ ταριχεία. Ἐπεάν σφισι κομισθῇ νεκρός, δεικνύασι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα, τῇ γραφῇ μεμιμημένα· καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶν εἷναι τοῦ οὐχ ὅσιον ποιεῦμαι οὔνομα ἐπὶ τοιούτῳ πρήγματι ὀνομάζειν.

Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους· Σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾿ οὐδὲ τράπεζαν, Τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. Τοιοῦτος ὢν εἰκότως μὲν ἐμαίνετο, εἰκότως δὲ ἀνάψας πυρὰν κατέκαυσεν ἑαυτόν.

Περὶ δὲ Ἀσκληπιοῦ Ἡσίοδος μέν· Πατὴρ ἀνδρῶν τε θεῶν τε Χώσατ᾿, ἀπ᾿ Οὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ Ἔκτανε Λητοΐδην φίλον, σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ· Ἀλλὰ κέρδει καὶ σοφία δέδεται. Ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς. Χερσὶ δ᾿ ἄρα Κρονίων ῥίψας δι᾿ ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν Ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον.

Ἢ τοίνυν θεοὶ ἦσαν, καὶ οὔτε αὐτοὶ πρὸς χρυσὸν εἶχον

45
(Ὧ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς, Ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾿ ἔχει, Οὐ παῖδες. Ἀνεπιδεὲς γὰρ καὶ κρεῖττον ἐπιθυμίας τὸ θεῖον.) οὔτε ἀπέθνησκον· ἢ ἄνθρωποι γεγονότες καὶ πονηροὶ δι᾿ ἀμαθίαν ἦσαν καὶ χρημάτων ἐλάττους.

Τί δεῖ με πολλὰ λέγειν, ἢ Κάστορος ἢ Πολυδεύκους μνημονεύοντα ἢ Ἀμφιάρεω, οἵ, ὡς εἰπεῖν λόγῳ, χθὲς καὶ πρώην ἄνθρωποι ἐξ ἀνθρώπων γεγονότες, θεοὶ νομίζονται, ὁπότε καὶ Ἰνὼ μετὰ τὴν μανίαν καὶ τὰ ἐπὶ τῆς μανίας πάθη θεὸν δοξάζουσι γεγονέναι, Πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον, καὶ τὸν παῖδα αὐτῆς; Σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.

Εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοί, καὶ ἡ θυγάτηρ τῆς Δερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαιφόνος, ἔδοξε Συρία θεός, καὶ διὰ τὴν Δερκετὼ καὶ τὰς περιστερὰς καὶ τὴν Σεμίραμιν σέβουσι Σύροι (τὸ γὰρ ἀδύνατον, εἰς περιστερὰν μετέβαλεν ἡ γυνή· ὁ μῦθος παρὰ Κτησίᾳ), τί θαυμαστὸν τοὺς μὲν ἐπὶ ἀρχῇ καὶ τυραννίδι ὑπὸ τῶν κατ᾿ αὐτοὺς κληθῆναι θεούς· Σίβυλλα (μέμνηται δ᾿ αὐτῆς καὶ Πλάτων)·

Καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, Ἐξ οὖ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας. Καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ οὓς ἐκάλεσσαν Ἄνθρωποι, Γαῖάν τε καὶ Οὐρανὸν οὔνομα θέντες, Οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων· τοὺς δ᾿ ἐπ᾿ ἰσχύϊ, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ᾿ ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν;

Οἷς μὲν οὗν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετεδίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ αἰδοῖ μετεῖχον τοῦ ὀνόματος. Καὶ Ἀντίνους

46
φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός. Οἱ δὲ μετ᾿ αὐτοὺς ἀβασανίστως παρεδέξαντο.

Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες. Πιστεύων Καλλίμαχε ταῖς γοναῖς τοῦ Διὸς ἀπιστεῖς αὐτοῦ τῷ τάφῳ, καὶ νομίζων ἐπισκιάσειν τἀληθὲς καὶ τοῖς ἀγνοοῦσι κηρύσσεις τὸν τεθνηκότα· κἂν μὲν τὸ ἄντρον βλέπῃς, τὸν Ῥέας ὑπομιμνήσκῃ τόκον, ἂν δὲ τὴν σορὸν ἴδῃς, ἐπισκοτεῖς τῷ τεθνηκότι, οὐκ εἰδὼς ὅτι μόνος ἀίδιος ὁ ἀγένητος θεός. Ἢ γὰρ ἄπιστοι οἱ ὑπὸ τῶν πολλῶν καὶ ποιητῶν λεγόμενοι μῦθοι περὶ τῶν θεῶν καὶ περισσὴ ἡ περὶ αὐτοὺς εὐσέβεια (οὐ γὰρ εἰσὶν ὧν ψευδεῖς οἱ λόγοι), ἢ εἰ ἀληθεῖς αἱ γενέσεις, οἱ ἔρωτες, αἱ μιαιφονίαι, αἱ κλοπαί, αἱ ἐκτομαί, οἱ κεραυνοί, οὐκέτ᾿ εἰσί, παυσάμενοι εἶναι, ἐπεὶ καὶ ἐγένοντο οὐκ ὄντες.

Τίς γὰρ τοῖς μὲν πιστεύειν λόγος, τοῖς δὲ ἀπιστεῖν, ἐπὶ τὸ σεμνότερον περὶ αὐτῶν τῶν ποιητῶν ἱστορηκότων; Οὐ γὰρ ἂν δι᾿ οὓς ἐνομίσθησαν θεοί, σεμνοποιήσαντας τὴν κατ᾿ αὐτοὺς ἱστορίαν, οὗτοι τὰ πάθη τὰ αὐτῶν ἐψεύσαντο. Ὡς μὲν οὗν οὐκ ἐσμὲν ἄθεοι, θεὸν ἄγοντες τὸν ποιητὴν τοῦδε τοῦ παντὸς καὶ τὸν παρ᾿ αὐτοῦ λόγον, κατὰ δύναμιν τὴν ἐμήν, εἰ καὶ μὴ πρὸς ἀξίαν, ἐλήλεγκται.

Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ᾿ ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίττεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμᾶς τοῦ βίου ἢ πικροὺς καὶ ἀπαραιτήτους τῇ τῶν αἰτιῶν ὑπερβολῇ τοὺς ἄρχοντας παρασκευάσειν, πρὸς εἰδότας παίζοντες ὅτι ἄνωθέν πως ἔθος, καὶ οὐκ ἐφ᾿ ἡμῶν μόνον, κατά τινα θεῖον νόμον καὶ λόγον παρηκολούθηκε, προσπολεμεῖν τὴν κακίαν τῇ ἀρετῇ.

Οὕτω καὶ Πυθαγόρας μὲν ἅμα τριακοσίοις ἑτέροις κατεφλέχθη πυρί, Ἡράκλειτος δὲ καὶ

47
Δημόκριτος, ὁ μὲν τῆς Ἐφεσίων πόλεως ἠλαύνετο, ὁ δὲ τῆς Ἀβδηριτῶν, ἐπικατηγορούμενος μεμηνέναι, καὶ Σωκράτους Ἀθηναῖοι θάνατον κατέγνωσαν. Ἀλλ᾿ ὡς ἐκεῖνοι οὐδὲν χείρους εἰς ἀρετῆς λόγον διὰ τὴν τῶν πολλῶν δόξαν, οὐδ᾿ ἡμῖν οὐδὲν ἐπισκοτεῖ πρὸς ὀρθότητα βίου ἡ παρά τινων ἄκριτος βλασφημία· εὐδοξοῦμεν γὰρ παρὰ τῷ θεῷ.

Πλὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἀπαντήσω τὰ ἐγκλήματα. Ὑμῖν μὲν οὖν καὶ δι᾿ ὦν εἴρηκα εὖ οἶδα ἀπολελογῆσθαι ἐμαυτόν. Συνέσει γὰρ πάντας ὑπερφρονοῦντες, οἷς ὁ βίος ὡς πρὸς στάθμην τὸν θεὸν κανονίζεται, ὅπως ἀνυπαίτιος καὶ ἀνεπίληπτος ἕκαστος ἡμῶν ἄνθρωπος αὐτῷ γένοιτο, ἴστε τούτους μηδ᾿ εἰς ἔννοιάν ποτε τοῦ βραχυτάτου ἐλευσομένους ἁμαρτήματος.

Εἰ μὲν γὰρ ἕνα τὸν ἐνταῦθα βίον βιώσεσθαι πεπείσμεθα, κἂν ὑποπτεύειν ἐνῆν δουλεύοντας σαρκὶ καὶ αἵματι ἢ κέρδους ἢ ἐπιθυμίας ἐλάττους γενομένους ἁμαρτεῖν· ἐπεὶ δὲ ἐφεστηκέναι μὲν οἷς ἐννοοῦμεν, οἷς λαλοῦμεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν τὸν θεὸν οἴδαμεν, πάντα δὲ φῶς αὐτὸν ὄντα καὶ τὰ ἐν τῇ καρδίᾳ ἡμῶν ὁρᾶν, πεπείσμεθα τοῦ ἐνταῦθα ἀπαλλαγέντες βίου βίον ἕτερον βιώσεσθαι, ἀμείνονα ἢ κατὰ τὸν ἐνθάδε καὶ ἐπουράνιον, οὐκ ἐπίγειον (ὡς ἂν μετὰ θεοῦ καὶ σὺν θεῷ ἀκλινεῖς καὶ ἀπαθεῖς τὴν ψυχήν, οὐχ ὡς σάρκες, κἂν ἔχωμεν, ἀλλ᾿ ὡς οὐράνιον πνεῦμα, μενοῦμεν), ἢ συγκαταπίπτοντες τοῖς λοιποῖς χείρονα καὶ διὰ πυρός· οὐ γὰρ καὶ ἡμᾶς ὡς πρόβατα ἢ ὑποζύγια, πάρεργον καὶ ἵνα ἀπολοίμεθα καὶ ἀφανισθείημεν, ἔπλασεν ὁ θεός. Ἐπὶ τούτοις οὐκ εἰκὸς ἡμᾶς ἐθελοκακεῖν, οὐδ᾿ αὐτοὺς τῷ μεγάλῳ παραδιδόναι κολασθησομένους δικαστῇ.

Τοὺς μὲν οὖν θαυμαστὸν οὐδὲν λογοποιεῖν περὶ ἡμῶν ἃ περὶ τῶν σφετέρων λέγουσι θεῶν· καὶ τὰ πάθη αὐτῶν δεικνύουσι μυστήρια. Χρῆν δ᾿ αὐτούς, εἰ δεινὸν τὸ ἐπ᾿ ἀδείας καὶ ἀδιαφόρως μίγνυσθαι κρίνειν ἔμελλον,

48
ἢ τὸν Δία μεμισηκέναι, ἐκ μητρὸς μὲν Ῥέας θυγατρὸς δὲ Κόρης πεπαιδοποιημένον, γυναικὶ δ᾿ ἰδίᾳ ἀδελφῇ χρώμενον, ἢ τὸν τούτων ποιητὴν Ὀρφέα, ὅτι καὶ ἀνόσιον ὑπὲρ τὸν Θυέστην καὶ μιαρὸν ἐποίησε τὸν Δία· καὶ γὰρ οὗτος τῇ θυγατρὶ κατὰ χρησμὸν ἐμίγη, βασιλεῦσαι θέλων καὶ ἐκδικηθῆναι.

Ἡμεῖς δὲ τοσοῦτον ἀδιάφοροι εἶναι ἀπέχομεν, ὡς μηδὲ ἰδεῖν ἡμῖν πρὸς ἐπιθυμίαν ἐξεῖναι. Ὁ γὰρ βλέπων, φησί, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῇς, ἤδη μεμοίχευκεν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οἷς οὖν μηδὲν τὸ πλέον ἔξεστιν ὁρᾶν ἢ ἐφ᾿ ἃ ἔπλασεν τοὺς ὀφθαλμοὺς ὁ θεός, ἡμῖν φῶς αὐτοὺς εἶναι, καὶ οἷς τὸ ἰδεῖν ἡδέως μοιχεία, ἐφ᾿ ἕτερα τῶν ὀφθαλμῶν γεγονότων, μέχρις ἐννοίας κριθησομένοις, πῶς ἂν οὗτοι ἀπιστηθεῖεν σωφρονεῖν; Οὐ γὰρ πρὸς ἀνθρωπικοὺς νόμους ὁ λόγος ἡμῖν, οὓς ἄν τις γενόμενος πονηρὸς καὶ λάθοι (ἐν ἀρχῇ δὲ ὑμῖν, δεσπόται, θεοδίδακτον εἶναι τὸν καθ᾿ ἡμᾶς λόγον ἐπιστούμην), ἀλλ᾿ ἔστιν ἡμῖν νόμος ὃς δικαιοσύνης μέτρον ἐποίησεν αὐτοὺς καὶ τοὺς πέλας ἔχειν.

Διὰ τοῦτο καὶ καθ᾿ ἡλικίαν τοὺς μὲν υἱοὺς καὶ θυγατέρας νοοῦμεν, τοὺς δὲ ἀδελφοὺς ἔχομεν καὶ ἀδελφάς, καὶ τοῖς προβεβηκόσι τὴν τῶν πατέρων καὶ μητέρων τιμὴν ἀπονέμομεν. Οὓς οὖν ἀδελφοὺς καὶ ἀδελφὰς καὶ τὰ λοιπὰ τοῦ γένους νοοῦμεν ὀνόματα, περὶ πολλοῦ ἡμῖν ἀνύβριστα καὶ ἀδιάφθορα αὐτῶν τὰ σώματα μένειν, πάλιν ἡμῖν λέγοντος τοῦ λόγου· Ἐάν τις διὰ τοῦτο ἐκ δευτέρου καταφιλήσῃ, ὅτι ἤρεσεν αὐτῷ· καὶ ἐπιφέροντος· Οὕτως οὖν ἀκριβώσασθαι τὸ φίλημα μᾶλλον δὲ τὸ προσκύνημα δεῖ, ὡς, εἴπου μικρὸν τῇ διανοίᾳ παραθολωθείη, ἔξω ἡμᾶς τῆς αἰωνίου τιθέντος ζωῆς.

Ἐλπίδα οὖν ζωῆς αἰωνίου ἔχοντες, τῶν ἐν τούτῳ τῷ βίῳ καταφρονοῦμεν, μέχρι καὶ τῶν τῆς ψυχῆς ἡδέων· γυναῖκα μὲν ἕκαστος ἡμῶν ἣν ἠγάγετο κατὰ τοὺς ὑφ᾿ ἡμῶν τεθειμένους νόμους νομίζων, καὶ ταύτην

49
μέχρι τοῦ παιδοποιήσασθαι. Ὡς γὰρ ὁ γεωργὸς καταβάλλων εἰς γῆν τὰ σπέρματα ἄμητον περιμένει, οὐκ ἐπισπείρων, καὶ ἡμῖν μέτρον ἐπιθυμίας ἡ παιδοποιΐα. Εὕροις δ᾿ ἂν πολλοὺς τῶν παρ᾿ ἡμῖν, καὶ ἄνδρας καὶ γυναῖκας, καταγηράσκοντας ἀγάμους ἐλπίδι τοῦ μᾶλλον συνέσεσθαι τῷ θεῷ.

Εἰ δὲ τὸ ἐν παρθενίᾳ καὶ ἐν εὐνουχίᾳ μεῖναι μᾶλλον παρίστησι τῷ θεῷ, τὸ δὲ μέχρις ἐννοίας καὶ ἐπιθυμίας ἐλθεῖν ἀπάγει, ὧν τὰς ἐννοίας φεύγομεν, πολὺ πρότερον τὰ ἔργα παραιτούμεθα. Οὐ γὰρ μελέτῃ λόγων ἀλλ᾿ ἐπιδείξει καὶ διδασκαλίᾳ ἔργων τὰ ἡμέτερα, ἢ οἷός τις ἐτέχθη μένειν ἢ ἐφ᾿ ἑνὶ γάμῳ· ὁ γὰρ δεύτερος εὐπρεπής ἐστι μοιχεία. Ὃς γὰρ ἂν ἀπολύσῃ, φησί, τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται, οὔτε ἀπολύειν ἐπιτρέπων ἦς ἔπαυσέ τις τὴν παρθενίαν οὔτε ἐπιγαμεῖν. Ὁ γὰρ ἀποστερῶν ἑαυτὸν τῆς προτέρας γυναικός, καὶ εἰ τέθνηκε, μοιχός ἐστι παρακεκαλυμμένος, παραβαίνων μὲν τὴν χεῖρα τοῦ θεοῦ, ὅτι ἐν ἀρχῇ ὁ θεὸς ἕνα ἄνδρα ἔπλασε καὶ μίαν γυναῖκα, λύων δὲ τὴν σαρκὸς πρὸς σάρκα κατὰ τὴν ἕνωσιν πρόσμιξιν εἰς τοῦ γένους κοινωνίαν.

Ἀλλ᾿ οἱ τοιοῦτοι (ὢ τί ἂν εἴποιμι τὰ ἀπόῤῥητα;) ἀκούομεν τὰ τῆς παροιμίας Ἡ πόρνη τὴν σώφρονα. Οἱ γὰρ ἀγορὰν στήσαντες πορνείας καὶ καταγωγὰς ἀθέσμους πεποιημένοι τοῖς νέοις πάσης αἰσχρᾶς ἡδονῆς καὶ μηδὲ τῶν ἀρσένων φειδόμενοι, ἄρσενες ἐν ἄρσεσι τὰ δεινὰ κατεργαζόμενοι, ὅσων σεμνότερα καὶ εὐειδέστερα σώματα παντοίως αὐτὰ ὑβρίζοντες, ἀτιμοῦντες καὶ τὸ ποιητὸν τοῦ θεοῦ καλόν (οὐ γὰρ αὐτοποίητον ἐπὶ γῆς τὸ κάλλος, ἀλλὰ ὑπὸ χειρὸς καὶ γνώμης πεμπόμενον τοῦ θεοῦ), οὗτοι δὲ ἃ συνίσασιν αὐτοῖς καὶ τοὺς σφετέρους λέγουσι θεούς, ἐπ᾿ αὐτῶν ὡς σεμνὰ καὶ τῶν θεῶν αὐτὰ αὐχοῦντες, ταῦτα ἡμᾶς λοιδοροῦνται, κακίζοντες οἱ μοιχοὶ καὶ παιδερασταὶ τοὺς εὐνούχους καὶ μονογάμους, οἱ δίκην

50
ἰχθύων ζῶντες· καὶ γὰρ οὗτοι καταπίνουσι τὸν ἐμπεσόντα, ἐλαύνοντες ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον.

Καὶ τοῦτό ἐστι σαρκῶν ἅπτεσθαι ἀνθρωπικῶν, τὸ κειμένων νόμων, οὓς ὑμεῖς καὶ οἱ ὑμέτεροι πρόγονοι πρὸς πᾶσαν δικαιοσύνην ἐξετάσαντες ἐθήκατε, παρὰ τούτους αὐτοὺς βιάζεσθαι, ὡς μηδὲ τοὺς ὑφ᾿ ὑμῶν καταπεμπομένους ἡγεμόνας τῶν ἐθνῶν ἐξαρκεῖν ταῖς δίκαις, οἶς οὐδὲ παιομένοις μὴ παρέχειν ἑαυτοὺς οὐδὲ κακῶς ἀκούουσι μὴ εὐλογεῖν ἔξεστιν· οὐ γὰρ ἀπαρκεῖ δίκαιον εἶναι (ἔστι δὲ δικαιοσύνης ἴσα ἴσοις ἀμείβειν), ἀλλ᾿ ἀγαθοῖς καὶ ἀνεξικάκοις εἶναι πρόκειται.

Τίς οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδροφόνους εἶναι; Οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρότερον ἀποκτείνασί τινα. Τὸ πρότερον οὖν ψευδόμενοι, τὸ δεύτερον κἂν μέν τις αὐτοὺς ἔρηται εἰ ἑωράκασιν ἃ λέγουσιν, οὐδεὶς οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. Καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ᾿ ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. Οὓς γὰρ ἴσασιν οὐδ᾿ ἰδεῖν κἂν δικαίως φονευόμενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν;

Τίς οὐχὶ τῶν περὶ σπουδῆς τὰς δι᾿ ὅπλων ἀγωνίας καὶ διὰ θηρίων, καὶ μάλιστα τὰς ὑφ᾿ ὑμῶν ἀγομένας, ἔχει; Ἀλλ᾿ ἡμεῖς, πλησίον εἶναι τὸ ἰδεῖν τὸν φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. Πῶς οὖν μηδὲ ὁρῶντες, ἵνα μὴ ἑαυτοῖς ἅγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα;

Καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; Οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῶον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν,

51
καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων, πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ᾿ ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐκ ἄρχοντες αὐτοῦ.

Τίς ἂν οὗν ἀνάστασιν πεπιστευκὼς ἐπὶ σώμασιν ἀναστησομένοις ἑαυτὸν παράσχοι τάφον; Οὐ γὰρ τῶν αὐτῶν καὶ ἀναστήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ ἐσθίειν αὐτὰ ὡς οὐκ ἀναστησόμενα, καὶ ἀποδώσειν μὲν νομίζειν τὴν γῆν τοὺς ἰδίους νεκρούς, οὓς δέ τις αὐτὸς ἐγκατέθαψεν αὐτῷ μήτε ἀπαιτηθήσεσθαι.

Τοὐναντίον μὲν οὖν εἰκὸς τοὺς μὲν μήτε λόγον ὑφέξειν τοῦ ἐνταῦθα ἢ πονηροῦ ἢ χρηστοῦ βίου μήτε ἀνάστασιν εἶναι οἰομένους, συναπόλλυσθαι δὲ τῷ σώματι καὶ τὴν ψυχὴν καὶ οἷον ἐναποσβέννυσθαι λογιζομένους, μηδενὸς ἂν ἀποσχέσθαι τολμήματος· τοὺς δὲ μηδὲν ἀνεξέταστον ἔσεσθαι παρὰ τῷ θεῷ, συγκολασθήσεσθαι δὲ καὶ τὸ ὑπουργῆσαν σῶμα ταῖς ἀλόγοις ὁρμαῖς τῆς ψυχῆς καὶ ἐπιθυμίαις πεπεισμένους, οὐδεὶς λόγος ἔχει οὐδὲ τῶν βραχυτάτων τι ἁμαρτεῖν.

Εἰ δέ τῳ λῆρος πολὺς δοκεῖ, τὸ σαπὲν καὶ διαλυθὲν καὶ ἀφανισθὲν σῶμα συστῆναι πάλιν, κακίας μὶν οὐκ ἂν εἰκότως δόξαν ἀποφεροίμεθα διὰ τοὺς οὐ πιστεύοντας ἀλλ᾿ εὐηθείας· οἷς γὰρ ἀπατῶμεν ἑαυτοὺς λόγοις ἀδικοῦμεν οὐδένα.

Ὅτι μέντοι οὐ καθ᾿ ἡμᾶς μόνον ἀναστήσεται τὰ σώματα, ἀλλὰ καὶ κατὰ πολλοὺς τῶν φιλοσόφων, περίεργον ἐπὶ τοῦ παρόντος δεικνύειν, ἵνα μὴ ἐξαγωνίους τοῖς προκειμένοις ἐπεισάγειν δοκῶμεν λόγους, ἢ περὶ νοητῶν καὶ αἰσθητῶν καὶ τῆς τούτων συστάσεως λέγοντες, ἢ ὅτι πρεσβύτερα τὰ ἀσώματα τῶν σωμάτων καὶ τὰ νοητὰ προάγει τῶν αἰσθητῶν, κἂν πρώτοις περιπίπτωμεν τοῖς αἰσθητοῖς, συνισταμένων ἐκ μὲν. τῶν ἀσωμάτων κατὰ τὴν ἐπισύνθεσιν τῶν νοητῶν σωμάτων, ἐκ δὲ τῶν νοητῶν τῶν αἰσθητῶν· οὐ γὰρ κωλύει κατὰ τὸν Πυθαγόραν καὶ τὸν

52
Πλάτωνα, γενομένης τῆς διαλύσεως τῶν σωμάτων, ἐξ ὤν τὴν ἀρχὴν συνέστη ἀπὸ τῶν αὐτῶν αὐτὰ καὶ πάλιν συστῆναι. Ἀλλ᾿ ἀνακείσθω μὲν ὁ περὶ τῆς ἀναστάσεως λόγος.

Ὑμεῖς δέ, ὦ πάντα ἐν πᾶσι φύσει καὶ παιδείᾳ χρηστοὶ καὶ μέτριοι καὶ φιλάνθρωποι καὶ τῆς βασιλείας ἄξιοι, διαλελυμένῳ μὲν τὰ ἐγκλήματα, ἐπιδεδειχότι δὲ ὅτι καὶ θεοσεβεῖς καὶ ἐπιεικεῖς καὶ τὰς ψυχὰς κεκολασμένοι, τὴν βασιλικὴν κεφαλὴν ἐπινεύσατε.

Τίνες γὰρ καὶ δικαιότεροι ὦν δέονται τυχεῖν, ἢ οἵτινες περὶ μὲν τῆς ἀρχῆς τῆς ὑμετέρας εὐχόμεθα ἵνα παῖς μὲν παρὰ πατρὸς κατὰ τὸ δικαιότατον διαδέχησθε τὴν βασιλείαν, αὔξην δὲ καὶ ἐπίδοσιν καὶ ἡ ἀρχὴ ὑμῶν, πάντων ὑποχειρίων γινομένων, λαμβάνῃ; Τοῦτο δ᾿ ἐστὶ καὶ πρὸς ἡμῶν, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγοιμεν, αὐτοὶ δὲ πάντα τὰ κεκελευσμένα προθύμως ὑπηρετοῖμεν.