Legatio sive Supplicatio pro Christianis

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἐπεὶ τοίνυν φασί τινες εἰκόνας μὲν εἶναι ταύτας, θεοὺς δὲ ἐφ᾿ οἶς αἱ εἰκόνες, καὶ τὰς προσόδους ἃς ταύταις προσίασι καὶ τὰς θυσίας ἐπ᾿ ἐκείνους ἀναφέρεσθαι καὶ εἰς ἐκείνους γίνεσθαι, μὴ εἶναί τε ἕτερον τρόπον τοῖς θεοῖς ἢ τοῦτον προσελθεῖν· Χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς, καὶ τοῦ ταῦθ᾿ οὕτως ἔχειν τεκμήρια παρέχουσι τὰς ἐνίων εἰδώλων ἐνεργείας, φέρε ἐξετάσωμεν τὴν ἐπὶ τοῖς ὀνόμασι δύναμιν αὐτῶν.

Δεήσομαι δὲ ὑμῶν, μέγιστοι αὐτοκρατόρων, πρὸ τοῦ λόγου ἀληθεῖς παρεχομένῳ τοὺς λογισμοὺς

27
συγγνῶναι· οὐ γὰρ προκείμενόν μοι ἐλέγχειν τὰ εἴδωλα, ἀλλὰ ἀπολυόμενος τὰς διαβολὰς λογισμὸν τῆς πραιρέσεως ἡμῶν παρέχω. Ἔχοιτε ἀφ᾿ ἑαυτῶν καὶ τὴν ἐπουράνιον βασιλείαν ἐξετάζειν· ὡς γὰρ ὑμῖν πατρὶ καὶ υἱῷ πάντα κεχείρωται, ἄνωθεν τὴν βασιλείαν εἰληφόσι (βασιλέως γὰρ ψυχὴ ἐν χειρὶ θεοῦ, φησὶ τὸ προφητικὸν πνεῦμα), οὕτως ἑνὶ τῷ θεῷ καὶ τῷ παρ᾿ αὐτοῦ λόγῳ υἱῷ νοουμένῳ ἀμερίστῳ πάντα ὑποτέτακται.

Ἐκεῖνο τοίνυν σκέψασθέ μοι πρὸ τῶν ἄλλων. Οὐκ ἐξ ἀρχῆς, ὥς φασιν, ἦσαν οἱ θεοί, ἀλλ᾿ οὕτως γέγονεν αὐτῶν ἕκαστος ὡς γινόμεθα ἡμεῖς. Καὶ τοῦτο πᾶσιν αὐτοῖς ξυμφωνεῖ· Ὁμήρου μὲν γὰρ λέγοντος· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν, Ὀρφέως δὲ (ὃς καὶ τὰ ὀνόματα αὐτῶν πρῶτος ἐξεῦρε καὶ τὰς γενέσεις διεξῆλθε καὶ ὅσα ἑκάστοις πέπρακται εἶπε καὶ πεπίστευται παρ᾿ αὐτοῖς ἀληθέστερον θεολογεῖν, ᾧ καὶ Ὅμηρος τὰ πολλὰ καὶ περὶ θεῶν μάλιστα ἕπεται) καὶ αὐτοῦ τὴν πρώτην γένεσιν αὐτῶν ἐξ ὕδατος συνιστάντος· Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.

Ἦν γὰρ ὕδωρ ἀρχὴ κατ᾿ αὐτὸν τοῖς ὅλοις, ἀπὸ δὲ τοῦ ὕδατος ἰλὺς κατέστη, ἐκ δὲ ἑκατέρων ἐγεννήθη ζῶον δράκων προσπεφυκυῖαν ἔχων κεφαλὴν λέοντος, διὰ μέσου δὲ αὐτῶν θεοῦ πρόσωπον, ὄνομα Ἡρακλῆς καὶ Χρόνος.

Οὗτος ὁ Ἡρακλῆς ἐγέννησεν ὑπερμέγεθες ὠόν, ὃ συμπληρούμενον ὑπὸ βίας τοῦ γεγεννηκότος ἐκ παρατριβῆς εἰς δύο ἐῤῥάγη· τὸ μὲν οὖν κατὰ κορυφὴν αὐτοῦ οὐρανὸς εἶναι ἐτελέσθη, τὸ δὲ κατενεχθὲν γῆ.

Προῆλθε δὲ καὶ θεὸς Γῆ διὰ σώματος· Οὐρανὸς δὲ Γῇ μιχθεὶς γεννᾷ θηλείας μὲν Κλωθῶ, Λάχεσιν, Ἄτροπον, ἄνδρας δὲ ἑκατόγχειρας Κόττυν, Γύγην, Βριάρεων, καὶ Κύκλωπας Βρόντην καὶ Στερόπην καὶ Ἄργον· οὓς καὶ δήσας κατεταρτάρωσεν, ἐκπεσεῖσθαι αὐτὸν ὑπὸ τῶν παίδων τῆς ἀρχῆς

28
μαθών. Διὸ καὶ ὀργισθεῖσα ἡ Γῆ τοὺς Τιτᾶνας ἐγέννησε. Κούρους δ᾿ οὐρανίωνας ἐγείνατο πότνια Γαῖα, Οὓς δὴ καὶ Τιτῆνας ἐπίκλησιν καλέουσιν, Οὕνεκα τισάσθην μέγαν Οὐρανὸν ἀστερόεντα.

Αὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ᾿ αὐτοὺς θεούς τε καὶ τὸ πᾶν. Τί ἐκεῖνο τοίνυν; Ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχὴν ὂν νοεῖται. Εἰ γὰρ γεγόνασιν οὐκ ὄντες, ὡς οἱ περὶ αὐτῶν θεολογοῦντες λέγουσιν, οὐκ εἰσίν. Ἢ γὰρ ἀγένητόν τι καὶ ἔστιν ἀΐδιον, ἢ γενητὸν καὶ φθατόν ἐστι.

Καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἑτέρως δὲ οἱ φιλόσοφοι. Τί τὸ ὂν ἀεί, γένεσίν τε οὐκ ἔχον, ἢ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε; Περὶ νοητοῦ καὶ αἰσθητοῦ διαλεγόμενος ὁ Πλάτων τὸ μὲν ἀεὶ ὄν, τὸ νοητόν, ἀγένητον εἶναι διδάσκει, τὸ δὲ οὐκ ὄν, τὸ αἰσθητόν, γενητόν, ἀρχόμενον εἶναι καὶ παυόμενον. Τούτῳ καὶ οἱ ἀπὸ τῆς στοᾶς τῷ λόγῳ ἐκπυρωθήσεσθαι τὰ πάντα καὶ πάλιν ἔσεσθαί φασιν, ἑτέραν ἀρχὴν τοῦ κόσμου λαβόντος.

Εἰ δέ, καίτοι δισσοῦ αἰτίου κατ᾿ αὐτοὺς ὄντος, τοῦ μὲν δραστηρίου καὶ καταρχομένου, καθὸ ἡ πρόνοια, τοῦ δὲ πάσχοντος καὶ τρεπομένου, καθὸ ἡ ὕλη, ἀδύνατον δέ ἐστι καὶ προνοούμενον ἐπὶ ταὐτοῦ μεῖναι τὸν κόσμον γενόμενον, πῶς ἡ τούτων μένει σύστασις, οὐ φύσει ὄντων ἀλλὰ γενομένων;

Τί δὲ τῆς ὕλης κρείττους οἱ θεοί, τὴν σύστασιν ἐξ ὕδατος· ἔχοντες; Ἀλλ᾿ οὐδὲ κατ᾿ αὐτοὺς ὕδωρ τοῖς πᾶσιν ἀρχή. Ἔκ τε ἁπλῶν καὶ μονοειδῶν τί ἂν συστῆναι στοιχείων δύναιτο; Δεῖ δὲ καὶ τῇ ὕλῃ τεχνίτου καὶ ὕλης τῷ τεχνίτῃ. Ἢ πῶς ἂν γένοιτο τὰ ἐκτυπώματα χωρὶς τῆς ὕλης ἢ τοῦ τεχνίτου; Οὔτε πρεσβυτέραν λόγον ἔχει εἶναι τὴν ὕλην τοῦ θεοῦ· τὸ γὰρ ποιητικὸν αἴτιον προκατάρχειν τῶν γινομένων ἀνάγκη.