Legatio sive Supplicatio pro Christianis
Athenagoras
Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.
Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς ἐπὶ σώμασιν ἀναστησομένοις ἑαυτὸν παράσχοι τάφον; Οὐ γὰρ τῶν αὐτῶν καὶ ἀναστήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ ἐσθίειν αὐτὰ ὡς οὐκ ἀναστησόμενα, καὶ ἀποδώσειν μὲν νομίζειν τὴν γῆν τοὺς ἰδίους νεκρούς, οὓς δέ τις αὐτὸς ἐγκατέθαψεν αὐτῷ μήτε ἀπαιτηθήσεσθαι. Τοὐναντίον μὲν οὖν εἰκὸς τοὺς μὲν μήτε λόγον ὑφέξειν τοῦ ἐνταῦθα ἢ πονηροῦ ἢ χρηστοῦ βίου μήτε ἀνάστασιν
Ὑμεῖς δέ, ὦ πάντα ἐν πᾶσι φύσει καὶ παιδείᾳ χρηστοὶ καὶ μέτριοι καὶ φιλάνθρωποι καὶ τῆς βασιλείας ἄξιοι, διαλελυμένῳ μὲν τὰ ἐγκλήματα, ἐπιδεδειχότι δὲ ὅτι καὶ θεοσεβεῖς καὶ ἐπιεικεῖς καὶ τὰς ψυχὰς κεκολασμένοι, τὴν βασιλικὴν κεφαλὴν ἐπινεύσατε. Τίνες γὰρ καὶ δικαιότεροι ὧν δέονται τυχεῖν, ἢ οἵτινες περὶ μὲν τῆς ἀρχῆς τῆς ὑμετέρας εὐχόμεθα ἵνα παῖς μὲν παρὰ πατρὸς κατὰ τὸ δικαιότατον διαδέχησθε τὴν βασιλείαν, αὔξην δὲ καὶ ἐπίδοσιν καὶ ἡ ἀρχὴ ὑμῶν, πάντων ὑποχειρίων γινομένων, λαμβάνῃ; Τοῦτο δ᾿ ἐστὶ καὶ πρὸς ἡμῶν, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον διάγοιμεν, αὐτοὶ δὲ πάντα τὰ κεκελευσμένα προθύμως ὑπηρετοῖμεν.