Legatio sive Supplicatio pro Christianis

Athenagoras

Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.

Ὁ δὲ περὶ τοῦ μὴ προσιέναι καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν πάνυ αὐτοῖς εὐήθης λόγος. Ἀλλ᾿ οὐδὲ οἱ ἡμῖν ἐπικαλοῦντες ἀθεότητα, ἐπεὶ μὴ τοὺς αὐτοὺς οἷς ἴσασι

v.2.p.62
νομίζομεν, σφίσιν αὐτοῖς συμφωνοῦσι περὶ θεῶν. Ἀλλ᾿ Ἀθηναῖοι μὲν Κελεὸν καὶ Μετάνειραν ἵδρυνται θεούς, Λακεδαιμόνιοι δὲ Μενέλεων, καὶ θύουσιν αὐτῷ καὶ ἑορτάζουσιν, Ἰλιεῖς δὲ οὐδὲ τὸ ὄνομα ἀκούοντες Ἕκτορα φέρουσι, Κεῖοι Ἀρισταῖον τὸν αὐτὸν καὶ Δία καὶ Ἀπόλλω νομίζοντες, Θάσιοι Θεαγένην, ὑφ᾿ οὗ καὶ φόνος ὀλυμπιάσιν ἐγένετο, Σάμιοι Λύσανδρον ἐπὶ τοσαύταις σφαγαῖς καὶ τοσούτοις κακοῖς, Ἀλκμὰν καὶ Ἡσίοδος
v.2.p.64
Μήδειαν καὶ Νιόβην Κίλικες, Σικελοὶ Φίλιππον τὸν Βουτακίδου, Ὀνήσιλον Ἀμαθούσιοι, Ἀμίλκαν Καρχηδόνιοι. Ἐπιλείψει μὲ ἡ ἡμέρα τὸ πλῆθος καταλέγοντα. Ὅταν οὖν αὐτοὶ αὐτοῖς διαφωνῶσι περὶ τῶν κατ᾿ αὐτοὺς θεῶν, τί ἡμῖν μὴ συμφερομένοις ἐπικαλοῦσι; Τὸ δὲ κατ᾿ Αἰγυπτίους μὴ καὶ γελοῖον ᾖ; Τύπτονται γὰρ ἐν τοῖς ἱεροῖς τὰ στήθη κατὰ τὰς πανηγύρεις ὡς ἐπὶ τετελευτηκόσι καὶ θύουσιν ὡς θεοῖς· καὶ οὐδὲν θαυμαστόν· οἵ γε καὶ τὰ θηρία θεοὺς ἄγουσι καὶ ξυρῶνται
v.2.p.66
ἐπεὶ ἀποθνήσκουσι, καὶ θάπτουσιν ἐν ἱεροῖς καὶ δημοτελεῖς κοπετοὺς ἐγείρουσιν. Ἂν τοίνυν ἡμεῖς, ὅτι μὴ κοινῶς ἐκείνοις θεοσεβοῦμεν, ἀσεβῶμεν, πᾶσαι μὲν πόλεις πάντα δὲ ἔθνη ἀσεβοῦσιν· οὐ γὰρ τοὺς αὐτοὺς πάντες ἄγουσι θεούς.

Ἀλλ᾿ ἔστωσαν τοὺς αὐτοὺς ἄγοντες. Τί οὖν; Ἐπεὶ οἱ πολλοί, διακρῖναι οὐ δυνάμενοι τί μὲν ὕλη τί δὲ θεὸς πόσον δὲ τὸ διὰ μέσου αὐτῶν, προσίασι τοῖς ἀπὸ τῆς ὕλης εἰδώλοις, δι᾿ ἐκείνους καὶ ἡμεῖς, οἱ διακρίνοντες καὶ χωρίζοντες τὸ ἀγένητον καὶ τὸ γενητόν, τὸ ὂν καὶ τὸ οὐκ ὄν, τὸ νοητὸν καὶ τὸ αἰσθητόν, καὶ ἑκάστῳ αὐτῶν τὸ προσῆκον ὄνομα ἀποδιδόντες, προσελευσόμεθα καὶ προσκυνήσομεν τὰ ἀγάλματα; Εἰ μὲν γὰρ ταὐτὸν ὕλη καὶ θεός, δύο ὀνόματα καθ᾿ ἑνὸς πράγματος, τοὺς λίθους καὶ τὰ ξύλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐ νομίζοντες θεούς, ἀσεβοῦμεν. Εἰ δὲ διεστᾶσι πάμπολυ ἀπ᾿ ἀλλήλων, καὶ τοσοῦτον ὅσον τεχνίτης καὶ ἡ πρὸς τὴν τέχνην αὐτοῦ παρασκευή, τί ἐγκαλούμεθα; Ὡς γὰρ ὁ κεραμεὺς καὶ

v.2.p.68
ὁ πηλός (ὕλη μὲν ὁ πηλός, τεχνίτης δὲ ὁ κεραμεύς), καὶ ὁ θεὸς δημιουργός, ὑπακούουσα δὲ αὐτῷ ἡ ὕλη πρὸς τὴν τέχνην. Ἀλλ᾿ ὡς ὁ πηλὸς καθ᾿ ἑαυτὸν σκεύη γενέσθαι χωρὶς τέχνης ἀδύνατος, καὶ ἡ πανδεχὴς ὕλη ἄνευ τοῦ θεοῦ τοῦ δημιουργοῦ διάκρισιν καὶ σχῆμα καὶ κόσμον οὐκ ἐλάμβανεν. Ὡς δὲ οὐ τὸν κέραμον προτιμότερον τοῦ ἐργασαμένου αὐτὸν ἔχομεν οὐδὲ τὰς φιάλας καὶ χρυσίδας τοῦ χαλκεύσαντος, ἀλλ᾿ εἴ τι περὶ ἐκείνας δεξιὸν κατὰ τὴν τέχνην τὸν τεχνίτην ἐπαινοῦμεν, καὶ οὗτός ἐστιν ὁ τὴν ἐπὶ τοῖς σκεύεσι δόξαν καρπούμενος, καὶ ἐπὶ τῆς ὕλης καὶ τοῦ θεοῦ τῆς διαθέσεως τῶν κεκοσμημένων οὐχ ὕλη τὴν δόξαν καὶ τὴν τιμὴν δικαίαν ἔχει ἀλλ᾿ ὁ δημιουργὸς αὐτῆς θεός. Ὥστε, εἰ τὰ εἴδη τῆς ὕλης ἄγοιμεν θεούς, ἀναισθητεῖν τοῦ ὄντος θεοῦ δόξομεν, τὰ λυτὰ καὶ φθαρτὰ τῷ ἀϊδίῳ ἐξισοῦντες.