Testimonia et Fragmenta
Ariston of Chios
Ariston. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος ὁ φάλανθος, ἐπικαλούμενος Σειρήν (secuntur placita). οὕτως δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησὶ περὶ αὐτοῦ· (fr. 61 W.)
καί τις Ἀρίστωνος γενεὴν ἄπο αἱμύλου ἕλκων. παραβαλών δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀῤῥωστίᾳ μακρᾷ περιπεσόντος· (secuntur narratiunculae de Aristonis cum Persaeo et cum Arcesilao litibus n. 346. 347) Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν β′. περὶ τῶν Ζήνωνος δογμάτων· διάλογοι· σχολῶν ς′· περὶ σοφίας διατριβῶν ζʹ· ἐρωτικαὶ διατριβαί· ὑπομνήματα ὑπὲρ κενοδοξίας· ὑπομνημάτων κε′· ἀπομνημονευμάτων γʹ· χρειῶν ιαʹ· πρὸς τοὺς ῥήτορας· πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς· πρὸς τοὺς διαλεκτικούς γʹ· πρὸς Κλεάνθην· ἐπιστολῶν δʹ. (Distinxi epistulas a libro πρ. Kλ.)
Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δὲ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι.
Cf.prooem. 16. καὶ οἱ μὲν αὐτῶν (scil. τῶν φιλοσόφων) κατέλιπον ὑπομνήματα, οἱ δ’ ὅλως οὐ συνέγραψαν, ὥσπερ κατά τινας Σωκράτης, Στίλπων, Φίλιππος, Μενέδημος, Πύῤῥων - - κατά τινας Πυθαγόρας, Ἀρίστων ὁ Χῖος πλὴν ἐπιστολῶν ὀλίγων.
Themistius or. 21 p. 255 Hard. ἐκφανέντος δὲ ἐν φιλοσοφίᾳ καὶ ἐκλάμψαντος τοῦ ἀληθοῦς, ἀναιμωτὶ πάντες ἀπολαύουσιν οἱ συλλαβόμενοι τοῦ ἔργου. διὰ τοῦτο ἠσπάζετο Ἀρίστων Κλεάνθην καὶ τῶν ὁμιλητῶν ἐκοινώνει.
Ind. Stoic. Herc. col. XXXIII 4. (πε)ρί γε μὴν | Ἀρίστωνον(ος το)ῦ Χίου | παραμ . . . etc.
col. XXXIV. τῆς τραγῳδ(ίας ἡ) μ(ὲν ἀν)| δρωνιτις τῆς γρα(φῆς)· | τῷ νῷ δὲ ἁρμοσ(τὸ)ν | ἓν μόν(ο)ν κα(ὶ) το(ι)οῦ|τό τι λε(χθ)ὲν οὐ μ(όνο)ν |ἴσω(ς) ὑφ’ (ἡ)μῶν δ . . . etc.
Nolui omittere, quae ad Aristonem aliquo modo pertinere certum est; sed sententia parum perspicitur. Temptavi: (πρὸς δὲ τὸ πολλαχῶς δύνασθαι ἐξηγεῖσθαι κἂν ἀσάφεια μετὰ) τῆς τραγῳδ(ίας ἅ)μ(α συν)δρῴῃ τις τῆς γρα(φῆς). Agitur fortasse de loco libri obscuro et tragica dictione fucato. Qui liber aut Aristonis fuit aut de Aristone conscriptus. Supplementa in textu posita sunt Buecheleri.
Ind. Stoic. Herc. col. XXXV. συνενέπνει μετ(ὰ) | τῶν λόγων μένος | τι κα(ὶ θυ)μόν, ὥσπερ | φησὶν ὁ (π)οιητὴς τὴ(ν) Ἀθηνᾶν, ὥσθ’ ἕκασ|τον καθ(ά)περ . . . (ἐν) | μέθαις . . . . . . . . . | μετεπι . . . etc.
Aristonis admirabilem dicendi vim describi certum est.
Aelianus Var. Hist. III 33. Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν· (Ε 215)
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,τοὺς αὐλοὺς αἰνιττόμενος καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.
Strabo I p. 15 (de Eratosthene).ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι. - - ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν. - - ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν
ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὦν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.Diogenes Laërt. VII 182. οὗτος (scil.Chrysippus) ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.
Diogenes Laërt. VII 18. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως ἀδύνατον, εἰπεῖν (τὸν Ζήνωνα), εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν. ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.
Athenaeus VII 281c. καὶ τῶν Στωϊκῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἧν εἶς τῶν ἀπὸ τῆς Στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε· ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.
Athenaeus VI 251b. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων (fr. 64 W.) Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος· Ἀντιγόνου τοῦ βασιλέως.
Diogenes Laërt. IV 33. καὶ τῆς διαλεκτικῆς εἴχετο (ὁ Ἀρκεσίλαος) καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων· ὅθεν καὶ ἐλέγετο ἐπ’ αὐτοῦ ὑπ’ Ἀρίστωνος·
πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.
Sextus hypotyp. I 234. (de Arcesilao locutus) ἔνθεν καὶ τὸν Ἀρίστωνα εἰπεῖν περὶ αὐτοῦ· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν.