Fragmenta

Aristocles of Messene

Aristocles of Messene. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

1. Ἐφιλοσόφησε δὲ Πλάτων, εἰ καί τις ἄλλος τῶν πώποτε, γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν· οἱ δὲ περὶ Πυθαγόραν ἀπεκρύψαντο πάντα· Ξενοφάνης δὲ καὶ οἱ ἀπ’ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους, πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισάν γέ τινα βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης, αὐτὸ δὴ τὸ λεγόμενον, ἐγένετο πῦρ ἐπὶ πυρί, καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέστατος γὰρ ὤν, καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν, ἐπεισήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον, καὶ περὶ πάντων ζητῶν, ἔφθη τελευτήσας. Ἄλλοι δ’ ἀποτεμόμενοι μέρη τινά, περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας· ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν· ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν εἰδέναι πάντα ἐκόμπαζον· οἱ δὲ ἁπλῶςᵃ μηθέν. Ἔτι δ’ οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὄψει πάντων ἐκαλινδοῦντο τοῖς πολλοῖς ἐξομιλοῦντες· ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας, ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε, καὶ ἔφη τὴν μέν τινα περὶ τῆς τοῦ παντὸς φύσεως εἶναι πραγματείαν· τὴν δὲ περὶ τῶν ἀνθρωπίνων· τρίτην δέ, τὴν περὶ τοὺς λόγους. Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη. Καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θεραπεύοντες, ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον· οὕτω χρῆναι καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον, μέρος τε τῶν ὄντων τὸν ἄνθρωπον· καὶ τἀγαθὸν διττόν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντός, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκεῖνοᵇ καὶ τοῦτο γίνεσθαι. Φησὶ δ’ Ἀριστόξενος ὁ μουσικός, Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνῃσι γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινά, κᾄπειτα αὐτοῦ πυνθάνεσθαι, τί ποιῶν φιλοσοφοίη· τοῦ δὲ εἰπόντος, ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου, καταγελάσαι τὸν Ἰνδόν, λέγοντα μὴ δύνασθαί τινα

τὰ ἀνθρώπινα κατιδεῖν, ἀγνοοῦντά γε τὰ θεῖα. Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις διατεινόμενος εἰπεῖν. Διεῖλε δ’ οὖν Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν, καὶ τὴν πολιτικήν, ἔτι δὲ τὴν λογικήν.

2. Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. Οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. Τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης, καὶ Παρμενίδης, καὶ Ζήνων, καὶ Μέλισσος ἔλεγον, ὕστερον δ’ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. Ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι, καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι, μηδὲ φθείρεσθαι, μηδὲ κινεῖσθαι τὸ παράπαν. Τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον ἐσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι πρὸς τοῦτο λεκτέον. Εἴποιμεν γὰρ ἄν, ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον. οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. Ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε, δῆλον. Οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. Ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἂν ἕτερον εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. Ὥστε πρῶτον εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον, τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον, ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. Ταύτῃ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. Εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. Οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ’ ἄν ποτε μίαν αἴσθησιν ἀποβαλεῖν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο. Τοὺς δὲ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε ὅτι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων·

Αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο ᵃ κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ,
τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν. Οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν, ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. Νυνὶ δὲ τοῦτο ἀτοπώτατόν ἐστι. Ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ, τοῖς ἔργοις τὰ μάλιστα χρώμένοι διατελοῦσιν αὐταῖς. Ὅ γέ τοι Μέλισσος ἐθέλων
ἐπιδεικνύναι, ὅτι τῶν φαινομένων καὶ ἐν ὄψει, τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν ᵇ αὐτῶν. Φησὶ γοῦν· εἰ γάρ ἐστι γῆ, καὶ ὕδωρ, καὶ ἀήρ, καὶ πῦρ, καὶ σίδηρος, καὶ χρυσός· καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκός, καὶ μέλαν, καὶ λευκόν, καὶ τὰ ἄλλα πάντα ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, ἢ καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ’ εἶναι ὅμοιον, οἷόν περ ἐστιν ἕκαστον. Νῦν δὲ ἔφαμεν ὀρθῶς ὁρᾷν, καὶ ἀκούειν, καὶ συνιέναι. Δοκεῖ δὲ ἡμῖν τὸ θερμόν, καὶ ψυχρὸν γίνεσθαι· καὶ τὸ ψυχρόν, θερμόν, καὶ τὸ σκληρόν, μαλακόν, καὶ τὸ μαλακόν, σκληρόν. Ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ, καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν, ἀρ’ οὖν ὅτι δ’ νῦν θερμόν ἐστι, κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; Ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. Ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδέν, ἀλλ’ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων, διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς. Ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας. Ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν ᶜ τὸ παράπαν. Ἤδη μέντοι θαῤῥοῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας. Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὅς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας, καὶ Nεσσᾶς· τοῦ δὲ Nεσσᾶ Μητρόδωρος, οὗ Διογένης, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύῤῥων, ἀφ’ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τοπαράπαν, μήτε γ’ ἐν αἰσθήσει, μήτ’ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες, μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος, ὧδέ πη πρὸς λέξιν ἔχοντος.

3. Ἀναγκαίως δ’ ἔχει πρὸ παντός, διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως. Εἰ γὰρ αὐ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. Ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινές,

οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν ὁ Ἀριστοτέλης. Ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύῤῥων ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν. Ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησί, δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. Τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπίσης ἀδιάφορα, καὶ ἀστάθμητα, καὶ ἀνέγκριτα· διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν, μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. Διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας, ὅτι οὐ μᾶλλόν ἐστιν, ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι, καὶ οὐκ ἔστιν, οὐδ’ οὐκ ἔστιν. ᵃ Τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησί, πρῶτον ἀφασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα. Σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. Ἐπεὶ τοίνυν ἐπίσης ἀδιάφορα πάντα φασὶν εἶναι, καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι, μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν· ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες, ἢ οὔ; Πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. Ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας, τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τε καὶ ψεῦδος. Εἰ δ’ οὐχ ἁμαρτάνομεν οἱ πολλοί, τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἄν, ἀξιοῦντες μὴ διαφέρειν αὐτά. Καὶ μὴν εἰ καὶ δοίημεν ᵇ αὐτοῖς, ἐπίσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. Τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύῤῥωνα δ’ ὑμνεῖ μόνον; Ἔτι γε μήν, εἰ ἐπίσης ἐστὶν ἀδιάφορα πάντα, καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν, ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν, ἢ μὴ δοξάζειν. Τί γὰρ μᾶλλον ταῦτά ἐστιν, ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί, ναί, καὶ διὰ τί, οὔ; καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν. Ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. Ἐπεὶ νῦν γε μεμήνασι, πόῤῥω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν· καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ’ αὐτοῖς κελεύουσιν. Εἶτα λέγοντες μηδὲν εἰδέναι, πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. Ἀνάγκη δὲ ᶜ τοὺς φάσκοντας ὡς ἄδηλα πάντα εἴη, δυεῖν θάτερον, ἢ σιωπᾷν, ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. Εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἄν, ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι, γνωστὸν δ’ οὐδέν που. Ὁ τοίνυν ἀξιῶν ἤ τι δηλοῖ πρᾶγμα, καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. Ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. Εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἄν, ἢ πεπερασμένα.
Καὶ εἰ μὲν ἄπειρα, οὐδ’ ὅλως ἂν εἴη λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι. Πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων, ἢ ἑνὸς ὁτουοῦν· ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. Πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; Εἰ δὲ φαίη ταῦτα καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος· ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον. Ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι, πιστεύειν ἑαυτῷ φησι δεῖν. Ἄξιον δὲ ζητῆσαι, πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. Δεῖ γὰρ εἰδέναι πρότερον αὐτούς, τί δήποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. Πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. Εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδέ τι τὸ ἄδηλον. Ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους· κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται· πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτούς, ἢ ἀγνοοῦντα; Φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοί, καὶ αἱ πόλεις καὶ οἱ βίοι, καὶ τὰ ἔθη, καὶ οἱ νόμοι. Καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη, καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι. Πάντα γὰρ εἶναι συγκεχυμένα, καὶ πρός τι λεγόμενα. Ταῦτα δέ, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτόν, ἡδέως ἄν τις ἔροιτο· ᵈ πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον, ἢ ἀγνοῶν. Εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος, ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. Καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα. Τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. Εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχοιμεν αὐτοῖς. Ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύῤῥωνι βαδίζοντι Πυθοῖδε, παρὰ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. Ἆρ' οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρέ, ἐνοχλεῖς
σεαυτῷ ταῦτα συγγράφων, καὶ ἃ μὴ οἶσθα διηγούμενος. Τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ καὶ διελέχθης, ᵉ ἢ οὐ διελέχθης; Αὐτός τε ἐκεῖνος ὁ θαυμαστὸς Πύῤῥων, ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; Ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν, ἢ μή; Ἆρά γε καὶ τὸν Τίμωνα παθεῖν τι, καὶ συγκαταθέσθαι τοῖς λόγοις, ἢ μὴ προσέχειν; Εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο, καὶ τὸν Πύῤῥωνα διετέλεσε θαυμάζων; Εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. Ἁπλῶς δὲ θαυμάσαι τις ἄν, οἱ Τίμωνος σίλλοι, καὶ αἱ κατὰ πάντων ἀνθρώπων βλασφημίαι, καὶ αἱ κακαὶ στοιχειώσεις Αἰνησιδήμου, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. Εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι, ταῦτα γεγράφασι, καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι, καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα, καθάπερ ἀξιοῖ Πύῤῥων. Ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα, καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. Πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα, καὶ ἀνεπίκριτα δύναιτ’ ἄν εἶναι; καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; Εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησίν.
Οὐκ ἂν δὴ Πύῤῥωνί γ’ ἐρίσειεν βροτὸς ἄλλος.
Οὐ γὰρ μᾶλλον Πύῤῥωνα θαυμάσαι τις ἄν, ἢ τὸν Κόρυβον ᵍ ἐκεῖνον, ἢ τὸν Μελιτίδην, ʰ οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. Ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. Ὁποῖος γὰρ ἂν γένοιτο πολίτης, ἢ δικαστής, ἢ σύμβουλος, ἢ φίλος, ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος, ὅ γε τοιοῦτος; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακόν, ἢ αἰσχρόν, ἢ δίκαιον, ἢ ἄδικον; Οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἄν, ὅτι τοὺς νόμους δεδοίκασι κριτάς, καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι. Πῶς γὰρ οἵ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες; ὅ γέ τοι Τίμων ⁱ ταῦτα καὶ λέγει περὶ τοῦ Πύῤῥωνος·
ἀλλ' οἷον ᵏ τὸ ἄτυφον ἐγνὼ ἴδον ἠδ' ἀδάμαστον ˡ πᾶσιν ὅσοις δαμνᾶται, ἅμ' ἀῤῥήτοις τε φατοῖς τε λαῶν ἔθνεα κοῦφα βαρυνόμεν’ ἔνθα καὶ ἔνθα ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.
Ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, ὅτι δέοι κατακολουθοῦντα φύσει καὶ τοῖς ἔθεσι ζῆν, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. Εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δέοι ἂν συγκαταθέσθαι,
ταθέσθαι, καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. Τὶ δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν, ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδέν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν; Ἐκεῖνο μέν γὰρ καὶ παντάπασίν ἐστι ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτά, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα, μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. Εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώμενοι τούτῳ. Βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτούς, καὶ μηδὲ τὸ στόμα διαίρειν. Ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον, καὶ ὁ τούτων λόγος. Τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται, κἀν τοῖς σώμασιν οὐχ ὑπομένει· τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα, καὶ πιστευόμενον αἰεί. Μόνος γὰρ οὕτος εἴη ἂν ὁ ποιῶν ἀσυγκαταθέτους. Ὅτι δ’ οὐκ οἴονται τὸν ἄνθρωπον ἀδόξαστον εἶναι, καὶ ὡδὶ καταμάθοι τις ἄν. Ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. Τὸ δὲ αἰσθάνεσθαι γνωρίζειν τι ἦν. Ὅτι δὲ καὶ πιστεύει τῇ αἰσθήσει, πᾶσι φανερόν. Ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμώ, καὶ προσῆλθεν ἐγγύτερον, καὶ ἐπιλλίσατο. Καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. Τὰς δὲ δὴ μνήμας καὶ ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι; Περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; Οὐδὲν γὰρ ἂν ἦν ᵐ τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. Ἀλλ’ ἔγωγε ἐῶ τἆλλα. Τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν, ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως. Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον τοῦτον, φανερόν. Ὅτι δὲ καὶ παρὰ φύσιν, καὶ παρὰ τοὺς νόμους, ὡδὶ κατίδοιμεν ἄν. Εἰ μὲν γὰρ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ, ζῆν ἡμᾶς εἰκῆ καὶ ἐμπλήκτως; Ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται, καὶ στρατηγοί, καὶ οἱ παιδεύοντες. Ἀλλ’ ἔμοιγε δοκοῦσιν οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐῤῥωμένην οἱ ταῦτα ληροῦντες. Οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι τις ἂν κἀκεῖθεν. Ἀντίγονος γὰρ ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους, καὶ ἀναγράψας αὐτῶν τὸν βίον, φησὶ τὸν Πύῤῥωνα διωκόμενον ὑπὸ κυνός, ἀναφυγεῖν ἐπί τι δένδρον· σκωπτόμενον δὲ ὑπὸ τῶν παρόντων, εἰπεῖν ὡς χαλεπὸν εἴη τὸν ἄνθρωπον ἐκδῦναι. Φιλίστης δὲ τῆς, ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν, καὶ μὴ παρασχομένου· τοῦ μέντοι Πύῤῥωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν, ὡς οὐ ποιήσαιτο σύμφωνα τοῖς λόγοις, οὐδ’ ἄξια τῆς ἀπαθείας· εἰπεῖν αὐτόν, ἐν γοῦν γυναικὶ οὐ δεῖ τὴν ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. Καίτοι δικαίως ἂν εἶπεν ὅ φίλος, ὅτι ματαία καὶ ἐν γυναικί, καὶ κυνί, καὶ πᾶσιν. Εἰ δή σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος’, ὀρθῶς γ’ ἔχει μαθεῖν, καὶ τίνες οἱ ζηλώσαντες
αὐτὸν ἐγένοντο, καὶ τίνας ἐζήλωσεν αὐτός. Ὁ μὲν οὖν Πυῤῥων Ἀναξάρχου τινὸς ἐγένετο μαθητής, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ’ οὕτως εὐτυχής, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχών, χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν, οὔτε ἔγραψε, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους. Αὐτὸ δ’ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος, καὶ καλῶν ἄτυφον ἑαυτόν, οὐδὲν ἐν γραφῇ κατέλιπεν. Ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις· ἔπειτα δ’ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας καὶ βωμολόχους, ἐν αἷς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. Οὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας καὶ λέγω· ᵃ
σχέτλιοι ἄνθρωποι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον, οἵων ἔκ τ’ ἐρίδων ᵒ ἔκ τε στοναχῶν πέπλασθε ᵖ καὶ ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
Μηδενὸς δ’ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τοπαράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον Αἰνησίδημός τις ἀναζωπυρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. Καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην, εἰσὶν οὗτοι. Ὅτι μὲν οὖν τὴν τοιαύτην εἶτε αἵρεσιν, εἴτε ἀγωγὴν λόγων, εἴτε ὅπη καὶ ὅπως ἂν ἐθέλῃ τις q καλεῖν αὐτήν, οὐδεὶς ἂν εὐφρονῶν ὀρθὴν εἶναι φαίη, δῆλον. Ἐγὼ μὲν οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτήν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς. Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύῤῥωνα φιλοσοφεῖν νομιζομένους. Συγγενῆ δ’ αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατὰ Ἀρίστιππον τὸν Κυρηναῖον, μόνα λέγοντας. εἶναι τὰ πάθη καταληπτά. Σωκράτους δ’ ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ’ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν του τέλους ἔκθεσιν εἴληφεν. Ἦν δ’ ὃ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος· ἀλλ’ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο· δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. Ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος, εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοῦ λέγειν, τέλος εἶναι τὸ ἡδέως ζῆν. Τούτου γέγονεν ἀκουστὴς Σύναλλος καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη. Ἥτις γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς ὑπαχθεὶς ὑπ’ αὐτῆς εἰς λόγους φιλοσοφίας, μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. Τρεῖς γὰρ ἔφη καταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μέν,
καθ’ ἦν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δέ, καθ’ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιούμενοι· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονήν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ· τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ’ ἣν οὔτε ἀλγοῦμεν, οὔτε ἡδόμεθα, γαλήνῃʳ παραπλησίαν οὖσαν. Τούτων δὴ καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν. Πρὸς οὓς ἀντιλέλεκται ταῦτα. βπως ἐθέλῃ τις. γαλήνῃ liri γαλνῆ. -)

4.Ἑξῆς δ’ ἂν εἷεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτά. Τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. Οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινες, οὐδὲν εἶναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη. Καιόμενοι γὰρ ἔλεγον καὶ τεμνόμενοι γνωρίζειν, ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἡ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. Τοὺς δὲ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἄν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοί, διότι πάσχουσί τι καὶ αἰσθάνονται. Μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἄν τι μόνον ἴσασι τὸ πάθος. Εἱ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. Τὸ γάρ, ἐγὼ καίομαι, λόγος ἦν καὶ οὐ πάθος. Ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι, τό τε πάθος αὐτό, καὶ τὸ ποιοῦν, καὶ τὸ πάσχον. Ὁ τοίνυν ἀντιλαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἄν. Οὐ γὰρ δὴ ὅτι μέν, εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι· καὶ Ἀθήνῃσιν ἢ ἐν Αἰγύπτῳ, καὶ ζῶν ἢ τεθνεώς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος. Οὐκοῦν εἴσεται καὶ ὑφ’ οὖ πάσχει. Καὶ γὰρ ἀλλήλους γνωρίζουσι, καὶ ὁδούς, καὶ πόλεις, καὶ τὴν τροφήν. Ὁ δ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι. Καὶ οἱ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα. Καὶ τῶν θηρίων οἱ κύνες εὑρίσκουσι τοὺς στίβους. Ἔτι γε μὴν ὁ πάσχων τι, πάντως ἢ ὡς οἰκείου τινός, ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. Πόθεν οὖν ἕξει λέγειν, ὅτι τοῦτο μέν ἐστιν ἡδονή, τοῦτο δὲ πόνος; ἢ ὅτι γενόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς δ’ ὠσὶν ἀκούων

ἢ πῶς ἴσασιν, ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρῆν, τοδὶ δὲ φεύγειν; Εἰ δὲ μηδὲν τούτων γνοῖεν, οὐχ ἕξουσιν ὁρμήν, οὐδ’ ὄρεξιν· οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. Γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν, ὅτι ταῦτα μὲν αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. Οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’ εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται. Πρὸς δὴ τοὺς τοιούτους τίς ἃν εἴη λόγος; θαυμάσαι μέν τις ἄν, εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν, ἢ ἐν τῷ οὐρανῷ· πολλῷ δὲ θαυμασιώτερον, εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία· καὶ τὸ ἓν καὶ τὰ δύο, πόσα ἐστίν. Οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν, οὐδὲ πότερον ἕκαστος αὐτῶν εἷς ἔστιν, ἡ πλείους. Ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδέναι ἄν,ᵃ οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. Οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν, ἕξουσιν εἰπεῖν, οὐδ’ ὅτι τὸ μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. Δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς, συνίασιν. Οὐδὲν οὖν οἵ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν. Πρὸς δὴ τοὺς οὕτω διακειμένους, εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ’ ἀρκεῖ γε καὶ ταῦτα. Ἕπεται τούτοις οὖν, συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίζοντας, καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. Τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι· ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὅν, τὸ δὲ μὴ ὃν εἶναι. Γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ· οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ’ αὐτὸ τοῦτο πότερον οἴδαμεν, ἢ οὐκ οἴδαμεν. Ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύῤῥωνι. Προβὰς δέ φησιν, ὅτι πάντα ἐστίν, ὃ ἂν τις νοήσαι. Τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. Γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο·ᵇ περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ’ ὡς εἰσίν, οὔθ’ ὁποῖοί τινες ἀδέαν. Πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι. Τοῦτον Ἀθηναῖοι φυγῆ ζημιώσαντες, τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. Ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰ- σθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιῤῥήσεις θεασώμεθα.

5. Γεγόνασι δέ τινες, οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. Ἔνιοι δέ φασι καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο, πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχήν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων. Καὶ μὴν καὶ Μητρόδωρος ὁ Χῖος τὺ αὐτὸ τούτο λέγει. Οὐ μὴν ἀλλ’ ἄντικρύς γε Πρωταγόρα ὁ Ἀβδηρίτης. Οὗτος γὰρ ἔφη μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον · τῶν μὲν ὄντων, ὡς ἔστι· τῶν δ’ οὐκ ὄντων, ὡς οὐκ ἔστιν. ποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. Περὶ δὲ τῶν ἄλλων μηδέν ἡμᾶς δύνασθαι διισχυρίσασθαι. Πρὸς δὲ τούτους εἴποι τις ἄν, ἃ καὶ ὁ Πλάτων ἐν Θεαιτήτῳ· πρῶτον μέν, τί δήποτε τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ’ οὐ συνῆκαν τὸ κεφάλαιον ; ἔπειτα δὲ πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτούς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας ; ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούωμεν; Ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μέν, αἰσθάνεται δ’ οὐκέτι. Καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ εἴσεται καὶ οὐκ εἴσεται. Πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῇ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη. Καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι, καὶ οἱ ἔμπειροι τῶν ἀπείρων· καὶ διὰ τοῦτομᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης, καὶ ἰατρός, καὶ στρατηγός. Ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ ἐξ ἀνάγκης, καὶ τὸ ἐνδεχόμενον, καὶ τὸ κατὰ φύσιν, καὶ τὸ παρὰ φύσιν. Οὕτω δ’ ἂν εἴη ταὐτὸν καὶ ὂν καὶ οὐκ ὄν. Οὐδὲν γὰρ κωλύει ταὐτό, τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι. Καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον. Ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτό, τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον. Ἅπᾶς τε λόγος ἀληθὴς ἂν εἴη· διὰ τοῦτο δὲ καὶ ψευδής. Καὶ οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. Καὶ τὸ δεινότατον, ἔσονται οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροί· καὶ ταὐτὸ κακία καὶ ἀρετή. Πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα τις ἂν ἔχοι λέγειν. Ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς μὴ οἰομένους ἔχειν νοῦν καὶ λόγον. Εἶθ’ ἑξῇς ἐπιλέγει · ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες, οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. Ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι, μήποτε εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις

εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον, οὐδ’ ἐχέγγυον. Οὐχ ὁρῶσι δέ, ὡς οὐκ ἂν φθάνοιεν οὕτῳ γε, καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ ταύταις πεφύκαμεν κρίνειν, καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς. Ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἄν, οὐδὲ τῶν ἄλλων κριτηρίων αἰεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδέν, οἷον λέγω ζυγόν, ἢ τόρνον, τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν, ὡδὶ μὲν ἔχον, ὑγιές ἐστιν· ὡδὶ δέ, μοχθηρόν· καὶ τουτονὶ μὲν χρωμένων τὸν τρόπον, ἀληθεύει· τουτονὶ δέ, ψεύδεται. Καὶ μὴν εἴγε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτον διαφέρειν αὐτάς. Ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόῥῥωθεν, καὶ νοσούντων καὶ ἐῤῥωμένων, καὶ τεχνιτῶν καὶ ἀτέχνων, καὶ φρονίμων καὶ ἀφρόνων. Τὰς δέ δὴ τῶν μεμηνότων παντάπασιν ἂν εἴη ἄτοπον λέγειν ἀληθεῖς εἶναι, καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων. Εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ. Φαίη γὰρ ἄν τις, ὅτι ὁρᾷ μέν, ἀλλ’ οὐκ ὀρθῶς. Ὁπόταν μέντοι φῶσιν, ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν, οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες. Ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι, κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. Διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. Ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτόν, ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι. Τὴν γὰρ ἡμετέραν, δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. Συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῇ καὶ ψευδῆ λέγειν εἶναι. Καθόλου δὲ ἁμαρτάνουσιν, ἀξιοῦντες, ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. Τοὐ. ναντίον γάρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὑπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. Ἐπεὶ καὶ γελοῖον εἴη ἄν, εἰ διανοηθείημεν ἡμεῖς, ὥσπερ οἱ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα, καὶ διὰ τοῦτο φαντάζεσθαι, καθάπερ εὐτρεπῆ παρέσται. Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν, οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. Ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων, αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαδοχῆς ὁρμώμενοι, πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι. Λέγεται δὲ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὑπό τινων δ’ ὅτι ἤκουε Ξενοκράτους, ὕστερον δὲ καὶ Nαυσιφάνους
τοῦ Πύῤῥωνος γενομένου γνωρίμου. Τίνα δὴ οὐν καὶ τὰ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει, θεασώμεθα.

6. Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς, τὴν ἡδονὴν καὶ τὸν πόνον. Ἔτι γέ τοι καὶ νύν τοιαῦτα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον. Ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. Τοσούτου τοίνυν ἔγωγε δέω λέγειν, ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε μοι δοκεῖ τοῦτό γε αὐτὸ κριτηρίου δεῖσθαι. Διότι μὲν γάρ ἐστιν, ἑαυτὸ δείκνυσιν· ὁποῖον δ’ ἐστίν, ἑτέρου δεῖ τοῦ κρίνοντος. Εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει· πότερον δ’ αἱρετὸν ἢ φευκτόν, ὁ λόγος. Αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι, καὶ πάντα πόνον ἐκτρέπεσθαι. Τοῦτο δὲ συμβέβηκε καὶ μᾶλα εἰκότως. Τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι, καὶ τὰ κρινόμενα· τὸ μέντοι πάθος, ἑαυτὸ μόνον. Ὅτι δ’ οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. Καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν, τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῳ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. Δῆλον οὖν ὡς τό γε ποσόν, οὐδὲν ἀλλ’ ἡ ὁ λόγος κρίνει. Τὸ γάρ, ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους· καὶ τό, συμφέρει τῶνδε τινῶν ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας, καὶ πάντα τὰ τοιαῦτα, λόγος ὁ κρίνων ἐστίν. Τὸ δ’ ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι, καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη, καὶ αἱ ἡδοναί, καὶ οἱ πόνοι, τροπαὶ κα ἀλλοιώσεις ἡμῶν αὐτῶν. Ταύτῃ δέ, αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι, πρὸς τὰ ἔξω βλέπομεν· ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. Τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἄν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας. Τὰ δὲ πάθη ᵃ ποιὰ ἀττα γίνεται δι’ ἡμᾶς, καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν. Διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. Ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους, ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. Ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις, καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις· ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. Αὐτῶν μὲν τοιούτων, ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρή, τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους, μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν

τἀληθοῦς διάγνωσιν. Ἦ δεινόν γ’ ἂν εἴη, ᶜ πεφυκότας ἀνθρώπους, ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν, Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.

7. Πῶς γὰρ οἶόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνεῶσθαι; κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν· ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι, παραλαβεῖν αὐτόν ; ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου, λέγοντος ἐν ταῖς ἱστορίαις, ἀδόξου θύρας αὐτὸν ἰατρείου καὶ τὰς τυχούσας, ὀψὲ τῆς ἡλικίας, κλεῖσαι; τίς δ’ ἄν πεισθείη τοῖς ὑπ’ Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τοῦ Πλάτωνος; ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. Οἴονται οὖν ἔνιοι ταῦτα περὶ Ἀριστοτέλους λέγειν αὐτόν, Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην. Καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ Ἐριστικοῦ. Ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ, καὶ διαπτύοντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ Νικαγόραν, τὸν Ἐρμῆν ἐπικληθέντα. Καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος, ᵃ ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου, καὶ τῆς πρὸς Ἐρμείαν οἰκειότητος αὐτῷ γεγονυίας· ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι, καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε βιβλία αὐτοῦ διαφθεῖραι. Τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. Ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. Λέγει γὰρ Ἐπιστολὰς Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ Στάγειρα τὴν πατρίδα ᵇ προδοῦναι Μακεδόσιν αὐτόν. Ἔτι δὲ κατασκαφείσης Ὀλυνθου, μηνύειν, ἐπὶ τοῦ λαφυροπωλείου, Φιλίππῳ τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων. Ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος, ὁ Ἰσοκράτους μαθητής, τρυφερὸν καὶ τένθην, καὶ ἄλλα τοιαῦτα λέγων αὐτὸν εἶναι. Πάντα δ’ ὑπερπαλαίει μωρίᾳ τὰ ὑπὸ Λύκωνος εἰρημένα, τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. Φησὶ γὰρ θύειν Ἀριστοτέλη θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον, τοῦτο δὴ πιπράσκειν. Ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ πέντε καὶ ἑβδομήκοντα. Καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες

Ἀριστοτέλην τοσοῦτοι γεγόνασιν. Ὥν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο. Πάντες δὲ σοφισταί, καὶ ἐριστικοί, καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. Τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας, ἢ τὰ ὑπ’ ἐκείνων εἰρημένα λέγοντας, παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν, ἀλλ’ αὐτοσχεδιάζοντας· ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. Οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐδὲν ᶜ εἰρηκὼς τῶν τότε ὄντων, ᵈ ὅτι μὴ Λύκων. Οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι λοπάδια πέντε καὶ ἑβδομήκοντα. Οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων, καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἄν, ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστί, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιὰ τινα λέγειν· ὧνπερ εἰ ἦν ἐν ὁτιοῦν ἀληθές, ἐχρῆν δήπου μυριάκις, ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. Φανερὸν οὖν ὅτι καπιστεύεσθαι, θάπερ πολλοῖς καὶ ἄλλοις οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθαι. Δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· Οὐ μικρῷ γὰρ πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. Τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται. Δύο δὲ ταῦτα δοκεῖ δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μέν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν. Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον·
Ἐρμίου ᵉ εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων θῆκεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς.
ἕτερον δέ, ὅτι ἠχαρίστησε Πλάτωνι. Περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι, καὶ δὴ καὶ Ἀπελλίκων, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς Περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται. Τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτήν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῇς. Εἶθ’ ἐξῆς φησι· μετὰ δὲ τὴν Πυθιάδος τῆς Ερμείου τελευτὴν Ἀριστοτέλης ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. Τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ, καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ. Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς δηλωθείσης Ἀριστοκλέους ἐγκείσθω γραφῆς· ἤδη δὲ καὶ τὴν δογματικὴν Ἀριστοτέλους φιλοσοφίαν θεωρῆσαι καιρός.