Fragmenta
Antiphon of Athens
Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
58.[129 B., S.] — — 20, 66 Ἀ—τος. ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι, ἁμαρτὼν τούτων ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. ἐν ὧι γὰρ δειμαίνει, μέλλει· ἐν ὧι δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῶι γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῶι μέλλειν ἐνδέχεται 〈καὶ τὸ μὴ〉 γενέσθαι. ὅστις δὲ δράσειν μὲν
οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δ’ οὔ, οὐ σωφρονεῖ. ἐλπίδες δ’ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δ’ ἐδόκουν τοῖς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλου ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν. ὃς δὲ θέλει χαρίσασθαι τῶι θυμῶι παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων.59.[130 B, 124 S.]— — 5, 57 Ἀ—τος. ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύμησε μήτε ἥψατο, οὐκ ἔστι σώφρων· οὐ γὰρ ἔσθ’ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν κόσμιον παρέχεται.
60.[134 B., 133 S.]— II 31, 39 p. 208 13 W. Ἀ—τος. πρῶτον, οἶμαι, τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι· καὶ γὰρ τῆι γῆι οἷον ἄν τις τὸ σπέρμα ἐναρόσηι, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν· καὶ ἐν νέωι σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσηι, ζῆι τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου, καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται.
61.[135 B., 134 S.]— — 31, 40 W. τοῦ αὐτοῦ. ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο.
62.[0]— — 31, 41 W. οἵωι τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῆι, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς τρόπους.
63.[107 B., 85 S.]HARP. διάθεσις: ... ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς [der Redner Antiphon!] ἐν τῶι Περὶ ὁμονοίας· ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν.