Fragmenta
Antiphon of Athens
Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
47.[118 B., 96 S.]— ὑπὸ γῆν οἰκοῦντες (λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι [fr. 2 Issberner p. 5] λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ̄ Καταλόγου [fr. 60 Rz.] Κατουδαίους ὀνομαζομένους): Ἀ. ἐν τῶι Περὶ ὁμονοίας.
48.[108 B., 86 S.]PHOT. θεειδέστατον: θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀ. ἐν τῶι Περὶ ὁμονοίας οὕτως· ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεειδέστατον γενέσθαι.
49.[131 B., 130 S.]STOB. IV 22, II, 66 [vgl. III 6, 45] H. Ἀντιφῶντος. φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ· πότμου. μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπωι. εἰ γὰρ τύχοι μὴ ἐπιτηδεία γενομένη, τί χρὴ τῆι συμφορᾶι χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ καὶ ἐκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. φέρε δή, μὴ τὰ
παλίγκοτα λέγωμεν, λεγέσθω τὰ πάντων ἐπιτηδειότατα. τί γὰρ ἥδιον ἀνθρώπωι γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον ἄλλως τε καὶ νέωι; ἐν τῶι αὐτῶι δέ γε τούτωι, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν· αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ’ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παραγίνεσθαι· τιμαὶ γάρ, ἆθλα, δελέατα, ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον 〈ἐπιμελὲς ὂν〉 οἷον ἐγὼ ἐμαυτῶι, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῶι πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθ’ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν. τί οὖν, εἴ γυνὴ γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γέ μοι οὕτως ἐπιμελὲς εἴη; οὐκ οὖν δῆλον, ὅτι γυνὴ ἀνδρί, ἐὰν ἦι καταθυμία, οὐδὲν ἐλάττους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῶι ὑπέρ τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου τῆς συλλογῆς [καὶ] ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας; φέρε δὴ καὶ παῖδες γενέσθωσαν· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ 〈τὸ〉 πρόσωπον οὐκέτι τὸ αὐτό.50.[133 B., 132 S.]STOB. IV 34, 63 Ἀ—τος. τὸ ζῆν ἔοικε φρουρᾶι ἐφημέρωι τό τε μῆκος τοῦ βίου ἡμέραι μιᾶι, ὡς ἔπος
εἰπεῖν, ἧι ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις.51.[132 B., 131 S.]STOB. IV 34, 56 Ἀ—τος. εὐκατηγόρητος πᾶς ὁ βίος θαυμαστῶς, ὦ μακάριε, καὶ οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνόν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμειγμένα λύπαις μεγάλαις.
52.[106 B., 84 S.]HARP. ἀναθέσθαι: Ἀ. Περὶ ὁμονοίας· ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῶι προτέρωι βίωι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων.