Fragmenta
Antiphon of Athens
Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
40.[158 B., 162 S.]POLL. VII 169 Ἀ. βάψιν χαλκοῦ καὶ σιδήρου.
41.[159 B., 163 S.]— VII 189 ἀμήχανοι, ἀμηχανία, βιομήχανοι ὡς Ἀ.
42.[179 B., 183 S.]— IX 53 ἡ μὲν γὰρ Ἀ—τος ταλάντωσις τὸ βάρος δηλοῖ.
43.[100 B., 119 S.]HARP. ἄβιος: τὸν ἄβιον Ἀ. ἐπὶ τοῦ πολὺν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος (Λ 155) ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. HES. ἄβιος: πλούσιος ὡς Ἀ. ἐν Ἀληθείαι.
44.[99 B., 118 S.]— ἄγει: Ἀ. δ’ ἐν τῶι Περὶ Ἀληθείας φησί τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο.
44ᵃ.PHILOSTR. V. Soph. I 15, 4 λόγοι δ’ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτατος δὲ ὁ Ὑπὲρ τῆς ὁμονοίας, ἐν ὧι γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις. Zum Titel vgl. IAMBL. ep. Περὶ ὁμονοίας [Stob. II 33, 15] ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδείκνυσθαι, συναγωγὴν ὁμοίου τοῦ νοῦ κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῆι συνείληφεν· ἀφορμηθεῖσα δὴ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους κοινούς τε συλλόγους πάντας καὶ ἰδίους [οἴκους], φύσεις τε καὶ συγγενείας πάσας ἐπιπορεύεται κοινάς τε καὶ ἰδίας ὡσαύτως· ἔτι δὲ περιέχει καὶ τὴν ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ὑφ’ ἑνὸς μὲν γάρ τις νοήματος καὶ μιᾶς γνώμης κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν, διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει· καὶ ὁ μὲν ἐπὶ τῆς ἀεὶ αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ πλήρης· ὁ δὲ ἄστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ὑπ’ ἄλλης δόξης φερόμενος ἀστάθμητός ἐστι καὶ πολέμιος πρὸς
ἑαυτόν. S. Demokr. 55 B 250. 255 (II 110, 9. 112, 2). Isocr. 7, 31-35. Arist. Eth. N. Θ 1. 1155ᵃ 22.45.[117 B., 95 S.]HARPOCRAT. Σκιάποδες: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν.
46.[116 B., 94 S.]— Μακροκέφαλοι: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον.
47.[118 B., 96 S.]— ὑπὸ γῆν οἰκοῦντες (λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι [fr. 2 Issberner p. 5] λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ̄ Καταλόγου [fr. 60 Rz.] Κατουδαίους ὀνομαζομένους): Ἀ. ἐν τῶι Περὶ ὁμονοίας.
48.[108 B., 86 S.]PHOT. θεειδέστατον: θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀ. ἐν τῶι Περὶ ὁμονοίας οὕτως· ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεειδέστατον γενέσθαι.
49.[131 B., 130 S.]STOB. IV 22, II, 66 [vgl. III 6, 45] H. Ἀντιφῶντος. φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ· πότμου. μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπωι. εἰ γὰρ τύχοι μὴ ἐπιτηδεία γενομένη, τί χρὴ τῆι συμφορᾶι χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ καὶ ἐκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. φέρε δή, μὴ τὰ
παλίγκοτα λέγωμεν, λεγέσθω τὰ πάντων ἐπιτηδειότατα. τί γὰρ ἥδιον ἀνθρώπωι γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον ἄλλως τε καὶ νέωι; ἐν τῶι αὐτῶι δέ γε τούτωι, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν· αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ’ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παραγίνεσθαι· τιμαὶ γάρ, ἆθλα, δελέατα, ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον 〈ἐπιμελὲς ὂν〉 οἷον ἐγὼ ἐμαυτῶι, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῶι πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθ’ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν. τί οὖν, εἴ γυνὴ γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γέ μοι οὕτως ἐπιμελὲς εἴη; οὐκ οὖν δῆλον, ὅτι γυνὴ ἀνδρί, ἐὰν ἦι καταθυμία, οὐδὲν ἐλάττους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῶι ὑπέρ τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου τῆς συλλογῆς [καὶ] ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας; φέρε δὴ καὶ παῖδες γενέσθωσαν· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ 〈τὸ〉 πρόσωπον οὐκέτι τὸ αὐτό.50.[133 B., 132 S.]STOB. IV 34, 63 Ἀ—τος. τὸ ζῆν ἔοικε φρουρᾶι ἐφημέρωι τό τε μῆκος τοῦ βίου ἡμέραι μιᾶι, ὡς ἔπος
εἰπεῖν, ἧι ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις.51.[132 B., 131 S.]STOB. IV 34, 56 Ἀ—τος. εὐκατηγόρητος πᾶς ὁ βίος θαυμαστῶς, ὦ μακάριε, καὶ οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνόν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμειγμένα λύπαις μεγάλαις.
52.[106 B., 84 S.]HARP. ἀναθέσθαι: Ἀ. Περὶ ὁμονοίας· ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῶι προτέρωι βίωι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων.
53.[126 B., S.]STOB. III 10, 39 Ἀ—τος. οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπωροῦντες καὶ προστιθέντες ἥδονται οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι. ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν ὥσπερ ἀπὸ τῶν σαρκῶν ἀφαιρούμενοι.
53ᵃ.[127 B., S.] — —16, 20 Ἀ—τος. εἰσί τινες οἳ τὸν παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῆι σπουδῆι ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ τὸν παρόντα· καὶ ἐν τούτωι παραλειπόμενος ὁ χρόνος οἴχεται.
54.[128 B., S.]— — 16, 30 [vgl. IV 40, 19] Ἀ—τος. ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκωι· ὁ δ’ οὐκ ἠθέλησεν, ἀλλ’ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δ’ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο· ὑστέρωι δὲ χρόνωι ἐλθὼν οὐχ εὕρισκε τὰ χρήματα ὁ καταθέμενος. περιαλγῶν οὖν τῆι συμφορᾶι τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῶι δεομένωι, ὃ ἂν αὐτῶι καὶ σῶιον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὲ τῶι ἀνδρὶ
τῶ: τότε δανειζομένωι ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένωι, ἀλλ’ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. ὁ δ’ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῶι εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον. πάντως γὰρ οὐδ’ ὅτε ἦν σοι, ἐχρῶ αὐτῶι, ὅθεν μηδὲ νῦν νόμιζε στέρεσθαι μηδενός. ὅτωι γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῶι οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. ὅτωι γὰρ ὁ θεὸς μὴ παντελῶς βούλεται ἀγαθὰ διδόναι ἀνδρί, χρημάτων πλοῦτον παρασχών, τοῦ καλῶς φρονεῖν 〈δὲ〉 πένητα ποιήσας, τὸ ἕτερον ἀφελόμενος ἀμφοτέρων ἀπεστέρησεν. Vgl. AESOP. Fab. 412. 412ᵇ H.55.[110 B., 88 S.]PHOT. ἵνα: ὅπου. Ἀ. ἐν τῶι Περὶ τῆς ὁμονοίας· ὀκνεῖν ἵνα οὐδὲν ἔργον ὀκνεῖν.
56.[139 B., 138 S.]SUID. ὀκνῶ: ... καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥαιθυμίας ἐχρήσαντο τῶι ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀ.· κακὸς δ’ ἂν 〈εἴη〉, εἰ ἐπ’ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῆι γλώττηι θρασύνεται καὶ τῶι θέλειν ἐπείγει, τὸ δ’ ἔργον ἂν παρῆι, ὀκνεῖ. Zuweisung zu Π. ὁ. zweifelhaft.
57.[125 B., S.]STOB. III 8, 18 Ἀντιφῶντος. νόσος δειλοῖσιν ἑορτή· οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν.