Fragmenta

Antiphon of Athens

Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

24ᵃ.[160 B., 165 S.]SUID. διάθεσις: ... Ἀ. δὲ τῆι διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας· ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῶι δευτέρωι τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται καὶ ἐπὶ τῆς διακοσμήσεως. [Vgl. B 23].

25.[95 B., 114 S.]HARP. δίνωι: ἀντὶ τοῦ δινήσει Ἀ. Ἀληθείας β̄.

26.[103ᵃ B.]AËT. II 20, 15 (D. 351) (περὶ οὐσίας ἡλίου) Ἀ. πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον τῶι τὸν μὲν ἐπικαιόμενον ἀεὶ προλείπειν, τοῦ δ’ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.

27.[104ᵃ B., 121 S.] — II 28, 4 (D. 358) Ἀ. ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

28.[104ᵇ B.] — II 29, 3 (D. 359) (περὶ ἐκλείψεως σελήνης) Ἀλκμαίων [14 A 4], Ἡράκλειτος [12 A 12], Ἀ. κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις.

29.[92 B., 110 S.] GAL. in Epid. III 32 [XVII A 691 K.] οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν [näml. εἰλούμενον] ἐν τῆιδε τῆι ῥήσει [Entstehung des Hagels]· ὅταν οὖν γένωνται ἐν τῶι ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας. καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς.