Fragmenta

Antiphon of Athens

Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

1.[81 a Blass Antiphont. or. p. 130; 99ᵃ Sauppe Oratt. att. II 147]GAL. in Hipp. de med. off. XVIII B 656 K. nach Kritias c. 81 B 40: ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων· ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν 〈ὂν〉 αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι 〈ὁ ὁρῶν〉 μακρότατα οὔτε ὧν γνώμηι γιγνώσκει ὁ μακρότατα γιγνώσκων’. Dagegen HIPPOCR. de arte 2 [p. 36, 18 Gomp.²]. δοκεῖ δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ’ ἰδεῖν τὰ μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ’, ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. ἀλλ’ ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη 〈τῶν εἰδέων, ἑκάστη〉 τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαι δὲ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ

ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα [φύσεως] νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλα βλαστήματα.

2.[81ᵇ B., 99ᵇ S.]GAL. in Hipp. de med. off. a. O. [nach fr. 1] καί· πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.

3.[102 B., 120 S.]POLLUX VI 143ἀπαρασκεύωι γνώμηι ἐν τοῖς Περὶ ἀληθείας Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν ταῖς ῥητορικαῖς Τέχναις (δοκοῦσι δ’ οὐ γνήσιαι). S. A 6. B 93 (II 307, 2 Anm.).

4.[86 B., 104 S.]HARPOCR. ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀ. Ἀληθείας ᾱ. Auch POLL. II 58.

5.[87 B., 105 S.]— ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀ. Ἀληθείας ᾱ.

6.[161 B., 165ᵃ S.]POLL. II 58 διοπτεύειν Κριτίας [81, 53] καὶ Ἀ., Ἀ. δὲ καὶ εἴσοπτοι.