Fragmenta
Antiphon of Athens
Antiphon of Athens. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
1.[81 a Blass Antiphont. or. p. 130; 99ᵃ Sauppe Oratt. att. II 147]GAL. in Hipp. de med. off. XVIII B 656 K. nach Kritias c. 81 B 40: ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων· ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν 〈ὂν〉 αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι 〈ὁ ὁρῶν〉 μακρότατα οὔτε ὧν γνώμηι γιγνώσκει ὁ μακρότατα γιγνώσκων’. Dagegen HIPPOCR. de arte 2 [p. 36, 18 Gomp.²]. δοκεῖ δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ’ ἰδεῖν τὰ μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ’, ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. ἀλλ’ ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη 〈τῶν εἰδέων, ἑκάστη〉 τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαι δὲ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ
ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα [φύσεως] νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλα βλαστήματα.2.[81ᵇ B., 99ᵇ S.]GAL. in Hipp. de med. off. a. O. [nach fr. 1] καί· πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.
3.[102 B., 120 S.]POLLUX VI 143ἀπαρασκεύωι γνώμηι ἐν τοῖς Περὶ ἀληθείας Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν ταῖς ῥητορικαῖς Τέχναις (δοκοῦσι δ’ οὐ γνήσιαι). S. A 6. B 93 (II 307, 2 Anm.).
4.[86 B., 104 S.]HARPOCR. ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀ. Ἀληθείας ᾱ. Auch POLL. II 58.
5.[87 B., 105 S.]— ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀ. Ἀληθείας ᾱ.
6.[161 B., 165ᵃ S.]POLL. II 58 διοπτεύειν Κριτίας [81, 53] καὶ Ἀ., Ἀ. δὲ καὶ εἴσοπτοι.
7.[174 B., 178 S.]— — 57 Ἀ. δὲ καὶ τὸ ὀψόμενον εἶπε καὶ τῆι ὄψει [B 1] οἷον τοῖς ὀφθαλμοῖς καὶ ὀπτὴρ [d. Rhamn., d. caed. Her. 27] καὶ ἄοπτα [B 4].
8.[173 B., 177 S.]— — 76 ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην ἰωνικὰ καὶ αἰολικά· παρὰ μόνωι δ’ Ἀντιφῶντι ὀδμὰς καὶ εὐοδμίαν εὕροι τις ἄν.
9.[105ᵃ B.]AËT. I 22, 6 (D. 318) Ἀ. καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν.
10.[80 B., 98 S.]SUID. ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀ. ἐν ᾱ Ἀληθείας· διὰ τοῦτο οὐδενὸς δεῖται οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητος’. Vgl. HARPOCR. s. v.
11.[89 B., 107 S.]HARP. δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀ. Αληθείας 30 ᾱ.
12.[98 B., 117 S.]ORIG. c. Cels. IV 25 κἂν Δημοσθένης τις οὖν ὁ ῥήτωρ ἦι μετὰ τῆς παραπλησίας ἐκείνωι κακίας καὶ τῶν ἀπὸ κακίας
αὐτῶι πεπραγμένων, κἂν Α. ἄλλος ῥήτωρ νομιζόμενος εἶναι καὶ τὴν πρόνοιαν ἀναιρῶν ἐν τοῖς ἐπιγεγραμμένοις Περὶ ἀληθείας παραπλησίως τῆι Κέλσου ἐπιγραφῆι, οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίαι τοῦ τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι.13.[103 B.]ARIST. phys. A 1. 185ᵃ 14 ἅμα δ’ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ’ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ· οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δ’ Ἀντιφῶντος οὐ γεωμετρικοῦ. Vgl. soph. el. 11. 172ᵃ 7. SIMPL. phys. 54, 12 τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ κύκλωι ἴσον τετράγωνον θέσθαι) καὶ Ἀ. ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος [c. 30, 3] ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λύειν ...
ὁ δὲ Ἀ. γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ’ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ’ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηιρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὤιετό ποτε δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον τούτωι τῶι τρόπωι ἐν τῶι κύκλωι, οὗ αἱ πλευραὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῆι τοῦ
κύκλου περιφερείαι. παντὶ δὲ πολυγώνωι ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις [Eukl. II 14] παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῶι κύκλωι ἐφαρμόζον αὐτῶι, ἐσόμεθα καὶ κύκλωι ἴσον τιθέντες τετράγωνον. THEMIST. phys. 4, 2 πρὸς Ἀντιφῶντα δὲ οὐκέτ’ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆι περιφερείαι τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὤιετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῆι περιφερείαι. τοῦτο δὲ ἦν 〈τοῦ〉 τὴν ἐπ’ ἄπειρον τομὴν ἀναιροῦντος, ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει.14.[82 B., 100 S.]HARP. διάθεσις: ... καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι. Ἀ. Ἀληθείας ᾱ· γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο.
15.[83 B., 101 S.]— ἔμβιος: Ἀ. Ἀληθείας ᾱ· καὶ ἡ σηπεδὼν ... ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῶι ζῆν, τουτέστι Ζήσειε καὶ μὴ ξηρανθείη μηδ’ ἀποθάνοι. ARIST. phys. B 1. 193ᵃ 9 δοκεῖ δ’ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστωι ἀρρύθμιστον καθ’ ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ’ ὁ χαλκός. σημεῖον δέ φησιν Ἀ. ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ’ οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.
εἴ τις κατορύξειε κλίνην καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο, οὐκ ἂν γένοιτο κλίνη, ἀλλὰ ξύλον.
16.[156 B., 160 S.]AN. BEKK. Lex. VI p. 470, 25 ἀφήκοντος: Ἀ. ἀντὶ τοῦ διήκοντος.
17.[88 B., 106 S.] — — p. 472, 14 Ἀφροδίτης: ἀντὶ τοῦ ἀφροδισίων. οὕτως Ἀ. ἐν Ἀληθείας πρώτωι.
18.[84 B. 102 S.]HARPOCR. ἀναποδιζόμενα: ἀντὶ τοῦ 〈πάλιν〉 ἐξεταζόμενα ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀ. Ἀληθείας ᾱ. Vgl. Poll. II 196.
19.[85 B., 103 S.]HARPOCR. ἀνήκει: παρ’ Ἀ—τι Ἀληθείας ᾱ ἀντὶ τοῦ ἁπλοῦ ἥκει ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. AN. BEKK. VI 403, 5 Ἀ. μὲν ἀντὶ τοῦ καθήκει.
20.[90 B., 108 S.]— ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀ. Ἀληθείας ᾱ.