Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas. Reliquiae Sacrae, Volume 2. Routh, Martin Joseph, editor. Oxford: Oxford University Press, 1846.

Ἐπειδὰν τοίνυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα· τούτους γὰρ εἶναι φασὶν οὕς περ ἐπηγγείλατο τῷ λαῷ πέμψειν ὁ Κύριος· ἀποκρινάσθωσαν ἡμῖν πρὸς Θεοῦ ἔστι τὶς, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μοντανοῦ καὶ

τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅς τις ὑπὸ Ἰουδαίων ἐδιώχθη, ἢ ὑπὸ παρανόμων ἀπεκτάνθη; οὐδείς. οὐδέ γε τὶς αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ ὀνόματος ἀνεσταυρώθη; οὐ γὰρ οὖν· οὐδὲ μὴν οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν γυναικῶν τὶς ἐμαστιγώθη ποτὲ, ἢ ἐλιθοβολήθη; οὐδαμόσε οὐδαμῶς. ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μοντανός τε καὶ Μαξιμίλλα. τούτους γὰρ ὑπὸ πνεύματος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος, λόγος ἀναρτῆσαι ἑαυτούς· οὐχ’ ὁμοῦ κατὰ δὲ τὸν τῆς ἑκάστου τελευτῆς καιρὸν φήμη πολλή· καὶ οὕτω δὲ τελευτῆσαι καὶ τὸν βίον καταστρέψαι, Ἰούδα προδότου δίκην. καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν πρῶτον τῆς κατ’ αὐτοὺς λεγομένης προφητείας οἷον ἐπίτροπον τινὰ Θεόδοτον, πολὺς αἱρεῖ λόγος, ὡς αἰρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς, παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς ἀπάτης πνεύματι· καὶ δισκευθέντα, κακῶς τελευτῆσαι. φασὶ γοῦν τοῦτο οὕτω γεγονέναι. ἀλλὰ μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί
τῶν τοιούτων νομίζομεν ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, ἴσως δὲ οὐχ’ οὕτως τετελευτήκασι Μοντανός τε καὶ Θεόδοτος καὶ ἡ προειρημένη γυνή.

Καὶ μὴ λεγέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν τὸ διὰ Μαξιμίλλης πνεῦμα, διώκομαι ὡς λύκος ἐκ προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμα εἰμὶ καὶ πνεῦμα καὶ δύναμις. ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς δειξάτω καὶ ἐλεγξάτω· καὶ ἐξομολογεῖσθαι διὰ τοῦ πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας· εἰς τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κομάνης κώμης, καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας. ὧν οἱ περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες, οὐκ εἴασαν τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ’ αὐτῶν ἐλεγχθῆναι. ἐν ταυτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψυδοπροφητειῶν εἰπὼν, ὁμοῦ τόν τε χρόνον καθ’ ὃν ταῦτ’ ἔγραφε σημαίνει,

καὶ τῶν προῤῥήσεων αὐτῆς μέμνηται, δι’ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο· ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων.

Καὶ πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνή· καὶ οὔτε μερικὸς, οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος· ἀλλὰ καὶ Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέους Θεοῦ.