Fragmenta

Anubion, Poeta Astrologus

Anubion. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

117

Περὶ μοίρας ὡροσκοπούσης ὡς Ἀννουβίων ἐν τοῖς

  • ἐλεγείοις.
  • Ὡρονόμον δὲ μάθοις ὥρην ἄτερ ἀστράσιν ἄλλοις σκεπτόμενος Μήνην καὶ μέγαν Ἠέλιον· ἡμερινῇ γενέσει μὲν ἀπʼ Ἠελίοιο, νοήσας οἴκου δεσπόζων ἔνθα βέβηκε θεός· κεῖθεν δὲ στοιχηδὸν ἀριθμηθήμεναι ἄστρα μέχρι Σεληναίης ἀστέρος ἱσταμένου· πάντα δʼ ἀπʼ Ἠελίοιο διέκβαλε τοῦτον ἀριθμόν, εἰς ὅ τι δʼ ἂν λήξῃ, κεῖθι καὶ ὡρονόμος. χρὴ δὲ Σεληναίης προτέρης ἀνελέσθαι ἀριθμόν, ὥρην νυκτερινὴν σκεπτόμενον θέματος· εἰ δέ κεν Ἠέλιος ὀλίγας μοίρας ἔχῃ ἄστρων, χρὴ τετράγωνά θʼ ὁρᾶν καὶ διάμετρα τόπων.