De lapidibus

Pseudo-Dioscorides

Pseudo-Dioscorides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Λιθάργυρος· Ἀγαρηνοὶ μάρτικ· ἡ μὲν ἐκ μολιβδίτιδος ἄμμου γεννᾶται χωνευομένη ἄχρι τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου, εἴτε ἐκ μολίβδου· γίνεται δὲ ἐν Ἀττικῇ καὶ Ἰνδίᾳ καὶ Σικελίᾳ καὶ Ἱσπανίᾳ.

Λίθος ἀγήραντος.

Λίθος ἀετίτης.

Hi duo, vacuis interjacentibus spatiis, descriptione carent. (Iriarte.).

Λίθος αἱματίτης Ῥωμαῖοι αἱματίστα· ἀπὸ τῆς κατὰ τὴν χρόαν ὁμοιότητος· παραξυόμενος γὰρ ἀκόναις αἱματώδη χυλὸν ἀνίησι. Τοσοῦτον μετέχων τῆς ψύξεως ὅσον καὶ τῆς στύψεως, οὗτος τριβόμενος καὶ πινόμενος αἱμορραγίαν παύει· καὶ αἱμάτων πτύσεσιν ἁρμόττει, καὶ πᾶσιν ἕλκεσι καὶ δυσουρίαις· ξηρὸς δὲ λειωθεὶς καταστέλλει τὰ ὑπερσαρκοῦντα· σὺν δὲ γάλακτι γυναικείῳ ὑφαίμους ὀφθαλμοὺς θεραπεύει.

Λίθος ἄσσιος ὁ ἐν Ἄσσῳ γενόμενος· κισσηρώδης.

Λίθος ἀρμένιος· Ἀγαρηνοὶ λαζουέρδ.

Λίθος γαιώδης· Ἄφροι γάγζαρ ἔλαρ. Οὗτος στύφει καὶ ξηραίνει καὶ ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις· χρισθεὶς δὲ μεθ’ ὕδατος μασθῶν καὶ ὀρχέων παύει φλεγμονάς.

Λίθος γαγάτης ὁ ἐν Λυκίᾳ εὑρισκόμενος παρὰ τὸν Γάγην ποταμόν· ξηραίνει δὲ ἱκανῶς καὶ μαλάσσει καὶ διαφορεῖ· τὸ ἀψέψημα δὲ αὐτοῦ πινόμενον ἕλμινθας ἐκτινάσσει, καὶ περιαπτόμενος κεφαλαλγίας χρονίας παύει· καὶ ὠκυτοκίας ἐργάζεται τῇ χειρὶ κρατούμενος· προσαγόμενος δὲ πυρὶ καὶ ἐν οἴνῳ σβεννύμενος ὠφελεῖ καρδιακοὺς τοῦ οἴνου ποθέντος.

Λίθος γαλακτίτης παραπλησίαν τῷ μοροξῷ χρόαν ἔχων, ὑπόχλωρον καὶ γαλακτώδη χυλὸν ἀνίησιν· οὗτος πολυγάλους τὰς γυναῖκας ποιεῖ λουσαμένας καὶ μεθ’ ὕδατος ἢ οἴνου πιούσας· μίγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι. Φασὶ δὲ αὐτὸν περιαπτόμενον τραχήλῶ παιδίων ὀδοντιώντων ἔκφυσιν παρασκευάζειν.

Λίθος ἠλέκτρου ἢ λυγγούριον ἢ σούχινον. Πινόμενος οὗτος ἰᾶται δυσουρίαν καὶ στομαχικοὺς ὠφελεῖ καὶ ὠχριάσεις· καὶ τὸ ἤλεκτρον δὲ σὺν μαστίχῃ πινόμενον ἀλγήματα στομάχου ἰᾶται.

Λίθος θρᾳκίας γίνεται μὲν ἐν Σινθίᾳ ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ· δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῷ γαγάτῃ· ἱστόρηται δὲ ἐκθερμαίνεσθαι ὑφ’ ὕδατος, σβέννυσθαι ὑπὸ ἐλαίου καθάπερ καὶ τὴν ἀσφάλτην.

Λίθος ἴασπις· Ἄφροι ζομουράδ. Ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλίζων καὶ φλέγματι ἐοικώς· ὁ δὲ ἀερίζων· ὁ δὲ καπνίζων· ὁ δὲ λευκίζων καὶ ἀποστίλβων· ὁ δὲ τερμινθίζων. Δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περιαπτόμενοι καὶ ὠκυτοκίαν ἐργαζόμενοι καὶ ἀλγήματα στομάχου ἰώμενοι, καὶ ὀδύνης...

Λίθος ἱασπαχάτη; ἐκ τῆς σμαραγδιζούσης ἐστὶν ἰάσπιδος καὶ τοῦ ἀχάτου· δύναμιν δὲ ἔχει δίψους παυστικὴν· καὶ ὑδρωπικοῖς βοηθεῖ, καὶ ἡπατικοῖς καὶ περιπνευμονικοῖς πινόμενος· καὶ τὸ σῶμα εὐανθὲς ποιεῖ.

Λίθος ἱερακίτης καὶ ἰνδικὸς περιαπτόμενος μηρῷ δεξιῷ τὰς αἱμορροΐδας ἀναξηραίνουσιν, ὡς καὶ ἡμεῖς ἐπειράθημεν· ὁ δὲ Διογένης ἐν τῷ περὶ λίθων οὕτω φησίν· Ἱερακίτης λίθος ὑπόχλωρος μέν ἐστι καὶ πρὸς τὸ μέλαν ἐπικλίνει· δύναμιν δὲ ἔχει ἀναξηραντικὴν αἱμορροΐδων.

Λίθος ἰνδἰκὸς τὴν μὲν χρόαν ἐστὶν ὑπόπυρος· τριβόμενος δὲ πορφυροῦν

ἀνίησι χυλόν· καὶ μετ’ ἀκράτου οἴνου πινόμενος αἱμοπτυϊκοὺς ὠφελεῖ· καὶ αἱμορροΐδας ἀναξηραίνει.

Λίθος κίσσηρις ῥυπτικῆς ἐστι δυνάμεως, ὡς καὶ ἡ σμύρις. Λαμπρύνει τοὺς ὄδόντας.

Λἱθος ἴασπις καλούμενος ὁ ἐκ τῆς Αἰθιοπίας κομιζόμενος ὑπόχλωρός ἐστι· καὶ γαλακτώδη χυλὸν ἀνίησιν· καὶ διὰ τοῦτο ἁρμόζει εἰς τὸ καθᾶραι καὶ ῥύψαι τὰ χωρὶς φλεγμονῆς ἐπισκοτοῦντα ταῖς κόραις.

Λιθόκολλα μίγμα οὖσα μαρμάρου ἢ λίθου λιπαροῦ καὶ ταυροκόλλης· δύναται δὲ περὶ πυρὶ τρίχας κολλᾶν.

Λίθος μελιτίτης ἡδύτητος καὶ θερμότητος μετείληφε· καὶ διὰ τὴν γεῦσιν οὕτως ὠνόμασται· ἐνεργεῖ δὲ ὁμοίως τῷ γαλακτίῳ.

Λίθος μοροξός, οἱ δὲ λευκογραφίδα καλοῦσι κατ’ Αἴγυπτον γινομένην· τούτῳ χρῶνται λαμπρύνοντες τὰς ὀθόνας.