In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 182b 13)

Ὥσπερ οὖν ἐν τῷ παρὰ τὴν ὁμωνυμίαν.

‘Η ἀπόδοσις τοῦ μερισμοῦ τοὐ τὰ μὲν τοῖς τυχοῦσίν ἐστιν δῆλα κατωτέρω ἐστὶν ἐν οἷς λέγει, ἐν τῷ τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει. τῶν δὲ παρὰ τὴν λέξιν σοφισμάτων ἓξ ὄντων, ὁμωνυμίας, ἀμφιβολίας, συνθέσεως, διαιρέσεως, προσῳδίας, σχήματος λέξεως, τὸ παρὸν σόφισμα τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι· τὸ γὰρ ἄρρεν, τὸν ἄνδρα, οὐδετέρως ἑρμηνεύει· λέγει γὰρ τὸν ἄνδρα δίφρον ὑπάρχοντα φέρεσθαι κατὰ κλίμακος, τὸ ἀρρενικῶς λεγόμενον οὐδετέρως ἑρμηνεύων· οὐ γάρ ἐστιν ἡ ὀρθὴ πτῶσις τὸ δίφρον [*](1 ἐπίστασαι Α (ui) τούτου Α Arist.: τοῦτο al 2 ἐπίσταται Α 4 ὅτι Α post παραλογισμῶν add. ῥαδίως λύονται καὶ Α 5. 6 προσαγόμενοι Α 9 παρὰ prius om. I 16 φαίνοντι a 17. 18 πρὸ ὀλίγου] c. 24 p. 179b18sq. 20 τὸ] ὁ corr. non liquet unde I1 ὧ εἶ- in ras. A1 21 τούτῳ, quod coniecit Waitz Org. II p. X. Α: τοῦτο al 24 τοῖς Arist. 26 κατωτέρω I: κατώτερον a 30 οὐδετέρως Al: οὐδέτερον a γὰρ alt. om. Α 31 ὑπάρχοντα b: ὑπάρχοντας a: ὑπάρχειν Α: ὑπάρχ(??) I ἀρσενικῶς a)

188
οὐδετέρως, ἀλλ’ ὁ δίφρος. ἔστι γοῦν παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ μὴ ταὐτὸ ὡσαύτως ἑρμηνεύει, οἷον τὸ ἄρρεν οὐδέτερον λέγει καὶ τὸ οὐδέτερον ἄρρεν. ἔστι δὲ καὶ παρὰ τὴν ἀμφιβολίαν. καὶ εἴη ἂν τὸ σόφισμα τοιοῦτον· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ὁ ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο ἅρμα· ὥστε ὁ ἀνὴρ ἅρμα ὢν κατὰ τῆς κλίμακος ἐφέρετο. καὶ ὅτι οὕτως ἐγένετο ἡ ἀγωγὴ τοῦ λόγου, δῆλον ἀπὸ τοῦ κατὰ προσῳδίαν τούτου τοῦ σοφίσματος· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν “κὴρ εἴδετο εἶναι”· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι. ἔστιν οὖν τῆς τῶν σοφισμάτων ἀγωγῆς ἡ ὁμοιότης | τοιαύτη· τὸ κῆρ ψυχὴν σημαίνει· Ἀγαμέμνονι [*](f. 59v) δὲ τὸ πολεμεῖν κὴρ εἴδετο εἶναι· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἵδετο εἶναι· τὸ ἅρμα δίφρον σημαίνει· ἀνὴρ δὲ ἐφέρετο κατὰ κλίμακος δίφρον· ἀνὴρ ἄρα ἐφέρετο κατὰ κλίμακος ἅρμα. δύναται τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον καὶ παρὰ τὴν ἀμφιβολίαν εἶναι· ἢ γὰρ ὅτι ἀνὴρ ἔφερεν ἐπὶ τοῦ ὤμου δίφρον κατὰ κλίμακος φερόμενος, ἢ ὅτι ὁ ἀνὴρ δίφρον ὢν καὶ ἅρμα κατὰ κλίμακος ἐφέρετο. ὅτι μὲν οὖν τὸ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον παρὰ τὴν λέξιν ἐστί, δῆλον. ἔστι δὲ ἁπλούστερον οὕτω συνάγειν· οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον· ἀλλὰ μὴν οὐκ ἔφερε δίφρον, ἀλλ’ ἐφέρετο ὑπὸ τοῦ δίφρου. ἠρωτᾶτο δὲ τὸ σόφισμα ἐπί τινος ἐπὶ δίφρου κατὰ κλίμακος φερομένου. ἢ κἂν μὴ ἐπὶ δίφρου κατήρχετό τις κατὰ τῆς κλίμακος, ἀλλὰ πρῶτον μὲν ὁ ἀνὴρ αὐτὸς καθ’ αὑτόν, ὕστερον δὲ ὁ δίφρος, οὐδὲν ἧττον χώραν ἔχει τὸ σόφισμα. κἂν γὰρ ὁ ἀνὴρ ἐν τῇ πρώτῃ, εἰ τύχῃ, ὥρᾳ τῆς ἡμέρας, ὁ δὲ δίφρος ἐν τῇ τετάρτῃ κατὰ τῆς κλίμακος ἐφέρετο, οὐδὲν ἧττον τὸ σόφισμα δύναται οὕτως ἐρωτᾶσθαι. ἀρ’ οὐχὶ ὁ ἀνὴρ κατὰ κλίμακος ἐφέρετο; ναί· τί δέ, οὐχὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο; ναί· ἀνὴρ ἄρα κατὰ κλίμακος ἐφέρετο δίφρον. παρὰ τὴν σύνθεσιν τὸ σόφισμα· ἔδει γὰρ οὕτως συμπεράνασθαι· ὁ ἀνὴρ ἄρα καὶ ὁ δίφρος κατὰ κλίμακος ἐφέρετο· τοῦτο δὲ ἀληθές. ὅτι δὲ τὸ παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν παρὰ τὴν λέξιν ἐστί, δῆλον. εὕρηται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀνὴρ ἐφέρετο κατὰ κλίμακος διάφορον. καὶ εἴη ἂν τὸ λεγόμενον διὰ ταύτης τοιοῦτον· εἰπὼν καὶ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοί εἰσι πάντες παρὰ τὴν λέξιν ἐπάγει τούτων ὑπόδειγμα, δυνάμει λέγων· τὸ γὰρ ‘ἀνὴρ κατὰ κλίμακος ἐφέρετο’ οὐχ ἁπλοῦν ἐστιν ἀλλὰ διάφορον καὶ ἀμφίβολον· τοῦτο δὲ παρὰ τὴν λέξιν. ὅτι δὲ διάφορόν ἐστι καὶ ἀμφίβολον, δῆλον· ἢ γὰρ ὅτι [*](1 οὐδετέρως I: οὐδέτερον aA 2 post, ἄρρεν add. τὸ δίφρον δηλαδὴ Α 3 post ἄρρεν add. οἷον τὸ ἅρμα Α immo ὁμωνυμίαν cf. vs. 14 et Paraphr. p. 64,20 8 κὴρ κτλ.] Hom.A228 10 ἀπαγωγῆς Α 12. 13 τὸ ἅρμα—ἅρμα om. Α 15 ὅτι prius Α: τὸ al ὁ om. Α 18 ἀπλοῦν a 23 ἑαυτόν Α 24 τῶ πρώτω I pr. τύχοι Α 26 post κατὰ add. τῆς Α 27 post κατὰ prius add. τῆς Α 29 δέ Α: om. al 30 τὴν prius aA: om. I 31 εὕρηται Α: εὑρήσεται al 33 οἱ alt. Α Arist.: om. al 34 ὑπόδειγμα a: ὑποδείγματα ΑI)
189
ἀνὴρ κατὰ κλίμακος ἐφέρετο, ἢ ὅτι αὐτὸς ἔφερέ τι. καὶ μἡποτε άπλουστέρα αῦτη ἠ γραφή.

[*](p. 182b 17)

Καὶ ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.

Ἡ τοῦ ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν ἀγωγὴ σοφίσματος τοιαύτη τις ἄν εἴη· ποῖ στέλλεσθε; πρὸς τὴν κεραίαν· τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πέμπεσθε ἄρα πρὸς τὴν κεραίαν. διττὸν τὸ στέλλεσθαι, τό τε ἐξ αὑτῶν καὶ ἀπὸ ἰδίας προαιρέσεως καὶ ὅλως τὸ πορεύεσθαι, ὡς τὸ ‘ἐστειλάμην ταύτην τὴν ὀδόν’ ἀντὶ τοῦ ‘ἐπορεύθην’, καὶ τὸ παρ’ ἄλλων ἢ ἄλλου ἀποστέλλεσθαι, ὡς τὸ ‘ἔπεμψεν ἡμᾶς ὁ βασιλεύς, ἄνδρες ἐν τῷ οὖν ποῖ στέλλεσθε ἐκεῖνοι μὲν τὸ στέλλεσθαι ὡς τὸ πορεύεσθαι δεδώκασιν· ὁ δὲ σοφιστὴς ἐπὶ τοῦ πέμπεσθαι ἔλαβε. τοῦτο δὲ τὸ σόφισμα δύναται καὶ παρὰ τὴν ὁμωνυμίαν εἶναι. μάλιστα δ’ ἂν εἴη παρὰ τὴν ἀμφιβολίαν· ἢ γὰρ ὅτι ποῖ πορεύεσθε; ἢ ὅτι ποῖ παρὰ ἄλλου πέμπεσθε; μήποτε δὲ καὶ παρὰ τὸ σχῆ μὰ τῆς λέξεως ἄν εἴη, τὸ στέλλεσθε ἀντὶ τοῦ ‘πέμπετε’ τῶν σοφιστῶν λαμβανόντων, τὸ παθητικὸν ἀντὶ τοὐ ἐνεργητικοῦ. καὶ τὸ ἔμπροσθεν δὲ δηλοῖ μὲν καὶ τὸ πρότερον χρονικὸν ἐπίρρημα, δηλοῖ δὲ καὶ τὸ ἔμπροσθεν τοῦ ζῴου μέρος. ἀλλὰ καὶ τὸ καθαρὸς σημαίνει μὲν καὶ τὸ ὑγιεινός· καθαρὸς γὰρ βορρᾶς ὁ ὑγιεινὸς λέγεται· σημαίνει δὲ καὶ τὸ ἀμόλυντον καὶ ἄχραντον· ὥστε εἰ ὁ μὲν ἐπὶ τοῦ ὑγιεινοῦ δοίη, ὁ δὲ ἐπὶ τοῦ ἀχράντου συμπερανεῖται, οὐ συλλελόγισται. τὸ δὲ ἄρ Εὔαρχος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης παρὰ τὴν σύνθεσιν οὕτως· ἆρά γε Εὔαρχος; οὐ δῆτα ἀλλ’ Ἀπολλωνίδης; ναί· Εὔαρχος ἄρα, ἀλλ’ οὐ δῆτα Ἀπολλωνίδης· παρὰ τὴν σύνθεσιν γὰρ τοῦ ἀλλὰ συνδέσμου τὸ σόφισμά ἐστιν. ἢ καὶ οὕτως· ἆρ’ Εὔαρχος; οὐ δῆτα· ἀλλ’ Ἀπολλωνίδης; ναί· ὁ Εὔαρχος ἄρα Ἀπολλωνίδης ἐστί. τὸ δὲ παρὸν σόφισμα ἠρωτᾶτο πρὸς τὸν ἀδελφὸν τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε | Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ἆρά γε Εὔαρχος σός ἐστι; ναί· τί δέ, οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι; ναί· σὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν· ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γὰρ σοῦ ἐστιν. ἡ μὲν οὖν ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη. ὁ δὲ Ἀριστοτέλης διά τινα βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ δι’ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν πρότασιν θεὶς καὶ ταύτην ἐλλιπῆ τἆλλα παρῆκεν. ἦν γὰρ ἄν πλῆρες, εἰ οὕτως εἶχεν· ἀρά γε Εὔαρχος σός ἐστι; τέθεικε δὲ αὐτὸς ἐλλιπῆ διὰ τὸ δύνασθαι τὰ ‘ἆρά γε Εὔαρχος;’ ποτὲ μὲν [*](1 ante ἀνὴρ add. ὁ A 1. 2 ἁπλούστερον a 3 et 4 στέλλεσθαι(??) I 5 κερέαν a 7 αὐτῶν al 11 post σόφισμα add. ὡς εἴρηται Α 13 τῆ untrobique Α 15 πέμπετε in ras., ut vitletur, A1 τοῦ alt. 0111. A 20 συλλελόγισθαι (sic) a 22 οὕτως b: οὗτος al 24 δῆτα a: δεῖται I 28 Εὐάρχου scripsi: εὔαρχον al 31 τινα I: τὴν a 35 ante εὔαρχος add. ὁ a)

190
συμπλέκεσθαι τῷ † σοφίσματί ἐστι, ποτὲ δὲ τῷ ‘πατήρ ἐστι’. τὸ δὲ οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων ‘οὐκ ἔστι μοι ὁ Εὔαρχος πατὴρ ἀλλὰ ὁ Ἀπολλωνίδης’. δύναται τὸ Εὔαρχος καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ Εὔαρχος διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων ἡ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχὴν οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἄν καὶ οὕτως ἠρωτᾶτο· ἆρ’ Εὔαρχος ὅδε; ναί· τί δέ, ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχῃ, διάλογός ἐστιν; ὅτι δὲ καὶ τὸ ὂν καὶ τὸ ἓν οἱ μὲν ὁμώνυμα καὶ πολλαχῶς λέγεσθαί φασιν, οὐκ ἄδηλον· Παρμενίδης γὰρ ἓν τὸ ὄν φησι, Πλάτων δὲ τὸ ἓν μοναχῶς λέγεσθαι, ὁ δὲ Ἀριστοτέλης ἀμφότερα πολλαχῶς. τὸν Ζ|ήνωνος δὲ λόγον καὶ Παρμενίδου λύειν λέγει οὐκ ἄλλον τινὰ ἀλλ’ ἢ ἑαυτόν· οὗτος γὰρ κυρίως λέλυκε τοὺς Παρμενίδου καὶ Μελίσσου λόγους ἐν τοῖς Φυσικοῖς, τοὺς δὲ Πλάτωνος ἐν τοῖς Μετὰ τὰ φυσικά. ὥσπερ δέ, φησίν, ἐπί τινων τῶν προειρημένων λόγων δυσχερῶς ἔστι κατιδεῖν πῶς λύονται (οἱ μὲν γὰρ ῥᾷον ἐπιγινώσκονται, οἱ δὲ χαλεπώτερον), ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ συμβεβηκὸς ἐλέγχων· τούτων γὰρ οἱ μὲν ῥᾴους εἰσὶν ὀφθῆναι, ὅτε παρὰ τὸ συμβεβηκός εἰσιν, οἱ δὲ δυσφώρατοι τυγχάνουσιν, εἰ παρὰ τοῦτο γεγονασιν.