In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Εἰ οὖν ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις.
Ὥσπερ, φησίν, εἰ ἔροιτό τις, ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον, τὸν τοιοῦτον οὐκ ἄν τις φαίη ἑλληνίζειν ἀλλὰ σολοικίζειν, ὥσπερ καὶ ἐπὶ τοῦ ‘ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; ξύλον δ’ εἶπε ταύτην οὗτος· ἔστιν ἄρα ξύλον ταύτην’, οὕτως καὶ ἐπ’ ἐκείνων γίνεται· τὸ γὰρ τοῦτο συγχωρηθὲν καὶ ἐπ’ εὐθείας λεγόμενον ἐκεῖνος λαμβάνει ὡς ἐπὶ αἰτιατικῆς. διὸ καὶ ἐπὶ τούτων μόνων γίνονται οἱ σολοικισμοί, ἐπὶ τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ὡς τὸ ‘αὕτη τόδε ἐστίν, οἷον ἡ οὐσία ζῷον’. ἁρμόζει δὲ καὶ κατ’ εὐθεῖαν καὶ αἰτιατικὴν φερόμενον. ἀλλ’ ἴδωμεν αὖθις τὸ ἆρ’ ἣν λέγεις, ἔστιν οὗτος; ὥσπερ, φησίν, ὁ λέγων ἆρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον; τὸ δὲ ξύλον δ’ εἶπεν οὗτος ἐπήγαγεν, ὡς εἰ ἔλεγεν ‘εἰ ἑλληνίζειν τις τοὺς οὕτω λέγοντας φήσει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι’. εἰ γὰρ ἣν λέγεις, ἔστιν οὗτος, εἶπε δὲ οὗτος αὐτὴν ξύλον, ἔσται αὕτη ξύλον οὗτος καὶ οὗτος τοῦτο αὕτη καὶ τοῦτο αὕτη οὗτος. ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν ἢ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο, ἐπὶ δὲ τῶν οὐδετέρων, ἃ εἶπεν αὐτὸς ἢ ὅ σὰ μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, τὸ ὃ καὶ τὸ τοῦτο οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνονται σολοικισμοί· ἐνταῦθα γὰρ διὰ τοῦ τόδε σημαίνοντος καὶ εὐθεῖαν καὶ αἰτιατικὴν οὐ συμβήσεται σολοικισμός. οἷον εἰ ἔροιτό τις ἀρ’ ὃ λέγεις εἶναι, ἔστι τοῦτο; ξύλον δὲ λέγεις εἶναι τοῦτο· ἔστιν ἄρα ξύλον· ἐνταῦθα γὰρ ἐπὶ τοῦ ξύλου οὐδετέρου ὄντος καὶ τοῦ τοῦτο ἁρμόζοντος τῷ ξύλῳ καὶ ἐπὶ εὐθείας καὶ ἐπὶ αἰτιατικῆς λεγομένῳ, ὥσπερ καὶ αὐτοῦ τοῦ [*](1.2 σημαντικὸν εὐθείας a 4 οἷον ante 5 ἆρ’ collocat A 5 post τοῦδε add. λέγει a τοῦτο ἐστὶ, omisso καὶ, Α 7 αἰτιατικῆς a: αἰτιατικὴ I τί I: τὸν a 9 αἰτιατικὴ a 11. 12 τοῦτον, τὸν aA: τοιοῦτον τὸ Ι 12 post τοιοῦτον add. δὲ a 13 εἶπε Α Αlist.: εἶπας aI cf. vs. 24 14 λέγεται Α 15 καὶ al: ὡς A 16 μόνον a 17 ὡς τὸ AI: ὥστε a ἡ om. A 21 δὲ om. Α δ’ Α Arist.: om. al 23 ἀρσενικῶς a ἢν scripsi: ὃν al: om. 24 αὐτὴν Α: αὐτὸν I: αὐτὸ a 25 οὗτος alt. Α: ὤτως al 26 ἢ prius aI: καὶ A 27 ἃ scripsi: ὃ aAl 29 σημαίνονται a 33 λεγομένων Α)
Οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη.
Εἰπῶν ὅτι ὥσπερ ὁ λέγων ἀρ’ ἣν λέγεις εἶναι, ἔστιν οὗτος; οὐκ ἂν ἑλληνίζοι, οὕτως οὐδ’ ὁ λέγων “ἆρ’ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;” (εἰ γάρ τις ἑλληνίζειν αὐτοὺς λέγει, συμβήσεται τὸ αὐτὸ καὶ θηλυκῶς καὶ ἀρρενικῶς καὶ οὐδετέρως λέγεσθαι), ἐπάγει τὸ οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη. ἐκ περιουσίας δέ ἐστι τὸ ἐπιχείρημα. τὸ δὲ διὰ τούτου λεγόμενον τοιοῦτόν ἐστι· κἂν δοίημεν τὸν Κορίσκον καὶ θηλυκῶς λέγεσθαι, οἷον καὶ οὗτος καὶ αὕτη, μὴ δοίη δὲ τοῦτο ὁ ἀποκρινόμενος, οὐ συλλελόγισται | τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον. [*](f.59r) καὶ εἰ δίδωσι μὲν οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτε λέγεται μήτε δίδωσι, οὔθ’ ἁπλῶς γίνεται οὔτε πρὸς τὸν ἀποκρινόμενον. ἐν δὲ τῷ ὁμοίως οὖν δεῖ κἀκεῖ λείποι ἄν τὸ ‘προσερωτηθῆναι εἰ δίδωσι’ τὸν λίθον σημαίνειν οὗτος. ἀνόμοιον δὲ πτῶσιν λέγει τὴν εὐθεῖαν πρὸς τὴν αἰτιατικήν, ὡς δῆλον πεποίηκε διὰ τοῦ ἐπαχθέντος. σαφῶς δὲ τὰ ἑξῆς ἀπαγγέλλει.