In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γενομένοις τοὐ ἐλέγχου.
Τίς μέν ἐστιν ὁ ὁρισμὸς τοῦ ἐλέγχου, καὶ τί ἐστιν ἕκαστον τῶν ἐν αὐτῷ κειμένων, καὶ τίνες οἱ παρὰ τὸν τοῦ ἐλέγχου ὁρισμὸν γινόμενοι παραλογισμοί, ἔφθη τε καὶ αὐτὸς ὁ Ἀριστοτέλης καλλίστως ἐν τῇ ἀρχῇ τοῦ προκειμένου συντάγματος παραδούς, καὶ ἡμεῖς ἀρκούντως εἰρήκαμεν ἓν ἕκαστον τῶν ἐν τῷ ὁρισμῷ αὐτοῦ ἐμφερομένων διευκρινοῦντες καὶ σαφηνίζοντες, καὶ περιττὸν πάλιν περὶ τὰ αὐτὰ ἀνακυκλοῦντας τὰ αὐτὰ λέγειν. λοιπὸν οὖν ἐκεῖνο τὸ μέρος ἐνταυθοῖ καταθρήσωμεν, ὃ ἡμῖν μὴ ἐξήτασται· ἔστι δὲ τὸ ἐὰν δὲ ἐν ἀρχῇ προσέρηται. ἔστιν οὖν τὸ ῥητὸν ὑπερβατὸν καὶ μὴ κατ’ εὐθεῖαν κείμενον. εἰ γοῦν οὕτως εἴληπτο, ἦν ἄν σαφὲς τὸ λεγόμενον· καὶ ἐὰν ἐν ἀρχῇ τις προσέρηται, ὡς ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ προσέρηται, οὐχ ὁμολογητέον. ἔστι δὲ τοιοῦτον· ἐάν, φησίν, ἔρηταί τις ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’, μὴ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ φατέον τὸ ναί, μὴ μέντοι ὡδί, τουτέστι πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο· τὰ γὰρ τέσσαρα καὶ διπλάσιά εἰσι πρὸς τὰ δύο καὶ οὐ διπλάσια πρὸς τὰ τρία. τὰ δὲ κείμενα σοφίσματα σαφῆ εἰσι καὶ οὐδεμιᾶς θεωρίας δέονται.
Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ.
Τοὺς παρὰ τὸ ἐν ἀρχῇ, φησίν, αἰτεῖσθαι καὶ λαμβάνειν, ἄν ᾖ δῆλον ὅτι τὸ ἐν ἀρχὴ λαμβάνει (οὐ γὰρ ἀεὶ δῆλον, ὅταν μὴ αὐτόθεν αὐτὸ λαμβάνῃ· καὶ εἴρηται πότε ἐστὶ δῆλον καὶ πότε ἄδηλον ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), ἄν δή, φησί, δῆλον ᾖ, οὐ δοτέον, ῥητέον δὲ ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖς. οὔτε | οὖν οὕτω διδόναι δεῖ, οὔθ’ ὅταν ἔνδοξον ᾖ, λέγοντα τἀληθές. εἴη f. 56r δ’ ἄν λέγων· ὅταν σὺ ὁ ἀποκρινόμενος τἀληθὲς δῷς, ὁ δὲ ἐρωτῶν ἔνδοξον ἐρωτᾷ συντελοῦν αὐτῷ πρὸς τὸ δεῖξαι τὸ ἐναντίον τῆς σῆς ἀληθοῦς θέσεως (οὐδὲν γὰρ κωλύει διά τινων ἐνδόξων δεῖξαι τὸ μὴ ζῷον, οἷον τὸ βιβλίον, ἢ ἄλλο τι τοιοῦτον ζῷον), τὸ δὴ τοιοῦτον, εἰ καὶ ἔνδοξον, φησίν, ἐστίν, [*](2 δίκαιά prius a: δίκαιόν I 6 ὁρισμὸν a: ὁρισμοὶ I 7 ἐν τῇ ἀρχῇ] c. 5 p. 167a23 —27 8 εἰρήκαμεν a (sc. p. 44,3sq.): εἰρήκειμεν I 12 et 14 προσείρηται a 16 εἴρηταί a 17 μὴ alt. al: οὐχ Α 18 ὡς Α: om. al 20 διπλάσιον untrobique Α 25 ᾖ Arist.: εἴη al λαμβάνειν a αὐτόθεν Al: αὐτόθι a 26 post πότε alt. add. ἐστὶν Α 26. 27 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτ.] c. 16 27 ἐν τῷ ὀγδόω τῶν τοπικῶν] c.13 δὲ Α 28 τὸ I: om. a 31 θέσεως] θέ in ras.)