In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 180a 18)

Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς.

Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἄς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καὶ φησὶν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς, ὥσπερ οὐδὲ τὸ τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα ’τον αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἄν καὶ τὸ ‘οὗτος σός’ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου᾿· οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τούτου μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, διττὸς ἄν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἀεὶ ’δε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;’ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολλαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσ|ηγορίαν τὸ τούτου τοῦτο. ὁ f. 53v γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων’ υἱός ἐστιν Ἀρίστωνος;’· καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν [*](5 ante οὐδὲ add. ἀλλ’ a (c u) 7 θεὶς πάνυ AI: inv. ord. a 8 τούτου τοῦτο a I1 corr.: τοῦτο τούτου Α, I pr. αὐτὸ Α: αἴτιον al 11 τοῦτο ἐκείνου I pr., corr. I1 12 post αὐτὸ add. τὸ a 14 εἶναι alt. om. Α 15 ταὐτά Α 16. 17 τὰ κατηγορούμενα τοῦ αὐτοῦ τινὸς κατὰ συμβεβηκὸς Α 18 τὰ αὐτὰ Α τὸ alt. om. Α 20 τὸ δοῦλος Α τὰ αὐτὰ (post οὐ) Α 21 τὸ iteratum I 23 ὅτε a οὐ τῆς aA: οὗτος Ι 25 γὰρ AI: om. a 28 ὅπως aA: ὅπερ I 30 προσηγορία aA: προτάσει I ὀνομάζομεν a δὲ Α: δὴ al ὁ AI: οὐ a)

169
πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες λόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ <τί> τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θεά, δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν <τὸ> τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, εἰπόντες Ἰλιάδα σημαίνομεν. μὲν. λέγοι δ’ ἄν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἄν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος’.

[*](p. 180a 23)

Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ.

Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἀπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν. ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἀπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς μέν ἐστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ ἐλέγχει.

[*](1 ἀπαλλήλων a σημαίνομεν Α Arist.: τινὸς (e vs. 3 illatum al 3 τί addidi 5 προσηγορία σημαινόμενον AI: inv. ord. a 5 —7 λέγομεν—τούτου τοῦτο AI: om. a 6 ἥμισυ] ex corr. A 7 τὸ addidi ἦν AI: οὖν a 8 post δός μοι add. τούτου τοῦτο, ἤγουν τοῦ στίχου a 11 ὑπακτέον a 13 εἰπόντες post ἔπους collocat a 15 ἔσται AI: ἐστιν a 18 οἱ postea add. I1 εἰ (ante πῇ) Α 19 ἀληθεῦον utrobique Al: ἀληθεύειν a 23 τυμβωρύχον a: τυνβορύχον I 25 δοξαστικόν a 26 δὲ om. a οὕτω a 29 δὲ Al: γὰρ a τοῦ Al: τῶν a 30 δοξαστικόν a 31 οὐκ alt. aA: ἀλλ’ I)
170