In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 178b 33)

Οὐδ’ ὅταν τὴν κύλικα πίνῃ, ὃ πίνει ἀλλ’ ἐξ οὗ. ἔτι ἀρ’ ὅ τις οἶδεν.

Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ούχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά. ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου.

[*](p. 178b 36)

Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν.

Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ’ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ [*](1 ὃ πίνη a ἔτι scripsi: ἔστιν aI: καὶ v Arist. 8 εἰ γὰρ οἶδεν om. Α 10 γοῦν Α οὐδὲ Α: οὐδὲν al 12 ἤτοι AI: ἤγουν a 13 τὰ scripsi: τὸ aAI τὸ μὲν τὸ, τόδε Κ: τὸ μὲν, τὸ δ’ οὐ aAI 14 ἔτι om. Α 23 καθ’ ἕκαστόν a 26 περιπατεῖ a 28 αὐτὸ δῆτα I: δῆτα αὐτὸ τοῦτο a τοῖς I: τῷ a 30 post ὁμοίως add. δὲ a Arist.: om. AI 33. 34 ὀ—ὕπαρξιν om. Α 5 post τοιόνδε add. τι Α)

159
ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἄν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται’. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀνθρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀποδεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποι εῖ τὸν τρίτον ἄνθρωπον, δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν ἀλλὰ τὸ οὐσίαν καὶ | τόδε τι λέγειν αὐτόν’. τῷ δὲ τόδε τι ἔθος [*](f. 50v) αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὑ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐχτιθέμενον <μὴ> ὅπερ τόδε τι λέγει ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό’. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν οὐσία ἀλλὰ ποιόν τι.

[*](p. 179a 14)

Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν.

Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθολικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρ’ ἁ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὖ καταπύθεται ὄμβρῳ’’· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει. ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντικείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον, ἀλλ’ ὃ δηλοῖ τὸ ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ ναί, [*](1 ὁ AI: om. a περιπατῶν K: περιπατεῖ aAI σωκράτους AK: σωκράτης al 3 ἴσως om. Α ἡ Α: καὶ al 4 post παρεισάγεται expunxit εἴ 1 λέγοντας aA: λέγοντος Ι 5 μουσικῶν Α στὸν om. Α 7 τοὺς aA: τὰ I 10 αὐτὸν Α: αὐτὰς I: οὕτω a 11 χρῆσθαι ἐπὶ τῆς ἀτόμου Α καὶ superscr. I1 12 τὸν (post εἶναι) Α τοῦ Α: τὸ al 13 ante καλλίας add. ὁ Α 14 ὁ Al: om. a 15 μὴ ex Arist. addidi 17 οὐσίαν a post ἀλλὰ add. καὶ a 18 δὲ aA: γὰρ I ὂν superscr. I 18. 19 τρίτον εἶναι aA: inv. ord. I 20 ποιεῖν Α 22 αἰεὶ om. A 23 συνθεὶς A et, ut videtur, I: συνθέσει a post διελὼν add. οὐκ aI: om. Α 26 τὴν προσῳδίαν τὴν Α 27 τὸ οὐ κτλ.] cf. c. 4 p. 5 καταπύθεται] ὒ corr., ut videtur, I 28 λύσεις I: λέγει a 29 τῆ ὁμωνυμίᾳ a: τῆ etiam I pr.)

158
εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον', ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν῾ εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων’ διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον’, εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμπερινόμενος λέγει ἄρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει. διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε<ν ἢ εὗρεν>· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’.

[*](p. 179a 26)

πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν καὶ ἡ αὐτὴ λύσις πρὸς ἅπαντας.

Μεταβαίνει καὶ ἐπὶ τοὺς παρὰ τὸ συμβεβηκὸς γινομένους παραλογισμούς. καὶ πῶς δεῖ καὶ τούτους λύειν διδάσκει, καὶ φησὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν μίαν εἶναι καὶ τὴν αὐτὴν λύσιν. ἐντεῦθεν ἐπιστομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσώζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν, ἐπεὶ γάρ, φησίν, ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰσί τινα ἃ τῷ συμβεβηκότι ὑπάρχοντα ἀληθεύονται καὶ ἐπὶ τοῦ ὑποκειμένου τῷ συμβεβηκότι, φημὶ δὴ τῷ πράγματι· τινὰ δὲ τῷ μὲν συμβεβηκότι ὑπάρχει, τῷ δὲ πράγματι οὐχ ὑπάρχει. τὸ γὰρ δισύλλαβον λέγεται μὲν καὶ κατὰ τοῦ λευκοῦ, ἀληθεύεται δὲ καὶ κατὰ τοῦ ἵππου τοῦ τινός, ᾧ συμβέβηκε τὸ λευκόν· ὥστε ἐπὶ τούτου ἀληθὲς δοῦναι τάσδε τὰς προτάσεις· ἆρά γε ὅδε ἵππος; ναί· ἆρά γε λευκός; ναί· ὅδε ἄρα λευκός· τί δέ, τὸ λευκὸν δισύλλαβον; ναί· ὁ ἵππος ἄρα δισύλλαβος. ἐπὶ μὲν τούτου ἀληθῶς τὸ κατὰ τοῦ συμβεβηκότος, οἷον τὸ δισύλλαβον τὸ κατὰ τοῦ λευκοῦ λεγόμενον, καὶ κατὰ τοῦ ἵππου | ῥηθήσεται. ἐπὶ δὲ τοῦ Σωκράτους οὐκ ἀληθῶς· οὐ γάρ, εἰ ὁ Σωκράτης f. 51r λευκός, τοῦτο δὲ δισύλλαβον, καὶ ὁ Σωκράτης δισύλλαβον. ἐπειδὴ οὖν [*](1 post ῥητέον add. δὲ a 5 διδάσκεις a 6 προειρήκειμεν AI: προειρήκαμεν a post σοφιστὴς add. μὴ a 7 ἔχοι Α δὲ aA: om. I τοῦτον aA: τοῦτο I 8 et 9 ἔχοι (post μὴ) Α 9 ἐν τοῖς προλαβοῦσιν] p. 152,17 sq. 11. 12 ἢ — μεμάθηκε aA: om. Ι 12 ἢ εὗρεν addidi 15 ἡ αὐτὴ a Arist.: αὐτὴ I 19 καὶ τὴν αὐτὴν εἶναι a 23 δὲ Α: om. al 23. 24 ἃ—ὑπάρχοντα ἀληθεύονται AI: τῶν—ὑπαρχόντων ἀληθεύοντα a 24 δὴ AI: δὲ a 25 τὸ μὲν a 28 post ὅδε add. ὁ a 30 δισύλλαβον Α ἀληθῶς AI: ἀληθὲς a)

161
ταῦθ’ οὕτως ἔχει, οὐδὲν δὲ διώρισται πότε δεῖ λέγειν ὅτι τὰ ὑπάρχοντα δὲ οὔ, ῥητέον πρὸς ἅπαντας ὅτι οὐκ ἀνάγκη τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ πράγματι ὑπάρχειν, ἀλλ’ ἐπὶ τινῶν μὲν ἐνδέχεται, ἐπὶ τινῶν δὲ οὔ. καὶ ἔτι δεῖ προφέρειν καὶ τὸ οἷον, ἤτοι τὸ ὁποῖον, ὥσπερ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος γέγραπται. ἔχει δὲ οὕτως τὰ ἐκεῖσε· “ὁ νόμος ἡμῖν τί ἐστιν; ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;”. τὰ δὲ ἐπαγόμενα σοφίσματα τοιαῦτά εἰσιν. ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; οὔ· ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν; ναί· τοῦτο δέ σε μέλλω ἐρωτᾶν· οἶδας ἄρα ὃ μέλλω σε ἐρωτᾶν. ἡ λύσις ὅτι οὐ ταὐτόν ἐστι τὸ τὴν ἀρετὴν ἀγαθὸν εἶναι καὶ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν, ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν. πάλιν ἆρ’ οἶδας τὸν προσιόντα καὶ κεκαλυμμένον; οὔ· (εἶτα ἀφελόντες τὸ περικάλυμμα) τί δέ, οἶδας τοῦτον; ναί· τὸν αὐτὸν ἄρα οἶδας καὶ οὐκ οἶδας. πάλιν ἆρά γε ὁ ἀνδριὰς ἔργον ἐστί; ναί· ἆρά γε σός ἐστι; ναί· σὸν ἄρα ἔργον ἐστὶν ὁ ἀνδριάς· ἀλλὰ μὴν καὶ οὐκ ἔστι; τοῦ Φειδίου γάρ ἐστι. πάλιν ἀρά γε ὁ κύων πατήρ ἐστι; ναί· ἆρά γε σός ἐστι; ναί· σὸς ἄρα ὁ κύων πατήρ. πάλιν ἆρά γε τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; ναί· ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκάκις μύρια ὀλιγάκις ἐστὶν ὀλίγα· τὰ ἑκατὸν ἄρα ὀλίγα· ἀλλὰ μὴν καὶ πολλά. φανερὸν οὖν ὡς πάντες οὗτοι οἱ παραλογισμοὶ παρὰ τὸ συμβεβηκὸς λύονται· μόνοις γάρ, φησί, τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις ταὐτὰ ὑπάρχει. οἷον κατὰ τὴν οὐσίαν ἀδιάφοροι ὁ ἵππος καὶ ὁ βοῦς· τούτοις γοῦν ταὐτὰ ἐπίσης ὑπάρξει. λύουσι μὲν οὖν τινες ταῦτα τὰ σοφίσματα καὶ ἑτέρως. ἀνατρέπει δὲ τὴν λύσιν ταύτην ὁ Ἀριστοτέλης διὰ τὸ μή, ὡς ἄνωθεν εἰρήκειμεν, πάντων τῶν παρὰ ταὐτὸ γινομένων παραλογισμῶν εἶναι ταύτην λυτικήν.