In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 177b 22)

Ἄρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιή- σαις ἀν’;

Καὶ τοῦτο παράδειγμά ἐστι τοῦ παρὰ σύνθεσιν παραλογισμοῦ. ἠρωτᾶτο δὲ οὕτως παρὰ τῶν σοφιστῶν· ἆρα ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; ναί· οὐ κιθαρίζων δὲ ἔχεις δύναμιν τοῦ κιθαρίζειν; ναί· κιθαρίσαις ἄν ἄρα οὐ κιθαρίζων. θεὶς δὲ αὐτὸς τὸ σόφισμα καὶ τὴν ἀληθῆ προσθεὶς τοὐ σοφίσματος λύσιν, ὅτι οὐ δύναμιν ἔχει τοῦ ἅμα μὴ κιθαρίζειν καὶ κιθαρίζειν, ἀλλ’ ὅτι τοῦ μετὰ ταῦτα κιθαρίσαι, καὶ ὅτι παρὰ τὴν σύνθεσίν ἐστιν ἡ παραγωγὴ καὶ τὸ σόφισμα, ἐπιμέμφεται τοὺς οὐχ οὕτω λύοντας μηδὲ λέγοντας ὅτι παρὰ τὴν σύνθεσιν ὁ παραλογισμός, ἀλλ’ ἐπ’ ἄλλα φερομένους καὶ λέγοντας <ὡς> μὴ δύναται ποιεῖν, πάντως, τουτέστι καὶ ἐξ ἀνάγκης δύναται. εἰ γὰρ ταὐτὸν ἦν, φασί, τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τότε ἔδει λέγειν ‘μὴ κιθαρίζων κιθαρίσαις [*](4 σπουδαῖον om. Arist. cf. vs. 7 10 post δύναται add. δὲ a 18 ἐστιν om. Α 19 ναί AI: om. a Arist. 21 νῦν AI: om. a 26 —28 ἆρακιθαρίζων om. Α 32 τὴν AI: om. a 33 ἄλλα Α: ἄλλου al ὡς addidi 35 κιθαρίζαις (sic) a)

148
ἄν, ἐπειδὴ δύνασαι κιθαρίζειν, τὸ δὲ δυνατὸν ἀναγκαῖον, πᾶν δὲ ἀναγκαῖον ὄν’· πάν γὰρ ἀναγκαῖον ὄν, ὥσπερ καὶ πᾶν ἀδύνατον μὴ ὄν. εἰ οὖν ταὐτὸν ἦν, φασί, | τὸ δυνατὸν τῷ ἀναγκαίῳ, τὸ δὲ ἀναγκαῖον ὄν, ἐπειδὴ δέδωκε [*](f. 47r) κιθαρίζειν δύνασθαι, δέδωκε καὶ ὅτι κιθαρίζει μὴ κιθαρίζων. ἐπειδὴ δὲ οὐκ ἔστι ταὐτόν, οὐδὲ τὸ κιθαρίζειν δέδωκεν· οὐ γάρ, φασί, δέδωκε καὶ ἐξ ἀνάγκης ποιεῖν, ἤιοι κιθαρίζειν, εἰπὼν ὅτι δύναται ποιεῖν καὶ κιθαρίζειν· οὐ γὰρ ταὐτόν ἐστι τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ ταὐτὸ δ’ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. ἀλλὰ φανερόν, φησίν, ὅτι οὐ καλῶς λύουσιν· εἰ γὰρ ὁ παραλογισμὸς ἦν ἐκ τοῦ τὸ δυνατὸν λαβεῖν ὡς ταὐτὸν ὂν τῷ ἀναγκαίῳ, ἔδει τῶν παρὰ ταὐτὸν λόγων τὴν αὐτὴν εἶναι λύσιν, τουτέστιν πάντων τῶν ὁμοίων τῷ λόγῳ τούτῳ λόγων, ἤτοι τῶν παρὰ τὴν σύνθεσιν, ὡς ἡμεῖς λέγομεν, ἀπατώντων ἀλλὰ μὴ παρὰ τὸ δυνατὸν καὶ ἀναγκαῖον, ὡς ἐκεῖνοι λέγουσιν, ἔδει οὖν πάντων τούτων τὴν αὐτὴν εἶναι λύσιν. οὔτε δὲ ἐπ’ ἐκείνων ἁρμόσοι ἄν ἡ λύσις αὕτη οὔτε ἐπὶ τούτου, εἰ οὕτω πὼς ἐρωτηθείη· ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις. ἐνταῦθα αἱ μὲν Ἀριστοτέλους λύσεις ἁρμόσουσιν, ἡ δὲ ἐκείνων οὐδαμῶς. οὐδὲν δὲ κωλύει τῆς λέξεως πάλιν μνησθέντας λέγειν. οὐ γὰρ πάντως, φασὶ μὴ καλῶς λύοντες, ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοὐ δυνατοῦ δέδωκε τῷ δύνασθαι κιθαρίζειν ἤδη καὶ τὸ μὴ κιθαρίζειν, δύνασθαι δὲ κιθαρίζειν· ἀλλὰ τὸ μὲν ‘ὡς δύναται κιθαρίζειν, κιθαρίσει’ δηλοῖ ὅτι δύναμιν ἔχει μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσαι· τὸ δὲ ‘πάντως δύναται κιθαρίζειν’ δηλοῖ καὶ τὸ ὅτε οὐ κιθαρίζει, ὅτι ἤδη κιθαρίζει, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει, ὅτε οὐ κιθαρίζει, τότε κιθαρίζειν ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα. λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν· εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον ‘ἆρ’ ὡς συγχωρεῖς καὶ τίθεσαι, καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν; ναί· οὐ κιθαρίζων ἄρα κιθαρίζεις’, εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, ἡ δὲ τῶν ἄλλων λόγων οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα, δῆλον· οὐκ ἔδει γὰρ συμπεράνασθαι ὅτι οὐ κιθαρίζων ἄρα κιθαρίζεις, ἀλλ’ ὅτι οὐ κιθαρίζων ἄρα συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν· τοῦτο δὲ οὐκ ἀδύνατον.

[*](8 ταὐτὸν (DT) a 9 φησιν I: ἐστι a 10 τοῦ I: τούτου a ἀν(??) I 12 ἤγουν a 16 συγχωρεῖ (post ὡς) I 20 μνησθέντας I: μνησθέντα a 22 τῷ scripsi: τὸ al 23 κιθαρίζειν tertium a: κιθαρίσειν I 24 ἔχει v: ἔχω al 25 ὅτι ante ὅτε trausposuerim 29 ἆρ’ v cf. vs. 16: ἀλλ’ al 31 οὖν I: om. a)
149
[*](p. 177b 36)

Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν.

Ὅπερ καὶ κατ’ ἀρχὰς εἶπε, τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι παρὰ τὴν προσῳδίαν οὐ πάνυ ῥᾳδίως παραλογισμοὶ γίνοιντ’ ἄν οὕτε ἐν τοῖς γεγραμμένοις μένοις λόγοις οὔτε ἐν τοῖς λεγομένοις. πλὴν ἐκεῖ ἔλεγεν ὡς “μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον”, ἐν δὲ τοῖς ἐγγράφοις * * * * οὐδαμῶς, πλὴν εἰ καὶ δοίημέν τινας γίνεσθαι, ὀλίγοι τινὲς εὑρεθήσονται. οἷός ἐστιν ὁ λέγων· ἆρ’ ἔστι τὸ οὗ καταλύεις οἰκία; ναί· οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις; ναί· ἡ οἰκία ἄρα αποφασις. παρὰ τὴν προσῳδίαν τὸ σόφισμα, ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ οὗ καταλύεις περισπωμένως δοθέντος, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως ληφθέντος.

[*](p. 178a 4)

Δῆλον δὲ καὶ ἐν τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταύτα.

Ένταῦθα καὶ περὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένων ἐλέγχων φησί. δῆλον οὖν, φησί, πῶς ἀπαντητέον πρὸς τούτους, εἴπερ ὥρισται ἡμῖν ὅτι δέκα τὰ ἀνωτάτω γένη. ὁ μὲν οὖν ἀποκρινόμενος ἐρωτηθεὶς εἰ ὁ Σωκράτης, ὅς ἐστιν οὐσία, πρὸς τί ἐστιν, ἀνανεύει (τοῦτο γὰρ δηλοῖ τὸ μὴ ὑπάρχειν τι τούτων, τουτέστι τῶν ἐννέα γενῶν, ὅσα τί ἐστι καὶ οὐσίαν σημαίνει)· ὁ δὲ ἐρωτῶν δείκνυσι τὴν οὐσίαν ἢ ποσὸν ἢ πρός τι ἢ ἄλλο τι νομιζόμενον οὐσίᾳ εἶναι. οἷον ἐρωτᾷ εἰ ὁ Σωκράτης πατήρ· ὁ δὲ ἐρωτώμενος ὁμολογεῖ τοῦτο οὐχὶ πρός τι καὶ συμβεβηκὸς τὸν Σωκράτην νομίζων ἀλλ’ ὡς υἱὸν ἔχον|τα· ὁ δὲ συνάγει εὐθὺς τῷ τὸν Σωκράτην [*](f. 47) πατέρα εἶναι, τοῦτον δὲ πρός τι, τὸ δὲ <πρός τι> συμβεβηκὸς καὶ αὐτὸν εἶναι συμβεβηκός. ἔστι δὲ ἡ παραγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ὁ Σωκράτης πατήρ; ναί· ἆρά γε ὁ πατὴρ τῶν πρός τι; ναί· ὁ Σωκράτης ἄρ τῶν πρός τι· ὁ Σωκράτης ἄρα συμβεβηκός. ἃ δὲ ἐφεξῆς τίθησι παραδείγματα οὐκ εἰσὶ τοῦ συνάγοντος ἐλέγχου καὶ δεικνύντος οὐσίαν συμβεβηκὸς ἢ τὸ ἀνάπαλιν, ἀλλὰ τοῦ τὸ πάθος ὑπὸ τὸ ποιεῖν ἀνάγοντος. ἠρώτων γὰρ οἱ σοφισταὶ εἰ τὸ αὐτό ἐστι ποιεῖν τε καὶ πεποιηκέναι· τοῦ δὲ ἀποκρινομένου ἀρνουμένου (οὐδὲ γάρ ἐστιν ἀληθῶς ταὐτὸ τὸ ποιεῖν τῷ πεποιηκέναι· τὸ μὲν γὰρ πεποιηκέναι ἐπὶ τῶν ἤδη γεγονότων λέγεται, τὸ δὲ ἐπὶ τοῦ νῦν ἐνεργοῦντος) προσηρώτων καὶ αὖθις εἰ τὸ αὐτὸ ἐνδέχεται ὁρᾶν καὶ ἑωρακέναι, ὃ καὶ ἀληθὲς καταφαίνεται· ὃ γὰρ εἶδον πρότερον, [*](2 καὶ a: om. I κατ’ ἀρχὰς] c. 4 p. 166b1 sq. 5 ἐγγράφοις Α: ἀγράφοις al 6 supple velut μᾶλλον, ἐνταῦθα δὲ ὡς οὔτε ἐν τοῖς ἀγράφοις οὔτε ἐν τοῖς ἐγγράφοις 7 οἷος I: οἷόν a 10 δὲ I: om. a 16 ὅτι postea add. I1 ἀνώτατα a 20 ἐρωτᾶ AI: ἐρωτῶν a 23 δὲ prius al: εἶναι A τὸν (post τι) Α πρός τι addidi 24 ἔστι—τοιαύτη al: ἠρωτᾶτο δὲ τό σόφισμα οὕτως Α 25 ναί. ἀρά γε al: τί δὲ Α 26 τῶν om. Α 30 ταὐτὸ a: ταὐτὸν Α: compend. I)

150
καὶ νῦν τὸ αὐτὸ ὁρᾶν οὐδὲν ἀπεικός. ἀλλὰ μὴν τῇ προφορᾷ τῆς λέξεως ταὐτὸ δοκοῦσιν εἶναι τὸ ποιεῖν τῷ ὁρᾶν καὶ τὸ πεποιηκέναι τῷ ἑωρακέναι, καὶ ἢ οὐκ ἐνδέχεται τὸ αὐτὸ ὁρᾶν ἰαὶ ἑωρακέναι, ἢ εἰ ἐνδέχεται ταῦτα, ἐνδέχοιτο ἂν καὶ τὰ ἄλλα. καὶ πάλιν ἐρωτῶσιν εἰ τὸ πάσχειν ποιεῖν ἐστιν· ὃ μὴ ὁμολογήσαντος τοῦ ἀποκρινομένου φασὶν ὅτι, ἐπειδὴ ὁμοίως λέγεται τὸ τέμνεσθαι καὶ καίεσθαι καὶ αἰσθάνεσθαι, ἀνάγοιντο ἂν ὑπὸ τὸ πάσχειν· ἀλλὰ καὶ τὸ τέμνειν καὶ λέγειν καὶ τρέχειν ὁμοίως ἐκφερόμενά εἰσι· καὶ λοιπὸν ἀναχθείησαν ὑπὸ τὸ ποιεῖν· ἀλλὰ τὸ ὁρᾶν πάθος ἐστὶ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς εἴ τις μὴ συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχωρεῖν ὁρᾶν καὶ ἑωρακέναι τὸ αὐτό, καὶ ἀπλῶς εἰπεῖν ταῦτα πάντα ὁμολογήσας οὐκ ἐλήλεγκται ὅσον ἐπὶ τούτῳ, εἰ μὴ ἐνεργείᾳ ἐρωτηθείη, τί οἴεται περὶ τοῦ ὁρᾶν, εἰ ὑπὸ τὸ πάσχειν ἀνάγεται. καίτοι ὁ ἀκροατὴς ἀμαθὴς ὢν οἴεται δοῦναι τὸν ἀποκρινόμενον τοῦτο, ὅτε δηλαδὴ ὡμολόγησε ταὐτὸ εἶναι τὸ λέγειν, τρέχειν, ὁρᾶν καὶ τέμνειν, ὡμολόγησε δὲ καὶ ὅτι τὸ τέμνειν ποιεῖν ἐστι. πλὴν ἐρεῖ ὁ ἀποκρινόμενος κατὰ τὴν λέξιν ταὐτὰ ὁμολογῆσαι ταῦτα. οὐκ ἐλήλεγκται οὖν, φησίν, ὁ οὕτως ἀποκρινόμενος. εἰ δ’ οἴεται τὸ ὁρᾶν ποιεῖν εἶναι, ἐλήλεγκται· ἔτι γὰρ προσδεῖται ὁ ἀποκρινόμενος ἐρωτηθῆναι εἰ τὸ ὁρᾶν ὑπολαμβάνει ποιεῖν, εἰ καὶ παρ’ ἁ τῶν ἀκουόντων ὑπολαμβάνεται συγχωρῆσαι τοῦτο, ὅτε ἠρωτᾶτο εἰ τὸ τέμνειν ποιεῖν ἔδωκε καὶ τὸ τετμηκέναι πεπο¦ιηκέναι καί τινα ὅμοια· ὁ γὰρ ἀκούων αὐτίκα προστίθησι ταὐτὸν εἶναι τὸ ὁρᾶν τῷ ποιεῖν. τὸ δὲ οὐκ ἔστιν ὁμοίως λεγόμενον τῷ ποιεῖν· φαίνεται δὲ διὰ τὴν προφοράν. φησὶ δὲ καὶ ὅτι ὃ συμβαίνει ἐν ταῖς ὁμωνυμίαις, τὸ αὐτὸ καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως· ὡς γὰρ ἐπ’ ἐκείνων οὐχ ὃ κατέφησεν ὁ ἀποκρινόμενος πρᾶγμα, ἀποφάσκει ὁ σοφιστής, ἀλλὰ ὄνομα μὲν ταὐτόν, πρᾶγμα δὲ οὔ, οὕτω καὶ ἐνταῦθα ὁ σοφιστὴς τὸ ὁρᾶν καὶ τὸ τέμνειν καὶ τὸ τρέχειν ὡς ὅμοια τῇ προφορᾷ λαμβάνων ἀπατᾷ λέγων καὶ τὸ ὁρᾶν ποιεῖν, ὅπερ οὐκ ἔστιν ἔλεγχος ἀληθής. ἀλλὰ δεῖ τὸν ἐλέγξαι ἀληθῶς μέλλοντα ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τούτων ποιῆσαι καὶ ἐρωτῆσαι εἰ τὸ ὁρᾶν ποιεῖν ἐστιν. ἀναληπτέον δὲ αὖθις τὸ ‘ἆρα ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;’. τὸ σόφισμα τοιοῦτον· ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; οὔ· ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι· ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι. παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμ- [*](2 ταὐτὸν Α 3 ταῦτα AI: ταὐτὸ a 6 καὶ prius a: om. I 7 ante λέγειν sive ante τρέχειν adde ὁρᾶν καὶ 8 fort, ἀναχθείησαν <ἂν> cf. vs. 6 10 I: συγχωρήσει Α: συγχωροίη a τὸ <αὐτὸ> ex Arist. v 13 ἀνάγοιτο 14 τὸ a 16 ταὐτὰ a: ταὐτὸν I 17 οὗτος a 18 εἶναι aA: ἐστιν I 19 ὑπολαμβάνει a: ὑπολαμβάνοι AI post εἰ alt. add. δὲ a 24 φησὶν ὅτι ὅπερ καὶ ἐν ταῖς ὁμωνυμίαις συμβαίνει Α 27 οὐ AI: οὐχί a 29. 30 ἀληθῶς μέλλοντα AI: inv. ord. a 30 καὶ prius om. Α 34 ante ὁρᾶν add. καὶ Α post ὁρᾶν expunxit τὲ I καὶ (post ὥστε) aA: om. I)
151
βαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τὸ τοιόνδε σόφισμα· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι· τὸ γὰρ τόδε | τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς [*](f. 48r) ἐν Κατηγορίαις εἴρηται· ‘‘δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν”· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τὸ τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τὸ σχῆμα τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν” ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως σεως δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίσταντο οἱ σοφισταὶ λέγοντες ‘οὐ λέγομεν ὁρᾷ, ὁρᾶται, ὅρασις καὶ ἀκούει, ἀκούεται, ἄκουσις; ἀλλὰ μὴν ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι’. παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ ποιεῖν.

[*](p. 178a 29)

Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει.

Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει, ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὴν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σοφίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ πέντε ἡ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο [*](3 καὶ superscr. A1 4 οὐδενὸς v 5 post γὰρ add. τὸ a 6 ἐν Κατηγορίαις] c. 5 p. 3b10 post οὐσία add. τὸ a 8 <κατὰ> τὸ σχ. v 10 ἡ Α: ἡ ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 202a7 11 δὲ Al: om. a 12 καὶ cm. Α 13 ante ἄκουσις alt. add. ἡ a, superscr. I1: om. Α 14 ἄρα a: om. Al 17 συλλογισμοὶ a 18 ἔχοι I 19 μὴ ἔχη I 20 ἀπέβαλε] β postea, ut videtur, corr. I 22 ἔνα ἀστράγαλον ἀποβαλόντα a 26 λύουσιν omisso δοκοῦσιν Α 2S. 29 τοῦ σοφίσματος om. Α 32 post ἔχων add. δέκα a)

152
τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἀπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σοφιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;’, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν.

[*](p. 178a 37)

Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον.

Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει. ἡ λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τό ’δε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ | γὰρ ταχέως οὐ [*](f. 48v) τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ο ἔχει.

[*](2 ποιόν corr. Ι1, ποσόν I pr. fort. ὥσπερ καὶ ἡ τριὰς ποιὸν 3 ἐρωτήσας a: ἐρώτησις 1 8 ἤδη a 10 et 11 μὴ ἔχει Α 11 δέκα, δέκα ἔχων πρ. Α 12 post ἔδωκε add. δέκα ἀποβαλεῖν ἀστραγάλους Α 14 τύχη a 18 ἕνα μόνον I Arist., inv. ord. a (T) 19 fort. <ἄρ᾿> ἄν: <ἄρα> ἄν v 20 οὐκ ἔδωκεν Α ἔχων γὰρ ἀστραγάλους δέκα εἶχε Α 21 post γὰρ add. καὶ Α 22 ἔχων γὰρ I: inv. ord. Α: ἔχων a 24 post ἀλλ’ ὡς add. ἔχει πρός τι· ἤγουν ἀλλὰ τὸ μόνον δηλοῖ, ὡς Α αὐτό Av: αὐτόν Ι: ἑαυτόν a 25 καὶ οὐ Α μετά AI: κατά a ἄλλου τινός Α 28 τι aA Arist.: om. I (A) 31. 32 ὃ ἔχει, ἡ ὃ οὐκ ἔχει I)
153
[*](p. 178b 8)

Ὁμοῖοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρί.

Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ἆρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρ’ ἁ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα. ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ‘ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν’· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρῶτῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὁδὲ δὲ [*](1 τοιοῦτοι a 2 post ἔχει add. τίς A 3 ἔχοι I 4 τινὲς Α: τινας al οὓς (post σοφ.) A 6 ψηφίσματα πλείω I: inv. ord. a 7 οὔ I: om. a 8 μόνην a τύπτοι utrobique a 12 ἕνα μόνον I: inv. ord. a οὐ a: οὖν I 13 δὲ ἕτερον Α 14 οὔ ex Α addidi 16 an δή? cf. p. 156,3 18 λέγοντες I: om. a καὶ (post ὅτι) I: om. a 19 γοῦν τῆ μιᾷ τύπτει χειρὶ A post ἑνὶ add. ὀφθαλμῷ a: post ὁρᾷ A 20 ἤγουν τὸ τύπτειν καὶ τὸ ὁρᾶν A ἔχει A: ἔχειν al 21 χρᾶται τίς ἐνεργῶν Α 22 post ἔχων add. ἤγουν πλείους ψήφους ἔχων A 23 πλείους Α: πλείω al 26 τὸ ἐδίδου γὰρ μόνην Α 27 μίαν post μόνην superscr. Α 29 τὸ scripsi: ὃ I: ὁ a)

154
μὴ ἔχων μίαν χεῖρα ἀλλὰ δύο ἔτυψε τῇ μιᾷ· ἔτυψε λοιπὸν ᾗ οὐκ ἔχει χειρί· οὐδὲ γὰρ εἶχεν ἐκείνην μόνην. οἱ μὲν οὖν εὐθὺς ἐνίστανται πρὸς τὸ συμπέρασμα μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν. ἄλλοι δὲ ἐνίστανται πρὸς τὴν πρότασιν καὶ ἀληθῆ ταύτην εἶναί φασιν. ἔστω γοῦν, φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, ὃ βούλονται οἱ σοφισταὶ συνάγειν ὡς ἄτοπον καὶ ἀδύνατον. εἰ γοῦν ἀληθές, οὐδὲ λύσιμον ἔσται· ἀλλὰ μὴν λύσει ὑποπίπτει· ἐροῦμεν γὰρ πρὸς τὸν σοφιστὴν ὅτι ὁ ἀποκρινόμενος δέδωκε τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, οὐχὶ τῆς μὴ οὔσης ὅλως ἀλλὰ τῆς λαιᾶς· τύπτειν γὰρ ἔφησε μετὰ τῆς δεξιᾶς, ἣν οὐκ ἔχει λαιάν, ἢ τῆς τοῦ Σωκράτους χειρός. τὸ δὲ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ἴσον ἐστὶ τῷ ἱεῖ γὰρ αἱ ἀληθεῖς καὶ τοῦ πράγματος αὗται ἦσαν λύσεις, εἴ τις δοίη τὸ ἀντικείμενον, οὐκ ἂν λυθεῖεν τὰ σοφίσματα’· τὰ γὰρ ἀντικείμενα τοῖς κειμένοις ἀληθῆ ἔσται, ὥστε καὶ τὰ διὰ τῶν κειμένων συναγόμενα. πῶς δὲ ἡ αὐτὴ λύσις ἔσται τῶν ἀντικειμένων; εἰ γὰρ τις ‘ἆρα ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν;’, ὁ δὲ ἀποκρινόμενος εἴποι ναί, εἶτα ἐπάξει ὁ ἐρωτῶν ‘ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης οὐκ ἔχει τὴν τοῦ Σωκράτους χεῖρα καὶ τύπτει· ὁ Ἀλκιβιάδης ἄρα τύπτει τῇ τοῦ Σωκράτους χειρὶ ἣν οὐκ ἔχει’, τοῦτο πῶς ἂν λυθείη διὰ τῆς παρ’ ἐκείνων λύσεως; εἰ οὖν αὕτη, φησίν, ἡ λύσις τοῦ πράγματος ἦν καὶ οὐ πρὸς τὸν ἄνθρωπον, δόντα τὸ ἀντικείμενον | οὐχ οἷόν τε ἦν λύειν· τὸ γὰρ ἀντικείμενον [*](f.49r) τῷ δοθέντι, εἰ παρὰ τοῦτο ἦν τὸ ψεῦδος, ἀληθὲς ἐξ ἀνάγκης ἔσται· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν· ἀλλὰ μὴν καὶ τοῦ ἀντικειμένου δοθέντος λύσις γίνεται· οὐκ ἄρα παρὰ τοῦτο τὸ ψεῦδος ἢ μᾶλλον ὁ ἔλεγχος γίνεται. ὅτι δὲ καὶ τοῦ ἀντικειμένου δοθέντος τοῦ δύνασθαι τύπτειν ᾗ μὴ ἔχει χειρί, λύσις γίνεται, φανερόν· φήσαντες γὰρ ὅτι παρὰ τὸ μὴ τὰ αὐτὰ ὡσαύτως λέγεσθαι λύσομεν· δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ τοῦ ‘ᾗ μὴ ἔχει’ συνάγεις. ἀλλὰ κἀν εἴποιμεν ὅτι τῆ δεξιᾷ τύπτει, ἣν οὐκ ἔχει λαιάν, καὶ οὕτω λύσομεν· ἡ γὰρ δεξιὰ χεὶρ οὐκ ἔστι λαιά. ὥστε ὁ δοὺς τύπτειν ᾗ μὴ ἔχει χειρὶ οὐ τῇ ἀλλοτρίᾳ τύπτειν, ἣν ὅλως οὐκ ἔχει, δέδωκεν, ἀλλὰ ἐκείνῃ τύπτειν ἔφησεν ἣν ὡδὶ μὲν ἔχει, ὡδὶ δὲ οὐκ ἔχει· ὅλως μὲν γὰρ ἔχει· τὸ γὰρ μέρος αὑτοῦ ἔχει· ὡδὶ δὲ οὐκ ἔχει· λαιὰν γὰρ τὴν δεξιὰν οὐκ ἔχει. λύσομεν οὖν οὕτω τὸ σόφισμα. λυθήσεται γὰρ καὶ ἄλλως· τύπτοι γὰρ ἄν τίς τινα καὶ τῆ μὴ ἑαυτοῦ χειρί, ὥσπερ εἴ τις τὴν τοῦ πατρὸς χεῖρα κρατῶν τύπτει τὸν πατέρα αὑτοῦ μετ’ αὐτῆς τῆς πατρικῆς χειρός. πλείους οὖν αἱ κακίαι τοῦ λόγου. πλὴν οὐχὶ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ἀλλ’ ἡ παρ’ ἣν [*](2 et 4 ἐνίστανται AI: ἐνίσταντο a 4 οὖν Α 7 ἔστω a 11 δόντα a: compend. I: ἦν alt. I: om. a Arist. 12 τῷ om. Α 20 ἡ λύσις φησὶ Α 21 δόντος a 27 δόντος Α: δόντες al 28 ᾖ alt. delevi 29 εἴποιμεν A: εἴποιμι al 32 ἔχει prius scripsi: ἔχειν aAI μὲ (sic) I ἔχειν (ante ὡδὶ), ut videtur, I pr. 33 αὐτοῦ libri 35 καὶ alt. Α: οὐ al 36 αὐτοῦ libri 37 ἡ A cf. p. 162,23: om. al 38 ἡ παρ’ ἣν] spatium sex fere litt. Α)
155
τὸ ψεδδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης γράφει· τοῦτο δὲ ψεῦδος. ἐνταῦθα οὐ διὰ τὸ τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος, κἄν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. τὰ δὲ εἰρημένα σοφίσματα παρὰ μόνα τὰ ἐσχάτως ῥηθέντα ἔχει τὴν μοχθηρίαν· τὰ δὲ ἐσχάτως ῥηθέντα ἦσαν τὸ ‘ὅδε δὲ οὐκ ἔχει μίαν μόνην χεῖρα, τύπτει δὲ τῇ μιᾷ’ καὶ τὸ ‘ὅδε μὲν οὐκ ἔχει ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα μόνον’ καὶ τὸ ‘ὅδε μὲν ἔχων δέκα ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκ ἔχει δέκα’ καὶ τὰ λοιπά. ὁ οὖν ταῦτα ἐμφανίσας λύει, ἀλλ’ οὐχὶ ὁ λέγων ὅτι τὸ δύνασθαι πολλαχῶς καὶ ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν καὶ τὰ τούτοις ὅμοια.

[*](p. 178b 18)

Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν.

Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει’ (ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει’ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει’ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ἔχει ἃ οὐκ ἔλαβεν. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ <οὐκ> ἔλαβε’ ‘ὡς οὐκ ἔλαβε’· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει’ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει’, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει’, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει’. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’, τοῦ δὲ ὡς ἔλαβε τὸ ‘ὠς οὐκ [*](1 τὸ I: om. a A 3 τύχη I: τύχοι Α: τύχει a τὸν a: om. ΑI 6 AI: εἰρημένα a 8 immo ὅδε δὲ 10 ὅτι alt. ex Arist. sciipsi: ἔτι aAl 12 εἰ γὰρ ἦν] spatium octo fere litt. Α γὰρ a Arist.: δ’ I δόντα a Arist.: δόντος I: spatium sex fere litt. Α 15 ἦν ex οὖν, ut vidotur. corr. Α1 16 δόντα Α: δόντος al 18 αὐτῆς a: αὐτὴν A: compend. I 20. 21 —24 δυναμένης—ἐστι Α: om. al 29 οὐκ addidi 32.33 ἀλλὰ—ἔχει om. Α 33 ἐπεὶ Α: ἐπὶ al)

156
ἔλαβε᾿, λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει’ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε’, ἀπόφασιν του ‘ὡς ἔλαβε’, τὸ ‘ὃ ἔλαβε’ καὶ τὸ ‘ὡς ἔλαβεν’ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν· εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν ἔχει’ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε’ γέγονεν ὁ παραλογισμός, δῆλον ἡ λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύ|τως [*](f. 49v) λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ‘εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε καὶ οὐχ ὅπερ ἐγώ ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦτο γέγονεν ὁ παραλογισμός, δόντος τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ <ὃ> ἔλαβεν’ τῷ ‘ὡς ἔλαβεν’ ἀντίκειται τῷ μὴ εἶναι), δόντος οὖν τὸ ἀντικείμενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον· νῦν δὲ δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς ἔλαβε’ μᾶλλον τὸ ἐστι ψεῦδος’. ἀλλὰ ῥητέον ἔτι περὶ τοῦ αὐτοῦ διὰ τὸ ἀσαφῶς εἰ παρὰ ταῦτα ἦν τὸ σόφισμα, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ παρὰ ταῦτα ἦν, ψευδῆ ἂν ἦσαν· δι’ ἃ γὰρ τὸ ψεῦδος, ἐκεῖνα ψευδῆ· ὥστε τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ εἶναι ἀναγκαῖον· τὰ γὰρ ἀντικείμενα τοῖς ψευδέσι πάντως ἀληθῆ· ἀλλὰ μὴν τὸ ἐξ ἀληθῶν ἀληθὲς καὶ ἄλυτον· νῦν δὲ τὸ ἐκ τῶν ἀντικειμένων ψεῦδος καὶ λύσιμον· οὐκ ἄρα παρὰ ταῦτα τὸ ψεῦδος, οὐδὲ ταῦτά ἐστιν αἴτια τοῦ σοφίσματος. οὐχ οἷόν τε ἦν, φησί, λύειν, εἰ παρὰ ταῦτα ἦν τὸ ψεῦδος, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τίνα τὰ ἄλλα, ἐπήγαγε λέγων οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ οὔ. δι’ ἀμφοτέρων δὲ τὸ αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρεθέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτως καὶ ἐπὶ τῶν προκειμένων, εἰ παρὰ τὰ τεθέντα <τὰ> σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τεθέντων τῶν ἀντικειμένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαίνοντα καὶ ἄλυτα· νῦν δὲ καὶ ψευδῆ καὶ εὔλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δ’ ὃ οὔ ἴσον τῷ ‘οἶον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς, ὅπερ ‘ὃ’ εἶπεν, ἄλυτον ἂν ἦν’. ταῦτα εἰπὼν ἐπάγει ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λεγομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι, εἰ μὲν ἀπλῶς δῷ [*](3 immo δὴ cf. p. 153,16 5 αὐτοῦ AI: αὕτη a ἡ ὄντα ὡσαύτως] spatium duodecim fere litt. Α 6 δόντα aA: δόντος I 7 ὑμεῖς Α: ἡμεῖς al 8 post ὅπερ ἐγώ add. φημι Α ὃ addidi, itemque vs. 11 et 13 10 δόντα Α 11 ἀντίκειται Α: ἀντίκεινται al 12 δόντα Α 14 τοῦ om. Α 15 δόντα Α: δόντος al 17 post εἶναι delevit ἀληθῆ Α1 19 καὶ prius om. Α post δὲ add. καὶ Α 20 ταῦτα prius AI: τοῦτο a 21 φησὶ λύειν AI: inv. ord. a 22 τ’ ἄλλα a 24 εἴ I 28 τὰ alt. addidi 29 immo ἦσαν 30 εὔλυτα scripsi: ἄλυτα al; εὐδιάλυτα Α 31 οὗτοι om. Α 32 δὴ AI: δὲ a post μὲν ὅ add. ἐστιν a)
157
λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται, οὐκ ἄν εἴη λύσις. καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον’. τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις πάντων διδομένων ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς εἰρημένοις ἐλέγχοις καὶ σοφίσμασι πάντων συγχωρουμένων αὐτοῖς, τοῦ τύπτειν ᾗ μὴ ἔχει χειρί, τοῦ ὁρᾶν ᾧ μὴ ἔχει ὀφθαλμῷ, οὐ συμπεραίνονται οὐδ’ ἔλεγχον οὗτοι συλλογίζονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν’.

[*](p. 178b 24)

Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων. ἆρ’ ὃ γέγραπται, γέγραφε τις;

Τοιοῦτόν ἐστι τὸ σόφισμα· ἆρα ὅπερ ἐγράφη, τοῦτό τις ἔγραψε; ναί· γέγραπται δὲ ὁ λόγος ὅτι νῦν σὺ κάθησαι, ὅστις ἐστὶ καὶ ψευδὴς διὰ τὸ κινεῖσθαί σε ἢ καὶ ἵστασθαι· ἦν δὲ καὶ ἀληθὴς οὗτος ὁ λόγος, ὅτε ἐγράφη· ὁ αὐτὸς ἄρα λόγος ἐστὶ καὶ ἄλη θὴς καὶ ψευδής. πρὸς τοῦτο γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;’ καὶ ἐμοῦ συγκατανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε)· ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;’, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ | γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνάγονται, [*](f. 50r) ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας· τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ἀρ’ ὃ μανθάνει ὁ μανθάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ἆρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχύ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ἀρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως ἢ ἄλλως πως’ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.

[*](3 τὸ om. Α 4 εἶπον AI: εἷπε a δέ A: om. al 5 δὲ prius al Arist.: om. Α προειρημένοις Α Arist. 10 γέγραφέ (D c u) scripsi cf. vs. 22: γέγραφαί (sic) I: δήγραφέ (sic) a: ἔγραφέ Arist. 13 ὅτε ex Α scripsi: ὅτι al 17 post γὰρ add. τίς a 17. 18 συγκατανεύσαντος Al: συγκατανεύοντος a 18 σου om. A ἐπὶ ποσοῦ Α 19 τοῦ ποσοῦ] spatium decem fere litt. A 21 προὔτεινας Al: προὔτεινε a 22 post ἐπὶ prius add. τοῦ A 24 μεμαθήχαμεν] Categ. c. 6 p. 4b33 ὅτε A 26 post ἐστι add. τὸ a 29 πῶς ex ποσου, ut videtur, corr. I 31 τοῦ prius om. Α)
158
[*](p. 178b 33)

Οὐδ’ ὅταν τὴν κύλικα πίνῃ, ὃ πίνει ἀλλ’ ἐξ οὗ. ἔτι ἀρ’ ὅ τις οἶδεν.

Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ούχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά. ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου.

[*](p. 178b 36)

Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν.

Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ’ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ [*](1 ὃ πίνη a ἔτι scripsi: ἔστιν aI: καὶ v Arist. 8 εἰ γὰρ οἶδεν om. Α 10 γοῦν Α οὐδὲ Α: οὐδὲν al 12 ἤτοι AI: ἤγουν a 13 τὰ scripsi: τὸ aAI τὸ μὲν τὸ, τόδε Κ: τὸ μὲν, τὸ δ’ οὐ aAI 14 ἔτι om. Α 23 καθ’ ἕκαστόν a 26 περιπατεῖ a 28 αὐτὸ δῆτα I: δῆτα αὐτὸ τοῦτο a τοῖς I: τῷ a 30 post ὁμοίως add. δὲ a Arist.: om. AI 33. 34 ὀ—ὕπαρξιν om. Α 5 post τοιόνδε add. τι Α)

159
ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἄν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται’. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀνθρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀποδεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποι εῖ τὸν τρίτον ἄνθρωπον, δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν ἀλλὰ τὸ οὐσίαν καὶ | τόδε τι λέγειν αὐτόν’. τῷ δὲ τόδε τι ἔθος [*](f. 50v) αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὑ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐχτιθέμενον <μὴ> ὅπερ τόδε τι λέγει ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό’. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν οὐσία ἀλλὰ ποιόν τι.

[*](p. 179a 14)

Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν.

Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθολικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρ’ ἁ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὖ καταπύθεται ὄμβρῳ’’· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει. ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντικείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον, ἀλλ’ ὃ δηλοῖ τὸ ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ ναί, [*](1 ὁ AI: om. a περιπατῶν K: περιπατεῖ aAI σωκράτους AK: σωκράτης al 3 ἴσως om. Α ἡ Α: καὶ al 4 post παρεισάγεται expunxit εἴ 1 λέγοντας aA: λέγοντος Ι 5 μουσικῶν Α στὸν om. Α 7 τοὺς aA: τὰ I 10 αὐτὸν Α: αὐτὰς I: οὕτω a 11 χρῆσθαι ἐπὶ τῆς ἀτόμου Α καὶ superscr. I1 12 τὸν (post εἶναι) Α τοῦ Α: τὸ al 13 ante καλλίας add. ὁ Α 14 ὁ Al: om. a 15 μὴ ex Arist. addidi 17 οὐσίαν a post ἀλλὰ add. καὶ a 18 δὲ aA: γὰρ I ὂν superscr. I 18. 19 τρίτον εἶναι aA: inv. ord. I 20 ποιεῖν Α 22 αἰεὶ om. A 23 συνθεὶς A et, ut videtur, I: συνθέσει a post διελὼν add. οὐκ aI: om. Α 26 τὴν προσῳδίαν τὴν Α 27 τὸ οὐ κτλ.] cf. c. 4 p. 5 καταπύθεται] ὒ corr., ut videtur, I 28 λύσεις I: λέγει a 29 τῆ ὁμωνυμίᾳ a: τῆ etiam I pr.)

158
εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον', ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν῾ εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων’ διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον’, εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμπερινόμενος λέγει ἄρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει. διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε<ν ἢ εὗρεν>· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’.

[*](p. 179a 26)

πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν καὶ ἡ αὐτὴ λύσις πρὸς ἅπαντας.

Μεταβαίνει καὶ ἐπὶ τοὺς παρὰ τὸ συμβεβηκὸς γινομένους παραλογισμούς. καὶ πῶς δεῖ καὶ τούτους λύειν διδάσκει, καὶ φησὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν μίαν εἶναι καὶ τὴν αὐτὴν λύσιν. ἐντεῦθεν ἐπιστομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσώζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν, ἐπεὶ γάρ, φησίν, ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰσί τινα ἃ τῷ συμβεβηκότι ὑπάρχοντα ἀληθεύονται καὶ ἐπὶ τοῦ ὑποκειμένου τῷ συμβεβηκότι, φημὶ δὴ τῷ πράγματι· τινὰ δὲ τῷ μὲν συμβεβηκότι ὑπάρχει, τῷ δὲ πράγματι οὐχ ὑπάρχει. τὸ γὰρ δισύλλαβον λέγεται μὲν καὶ κατὰ τοῦ λευκοῦ, ἀληθεύεται δὲ καὶ κατὰ τοῦ ἵππου τοῦ τινός, ᾧ συμβέβηκε τὸ λευκόν· ὥστε ἐπὶ τούτου ἀληθὲς δοῦναι τάσδε τὰς προτάσεις· ἆρά γε ὅδε ἵππος; ναί· ἆρά γε λευκός; ναί· ὅδε ἄρα λευκός· τί δέ, τὸ λευκὸν δισύλλαβον; ναί· ὁ ἵππος ἄρα δισύλλαβος. ἐπὶ μὲν τούτου ἀληθῶς τὸ κατὰ τοῦ συμβεβηκότος, οἷον τὸ δισύλλαβον τὸ κατὰ τοῦ λευκοῦ λεγόμενον, καὶ κατὰ τοῦ ἵππου | ῥηθήσεται. ἐπὶ δὲ τοῦ Σωκράτους οὐκ ἀληθῶς· οὐ γάρ, εἰ ὁ Σωκράτης f. 51r λευκός, τοῦτο δὲ δισύλλαβον, καὶ ὁ Σωκράτης δισύλλαβον. ἐπειδὴ οὖν [*](1 post ῥητέον add. δὲ a 5 διδάσκεις a 6 προειρήκειμεν AI: προειρήκαμεν a post σοφιστὴς add. μὴ a 7 ἔχοι Α δὲ aA: om. I τοῦτον aA: τοῦτο I 8 et 9 ἔχοι (post μὴ) Α 9 ἐν τοῖς προλαβοῦσιν] p. 152,17 sq. 11. 12 ἢ — μεμάθηκε aA: om. Ι 12 ἢ εὗρεν addidi 15 ἡ αὐτὴ a Arist.: αὐτὴ I 19 καὶ τὴν αὐτὴν εἶναι a 23 δὲ Α: om. al 23. 24 ἃ—ὑπάρχοντα ἀληθεύονται AI: τῶν—ὑπαρχόντων ἀληθεύοντα a 24 δὴ AI: δὲ a 25 τὸ μὲν a 28 post ὅδε add. ὁ a 30 δισύλλαβον Α ἀληθῶς AI: ἀληθὲς a)

161
ταῦθ’ οὕτως ἔχει, οὐδὲν δὲ διώρισται πότε δεῖ λέγειν ὅτι τὰ ὑπάρχοντα δὲ οὔ, ῥητέον πρὸς ἅπαντας ὅτι οὐκ ἀνάγκη τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ πράγματι ὑπάρχειν, ἀλλ’ ἐπὶ τινῶν μὲν ἐνδέχεται, ἐπὶ τινῶν δὲ οὔ. καὶ ἔτι δεῖ προφέρειν καὶ τὸ οἷον, ἤτοι τὸ ὁποῖον, ὥσπερ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος γέγραπται. ἔχει δὲ οὕτως τὰ ἐκεῖσε· “ὁ νόμος ἡμῖν τί ἐστιν; ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;”. τὰ δὲ ἐπαγόμενα σοφίσματα τοιαῦτά εἰσιν. ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; οὔ· ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν; ναί· τοῦτο δέ σε μέλλω ἐρωτᾶν· οἶδας ἄρα ὃ μέλλω σε ἐρωτᾶν. ἡ λύσις ὅτι οὐ ταὐτόν ἐστι τὸ τὴν ἀρετὴν ἀγαθὸν εἶναι καὶ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν, ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν. πάλιν ἆρ’ οἶδας τὸν προσιόντα καὶ κεκαλυμμένον; οὔ· (εἶτα ἀφελόντες τὸ περικάλυμμα) τί δέ, οἶδας τοῦτον; ναί· τὸν αὐτὸν ἄρα οἶδας καὶ οὐκ οἶδας. πάλιν ἆρά γε ὁ ἀνδριὰς ἔργον ἐστί; ναί· ἆρά γε σός ἐστι; ναί· σὸν ἄρα ἔργον ἐστὶν ὁ ἀνδριάς· ἀλλὰ μὴν καὶ οὐκ ἔστι; τοῦ Φειδίου γάρ ἐστι. πάλιν ἀρά γε ὁ κύων πατήρ ἐστι; ναί· ἆρά γε σός ἐστι; ναί· σὸς ἄρα ὁ κύων πατήρ. πάλιν ἆρά γε τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; ναί· ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκάκις μύρια ὀλιγάκις ἐστὶν ὀλίγα· τὰ ἑκατὸν ἄρα ὀλίγα· ἀλλὰ μὴν καὶ πολλά. φανερὸν οὖν ὡς πάντες οὗτοι οἱ παραλογισμοὶ παρὰ τὸ συμβεβηκὸς λύονται· μόνοις γάρ, φησί, τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις ταὐτὰ ὑπάρχει. οἷον κατὰ τὴν οὐσίαν ἀδιάφοροι ὁ ἵππος καὶ ὁ βοῦς· τούτοις γοῦν ταὐτὰ ἐπίσης ὑπάρξει. λύουσι μὲν οὖν τινες ταῦτα τὰ σοφίσματα καὶ ἑτέρως. ἀνατρέπει δὲ τὴν λύσιν ταύτην ὁ Ἀριστοτέλης διὰ τὸ μή, ὡς ἄνωθεν εἰρήκειμεν, πάντων τῶν παρὰ ταὐτὸ γινομένων παραλογισμῶν εἶναι ταύτην λυτικήν.

[*](p. 179b 11)

Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν.

Ἔλυόν τινες τὸ παρὰ τὸ συμβεβηκὸς σόφισμα οὕτω λέγοντες, ὡς οὐδὲν ἄτοπον, εἰ τὸν Κορίσκον οἴδαμεν καὶ οὐκ οἴδαμεν· κατ’ ἄλλο γὰρ οἴδαμεν καὶ κατ’ ἄλλο ἀγνοοῦμεν, ἀλλ’ οὐ κατὰ ταὐτό. ταύτην τὴν δοκοῦσαν λύσιν ἀναιρῶν ὁ Σταγειρίτης φησὶ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι δεῖ λύσιν, ὥσπερ δὴ καὶ εἰρήκαμεν. παρὰ τὸ αὐτὸ δὲ λόγοι εἰσὶ πάντες οἱ παρὰ τὴν ἀμφιβολίαν, ὁμοίως δὲ καὶ πάντες οἱ παρὰ τὴν σύνθεσιν· οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν οὐ παρὰ τὸ αὐτὸ τοῖς παρὰ τὴν [*](1 πότε Α: ποτέρως I: πότερον a 2 post τουτέστι add. καὶ a 3 πάντας συμβεβηκότι al: σωκράτει Α 5 ἤγουν a 5. 6 ἐν τῷ Μίνωι] c. 1 p. 313 Α 6 τῶ πλάτωνι A ἐκεῖ Α 7 ἐρωτᾶς AI: ἐρωτῶ a 9 σε a: γε I: om. Α 11 αὐτῶ A 12 πάλιν om. Α 16 καὶ aA: om. I 22 ἀδιάφοροι a: ἀδιάφορα Α: ἀδιάφορον I 23 ὁ aV: om. I 25 ἄνωθεν] p. 148,11 sq. εἰρήκειμεν AI: εἰρήκαμεν a ταὐτὸ Α: ταὐτὰ al 31 ἀναιρῶν ὁ σταγειρίτης aA: inv. ord. I ταὐτὰ I 32 δεῖ postea add. I1 post δεῖ add. τὴν a εἰρήκαμεν aA: εἰρήκειμεν I Comment. in Arist. II 3 [Alexander] in Sophisticos elonchos. 11)

162
σύνθεσιν ἀλλὰ παρὰ ἄλλο. λέγει οὖν δὴ ὅτι, εἰ καλῶς ἔχει ἡ τῶν οὕτω λυόντων τὰ παρὰ τὸ συμβεβηκὸς σοφίσματα λύσις, ἁρμόσοι ἂν αὕτη εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· ἀλλὰ μὴν ἐπί τινων οὐχ ἁρμόζει· οὐκ ἄρα καλῶς λύουσι· τῶν γὰρ παρὰ τὸ αὐτὸ αἴτιον δεῖ τὴν αὐτὴν εἶναι λύσιν. πῶς δὲ οὐκ ἔστι πάντων λύσις τῶν τοιούτων σοφισμάτων ἡ παρ’ αὐτῶν ἀποδιδομένη, ἐπάγει. ἄν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι [ὡς λέγειν ἀρ’ οἶδας], ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν’, ὡς μὴ λέγειν ‘ἆρ’ οἶδας τόνδε τὸν κεκαλυμμένον;’ καὶ ‘ἆρ’ οἶδας τὸν προσιόντα;’, ἀλλ’ ὅτι ‘ἆρ’ ὅδε σός ἐστιν;’, οὐκ ἄν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι ἐπ’ αὐτοῦ. ἀξίωμα δὲ λέγει τὴν πρότασιν. τὸ δὲ σόφισμα οὕτως ἠρωτᾶτο῾ ἔστω δὲ λόγου χάριν ἐπὶ Γλαύκωνος τοῦ Πλάτωνος ἀδελφοῦ, ὅστις δὴ Γλαύκων οὐ μόνον ἀδελφὸς ἦν Πλάτωνος ἀλλὰ καὶ πατήρ· εἶχε γὰρ παῖδας. ἂν δὴ ὁ ἐρωτώμενος ἦν ὁ Πλάτων (δοθήτω γὰρ καὶ τοῦτον εἶναι τὸν ἐρωτώμενον), οὕτως αὐτὸν ἤρετο ὁ ἐρίζων· ἆρά γε, ὦ Πλάτων, ὁ Γλαύκων σός ἐστι; ναί· ἆρά γε ὁ Γλαύκων πατήρ ἐστι; ναί· ὁ Γλαύκων ἄρα, ὧ Πλάτων’, σός ἐστι πατήρ. ἐπὶ δὴ τούτου τοῦ σοφίσματος πῶς ἂν ἔχοι χώραν ἣν αὐτοὶ λύσιν λέγουσιν, ὅτι τοῦτο μὲν οἶ|δα, τοῦτο δὲ [*](f. 51v) οὐκ οἶδα; οἶδε γὰρ ἀμφότερα ὁ Πλάτων’, καὶ ὅτι πατήρ ἐστιν ὁ Γλαύκων καὶ ὅτι αὐτοῦ, τοῦ Πλάτωνος δηλονότι, ἐστί τι. ὥστε οὐχ ἡ ὑπό τινων λεγομένη λύσις ἁρμόσοι ἄν εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· εἰ γὰρ καὶ ἐπί τινων ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ ὧδε τοῦτο λέγειν οὐκ ἐγχωρεῖ. πολλαὶ δέ εἰσιν αἱ κακίαι τοῦ συλλογισμοῦ, πλὴν οὐχ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ὅπερ μικρὸν ὀπίσω εἰρήκειμεν, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, Σωκράτης ἄρα γράφει· τοῦτο ψεῦδος. ἐνταῦθα οὐχὶ [εἴ τις ἐρεῖ ὅτι] διὰ τὸ ὑποθέσθαι τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος συνήχθη, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. οὐκ ἀρκεῖ οὖν πρὸς λύσιν τὸ δεῖξαι ὅτι ψεῦδός ἐστι τὸ συναχθέν, ἀλλὰ χρὴ καὶ τὸν τρόπον εἰπεῖν καὶ τὸ αἴτιον παρ’ ὃ τὸ ψεῦδος γέγονεν· εἰ γὰρ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συμπεραίνεταί τις τὸ τὸν ἄνθρωπον ἵππον εἶναι, οὐκ ἀρκεῖ τὸ δεῖξαι τοῦτο ψεῦδος, ἀλλὰ καὶ τὸ αἴτιον εἰπεῖν, ὅτι τὸ ψεῦδος συνήχθη διὰ τὸ τοῦ σχήματος ἀσυλλόγιστον. τίθησι δὲ καὶ αὐτὸς πρὸς τὸ λεγόμενον παράδειγμα. ἔστι δὲ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον. ἔλεγεν ὁ Ζήνων μὴ εἶναι κίνησιν· εἴ τις οὖν, φησίν, ἐπιχειροίη συνάγειν τε καὶ δεικνύναι τὸν Ζήνωνος λόγον τὼ ἀναιροῦντα [*](1 δὴ om. Α 5 πάντων Α: om. al 7 ὡς λέγειν (λέγει A) ἆρ’ οἶδας delevi a: ἀντεισάγωμεν AI 8 τόνδε a, postea add. I1: ante τὸν προσιόντα collocat A 9 ἐφαρμόσοι I cf. vs. 2. 20: ἐφαρμόσει aA 10 ἀξίωμα—πρότασιν om. A 15 γλαύκων (ante σός) Α: γλαῦκος al 16 τούτου δὴ Α 17 τοῦτο—τοῦτο scripsi: τοῦτον—τοῦτον aAI μὲν τοῦτον Α 18 ἀμφότερα Α: ἀμφότερον a: compend. I 23 οὐχὶ A 24 μικρὸν ὀπίσω] p. 154,37 sq. εἰρήκειμεν AT: εἰρήκαμεν a 26 post τοῦτο additur δὲ p. 155,2 εἴ—ὅτι delevi 27 τύχοι Α 34 post τὸ prius eras., ut videtur, unam litt. Α τοῦτο a 36 ἐπιχειροῖ a post δεικνύναι adde ex Arist. ὡς ἀδύνατον)
163
τὴν κίνησιν ἐκ τοῦ συνάγειν ἀδύνατόν τι τεθείσης τῆς τοῦ χ)ήνωνος ὑπο- θέσεως, ἁμαρτάνει· οὐδὲ γὰρ λέλυκε τὸν παραλογισμόν. εἰ γὰρ λέγει ^ ἐγὼ μέν, ὦ χηνῶν, εἶναι κίνησίν φημι· εἰ δὲ ψεῦδος τοῦτο, ἀληθὲς δὲ ὃ σὺ φῄς, τὸ μὴ εἶναι κίνησιν, ἔστω τοῦτο καὶ κείσθω ὅτι οὐκ ἔστι κίνησις οὐδὲ τὸ κινεῖσθαι· ἀλλ’ εἰ μή ἐστι τοῦτο, οὐδὲ τὸ πόθεν ποῖ κινεῖσθαι ἔσται· εἰ δὲ τοῦτο, οὐδὲ ὁ ἥλιος ἀπὸ ἀνατολῆς εἰς δύσιν κινηθήσεται οὐδὲ ἀπὸ δύσεως εἰς ἀνατολήν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται, ὅπερ ἀδύνατον· εἰ δὲ τοῦτο ἀδύνατον, ψευδὴς καὶ ἡ σὴ ὑπόθεσις, ᾗ τὸ ἀδύνατον ἠκολούθησεν’ ὁ ταῦτα συλλοἴ̀ιζομονοζ, κἄν εἰ μυριάκις ᾖ συλλογιστικῶς καὶ ἀληθῶς συμπεραινόμενος καὶ συνάγων ὡς ἀδύνατον μὴ εἶναι κίνησιν ἐκ τοῦ συνελαύνειν τὴν χήνωνος ὑπόθεσιν εἰς τὸ ἀδύνατον, οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ χήνωνος, ἀλλ’ ὁ λέγων ὅτι ἐνεργείᾳ τὰ ἄπειρα λαμβάνεις καὶ ὅσα ἄλλα αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ ζῆτα τῆς Φυσι- κῆς ἀκροάσεως εἴρηκε καὶ ἡμεῖς ταῦτα ἐξηγούμενοι τεθεωρήκαμεν.

[*](p. 179b 24)

El οὖν μὴ συλλελόγισται, εἰ καὶ ἀληθές.

"Ο λέγει διὰ τῶν εἰρημένων τοῦτό ἐστι. κἂν ἀληθές, φησί, κἂν ψεῦδος ᾖ τὸ ἐξ ἀσυλλογίστου τρόπου συναχθέν, ἡ τούτου ἐμφάνισίς ἐστι λύσις· οὐ συλλογίζεται δὲ καὶ ὁ ἐκ δύο μερικῶν συνάγων τι καὶ ὁ ἐκ δύο καταφάσεων ἐν δευτέρῳ σχήματι καὶ ὁ χρώμενος ὁμωνύμοις καὶ ἀμφίβολα λαμβάνων καὶ εἴ τι τοιοῦτον· ὥστε ὁ παρά τι τούτων δείξας τὸν παραλογισμὸν γεγονέναι ἐκεῖνος λύει. ἴσως δέ, φησίν , ἐπί τινων οὐδὲν κωλύει λύειν τὸν λόγον διὰ τοῦ δεικνύναι ἀδύνατόν τι ἑπόμενον, ἀλλ’ ἐπί γε τοῦ παρόντος οὐκ ἀπόχρη τοῦτο. ἢ μάλιστα τοῦτο λέγει , ὅτι ἐπί τινων μὲν οὐδὲν κωλύει λέγειν τὸ αὐτὸ εἰδέναι καὶ μὴ εἰδέναι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὐκ ἀρκεῖ τοῦτο· οἶδε γὰρ ὁ ἀποκρινόμενος καὶ τὸ προσιὸν ὅτι προσέρχεται καὶ τὸν Κορίσκον ὅτι Κορίσκος. ἀλλὰ καὶ οἱ λύοντες τὸ σόφισμα τὸ ὅτι τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα συμπεραινόμενον, λέγοντες ὅτι πᾶς ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος, ὁμοίως τούτοις ἁμαρτάνουσιν οὓς εἴπομεν ἁμαρτάνειν [*](5 ποῖ Ab (i. e. Α in alio scholio) I: τῆ Α: ποιῇ a G ἐστὶν Ab ἀνατολῶν — • δυσμὰς Ab 7 οὐδὲ ἀπὸ — ἀνατολήν om. Ab μὴ om. Ab 8 ὃ Ab τοῦτο orn. Ab post ψευδὴς add. ἄρα Ab 9 ἡ Α1: ἐξ ἧς Ab; ἡ a ταῦτα γοῦν συλ- λογισάμενος A εἰ om. Α 11 post τὴν add, τοῦ Α 12 τὸ alt. om. Α 13 τῷ ζ a: τῆ ζῆτα I ἐν τῷ ζῆτα τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 233a21 sq. 17 ἐστὶ (ante τὸ) Α 18 καὶ prius om. Α ὁ alt. AI: om. a 19 καταφατικῶν Α 19. 20 καὶ ὁ λαμβάνων ὁμώνυμα· καὶ ὁ χρώμενος ἀμφιβόλοις· καί τισι τοιούτοις ἑτέροις Α 21 ἐκεῖνον , ὃς superscr. Α1 22 κωλύει] λύει superscr. I’ 25 ἐπὶ δὲ al: πλὴν ἐπὶ τούτων, ἤγουν Α τοῦτο] πρὸς λύσιν τὸ εἰπεῖν κατ’ ἄλλο μὲν γινώσκω τὸν κορίσκον, κατ’ ἄλλο δὲ ἀγνοῶ Α 27 post κορίσκος add. ἐστὶν Α 28 συμπεραινόμενον ante 27 ὅτι τὰ collocat Α 29 post ἁμαρτάνουσιν aild. ἐνδἐχετι γὰρ τὸν ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον εἶναι· πολὺν μέν πρὸς τὸν ἐλάπονα· ὀλίγον δὲ πρὸς τὸν μείζονα· ὅθεν καὶ ἁμαρ- τάνουσιν, ἤγουν οὐ καλῶς λύουσιν. ὁμοίως τούτοις, ἤγουν ἐκείνοις Α)

164
ἐν τῷ εἰς τὸ ἀδύνατον ἀπάγειν ἢ τὴν τυχοῦσαν λύσιν ἐπάγοντας καὶ μὴ παρ’ ἣν τὸ ψεῦδός ἐστι. καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον’῾ ὡς γὰρ ἐκεῖνοι ἡμάρτανον, οὕτω καὶ οὗτοι. τίς δέ φησιν ἡ ἁμαρτία· ἀφέντες γάρ, φησί, λέγειν πρὸς τὸν ἐρεθίζοντα ὅτι οὐ συνεπερά|νω, ἐφιᾶσι μὲν τοῦτο λέγειν, φασὶ δὲ αὐτὸν συμπεπεράνθαι, καὶ [*](f. 52r) πάντα ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον λέγουσιν. εἰ γοῦν οὕτω ποιοῦσι, πῶς οὐχ ἁμαρτάνουσιν; ἴσον δέ ἐστι τὸ λεγόμενον τῷ ‘εἰ γὰρ παραλιπόντες λέγειν πρὸς τὸν ἐρίζοντα ὅτι οὐ συνεπεράνω τὴν ἀντίφασιν τῆς θέσεως, εἰ τοῦτο γοῦν παραλιπόντες λέγουσιν ὅτι ἀληθές ἐστιν ὃ συνεπεράνω καὶ οὐδὲν ἀδύνατον (πᾶς γὰρ ἀριθμὸς καὶ πολύς ἐστι καὶ ὀλίγος), ἁμαρτάνουσιν’.

[*](p. 179b 38)

Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς.

Πρὸ τῆς τῶν ῥητῶν σαφηνείας δεῖ τοῦτο προειπεῖν, ὅτι τὰ σοφίσματα ταῦτα, ἃ νῦν ἐκτίθησι, πρὸς τοὺς εἰδότας ἐλέγοντο. τὸ δὲ ‘οὗτος τούτου δοῦλός ἐστι’ συνεπέραινον οὕτως· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος τούτου ἐστί; ναί· οὗτος ἄρα τούτου τέκνον ἐστίν· ἀλλὰ καὶ δοῦλος. εἰ γὰρ μὴ εἰδὼς ἐτύγχανεν ὁ ἀποκρινόμενος ὅτι οὗτος δοῦλός ἐστι Γλαύκωνος ἀλλ’ οὐ τέκνον, ἐκεῖνος δὲ ἠρώτα· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος Γλαύκωνός ἐστι; ναί· οὗτος ἄρα τέκνον Γλαύκωνός ἐστιν· ἀλλὰ καὶ δοῦλος, ὃ ταὐτόν ἐστι τῷ ‘οὐ τέκνον’—εἰ εἰ οὖν μὴ ᾔδει ταῦτα ὁ ἀποκρινόμενος, εἶχεν ἂν λέγειν πρὸς τὸν ἐρωτῶντα ‘πόθεν δῆλον ὅτι δοῦλός ἐστι Γλαύκωνος καὶ οὐ τέκνον;’. ὥστε πρὸς τὸν εἰδότα τὰς ἐρωτήσεις ἐποιοῦντο. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης τινὰς λύειν τοὺς τοιούτους παραλογισμοὺς τῷ διττῷ, διττὸν λέγων τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ἔλεγον γὰρ ὅτι τὸ ‘ἆρά γε οὗτος τούτου;’ διττόν, καὶ ὅτι δοῦλος τούτου καὶ ὅτι τέκνον τούτου· ὁμοίως, φασί, καὶ τὸ ‘οὗτος τούτου τέκνον’ διττόν· καὶ γὰρ ἢ ὅτι Γλαύκωνος τέκνον ἢ ὅτι τοῦ γεννήσαντος αὐτόν. πρὸς δὴ ταῦτά φησιν ὁ Ἀριστοτέλης μὴ καλῶς λύειν· μὴ γὰρ εἶναι διττὸν τὸ ‘ἆρά γε οὗτος τούτου;’ ἢ τὸ ‘ἆρά γε οὗτος τούτου τέκνον;’. ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸς τὸν εἰδότα ὅτι οὗτος τοῦ Γλαύκωνός ἐστι δοῦλος ἀλλ’ οὐ τέκνον τὴν ἐρώτησιν ἐποιοῦντο, πῶς ἄν εἴη διττὸν πρὸς αὐτὸν τὸ ‘οὗτος τούτου’; ὁ γὰρ δοὺς τὸ τοῦτον τούτου εἶναι ὡς ἴσον δέδωκε τῷ τοῦτον τούτου δοῦλον εἶναι, ὥστε οὐ διττὸν πρὸς αὐτὸν τὸ ‘ἆρα οὗτος τούτου;’. πάνυ δὲ ἀνυσίμως διὰ τοῦ κατωτέρω τιθεμένου αὐτῷ εἰς [*](1 ἐν τῶ ἀπάγειν τὸν λόγον εἰς τὸ ἀδύνατον. ἤγουν Α 2 ἣν AI: ὃν a 3 γὰρ I: καὶ a 4 ἐρίζοντα v 4. 5 συνεπεράνω I: συμπεραίνω a 5 ἀφιᾶσι v 8 et 9 συνεπεράνω AI: συμπεραίνω a 10 ἐστι καὶ ὀλίγος I: καὶ ὀλίγος ἐστὶν a: καὶ ὀλίγος Α 11 τὸν συλλογισμόν a: om. Α 14 συνεπέραινεν Α 19 εἴδει a 23 post καὶ add. τὴν Α 24 ὅτι prius] ὅ ex οὗ, ut videtur, corr. I 25 post δοῦλος add. καὶ al: om. Α φασί scripsi: φησὶ aAI 29 τοῦ AI: om. a 31 τὸ alt. AI: om. a 32 δοῦλον ex δῆλον corr. Α1 33 κατώτερον a αὐτῶ A: αὐτοῦ a: compend. I)

165
παράδειγμα, τοῦ ἔπους, ἔδειξεν ὅτι οὐ παρὰ τὸ διττόν ἐστι τὸ σόφισμα. ὥσπερ γὰρ ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, ὁ ἀκούσας οὐ τὴν Ἰλιάδα ἔπος νοεῖ οὐδ’ ὡς ἥμισυ Ἰλιάδος δίδωσιν ἀλλ’ ὡς ἥμισυ στίχου· οἶδε γὰρ ὡρισμένως ὅτι ἥμισυ ἔπους ἐστὶ τὸ μῆνιν ἄειδε θεά ἀλλ’ οὐ τῆς ποιήσεως· οὐ γὰρ λέγεται ἡ Ἰλιὰς ἔπος ἀλλ’ ὁ στίχος. εἰ μὲν γὰρ ἐλέγετο καὶ ἡ Ἰλιὰς καὶ ὁ στίχος ἔπος, τότε ἦν ἀν’ διττὸν τὸ ίδος μοι τὸ ἥμισυ τοῦ ἔπους’· ἐπεὶ δὲ οὐ λέγεται ἔπος ἡ Ἰλιὰς ἀλλ’ ὁ στίχος, οὐ διττόν. οὕτως καὶ ἐπ’ ἐκείνων. τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ ‘σὸς ἄρα, ὦ Γλαύκων, οὗτος υἱός, καὶ σός, ὦ δοῦλε, ὁ Γλαύκων πατήρ’. λύει δὲ λέγων ὅτι, εἰ παρὰ τὸ διττὸν ἦν τὸ σόφισμα, ἐχρῆν τὸ ὄνομα καὶ τὸν λόγον κυρίως λέγεσθαι καθ’ ὧν λέγονται. ὁ γὰρ κύων τῶν πολλαχῶς λεγομένων ὢν κυρίως λέ- γεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ ἀστρῴου· ὁ δὲ πατὴρ κατὰ τοῦ δούλου, ἐφ’ οὗ καὶ τὸ σὸς ἐδόθη, οὐ λέγεται κυρίως· ὁ γὰρ εἰπὼν ὅτι ναὶ σός, τὸ σὸς ὡς πρὸς δοῦλον δέδωκεν· οὐ λέγεται δὲ ὁ πατὴρ δούλου πατήρ. ὥστε οὐ διττὸς ὁ λόγος διὰ τὸ τὸ διττὸν κυρίως κατὰ πάντων λέγεσθαι καθ’ ὧν λέγεται, τὸ δὲ δοῦλος, ᾧ ὡς ταὐτὸν τὸ σὸς ἐδόθη, θῆ, μὴ λέγεσθαι κυρίως πρὸς τὸν πατέρα. τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον. εἰ γὰρ τὸ τέκνον κυρίως πρὸς τὸν δεσπότην ἐλέγετο, τότε ἂν καὶ τὰ δηλωτικὰ τούτων, τὰ τόδε τοῦδε, ἦσαν διττά, σημαίνοντα ὅτι τὸ τέκνον καὶ δεσπότου ἐστὶ τέκνον καὶ πατρὸς καὶ ὁ πατὴρ καὶ δούλου πατὴρ καὶ υἱοῦ· ἐπεὶ δὲ τὸ τέκνον οὐ λέγεται δεσπότου ἀλλὰ πατρός, οὐδὲ τὸ | τοῦ τέκνου καὶ πατρὸς δηλωτικόν, f. 52v ὅπερ ἐστὶ τὸ τόδε τοῦδε, διττὸν ἔσται. ὁμοίως καὶ ἐπὶ τοῦ δούλου καὶ δεσπότου. ὅτι δὲ οὐ λέγεται διττῶς, δῆλον· οὐδεὶς γὰρ τὸν δοῦλον τούτου τέκνον κυρίως λέγει, εἰ δοῦλον αὐτὸν αὐτοῦ γινώσκει καὶ μὴ τέκνον, καὶ συνελόντα φάναι τὸ τόνδε τοῦδε εἶναι τέκνον τοῦ εἰ γοῦν καί τινες, φησί, παρὰ τὴν ὁμωνυμίαν ἢ τὴν ἀμφιβολίαν (ταῦτα γάρ εἰσι τὰ διττά) λέγουσιν εἶναι τὸ σόφισμα, ἀλλ’ οὖν, ὡς δέδεικται, παρὰ τὸ συμβεβηκός ἐστι. τὸ δὲ ἐπὶ τῆς φρονήσεως σόφισμα τοιοῦτον· ἀρά γέ ἐστιν ἐπιστήμη τῶν κακῶν; ναί· τὰ γὰρ κακὰ ἐπιστητά· ἀλλὰ μὴν ἡ φρόνησις ἐπιστήμη· ἡ φρόνησις ἄρα τῶν κακῶν· ἔστιν ἄρα ἡ φρόνησις κακόν τι. καὶ τοῦτο δὲ λέγει τινὰς τῷ διττῷ λύειν· τὸ γὰρ τοῦτο τούτων εἶναι διττόν φασι. πρὸς ἣν λύσιν ἐνιστάμενος ὡς μὴ ἀρκούντως [*](1 τοῦ deleverim 2 μῆνι I 6 —8 εἰ μὲν—στίχος om. Α 7 δός μοι τὸ superscr. Ι1 10 δὴ Α 13 ἀστέρος Α 17 δὲ Av: om: al ᾧ scripsi: οὗ aAI 22 σημαίνοντα Α: σημαίνοντι a: σημαῖνον(??) I 25 τοῦδε τόδε Α 27 αὐτὸν om. Α 28 καὶ—τοῦ om. spatio non relicto Α post τοῦ reliquit spatium plus unius versus I: spatium circa viginti quinque litt. a 31 ὡς aA: οὐ Ι 35 τοῦτο prius aA: τοῦ Ι)
166
ἔχουσαν ἐπήγαγε λέγων τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, λαχῶς, ἀλλὰ κτῆμα, ὡσεὶ ἔλεγεν· ὥσπερ γὰρ τὸ χωρίον τόδε τῶν Ἀθηναίων ὂν οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα ἢ δοῦλος, καθάπερ εἴρηται, οὕτως οὐδὲ τὸ τὴν ἀρετὴν εἶναι τῶν κακῶν πολλαχῶς λέγεται· δῆλον γὰρ πᾶσιν ὅτι οὐ κακόν τί ἐστιν ἡ ἀρετή· οὐδεὶς γὰρ κακὸν αὐτὴν λέγων κυριολεκτεῖ· ἀλλ’ οὕτως λέγεται τῶν κακῶν ὡς ἐπιστήμη τῶν ἐπιστητῶν. παρὰ τὸ συμβεβηκὸς ἄρα καὶ τοῦτο καὶ οὐ παρὰ τὸ διττόν· διότι γὰρ ἡ φρόνησις τούτων ἐστί, συμβέβηκε δὲ τούτοις κακοῖς εἶναι, διὰ τοῦτο λέγεται ἡ φρόνησις τῶν κακῶν.

[*](p. 180a 10)

Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι.

Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει’, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ἰού γὰρ λέγεται κτῆμα’. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζώων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ὤων, ὥσπερ ὁ Πειραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τούτων ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς (οὐδεις γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτικόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’ οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν’῾ ὁ [*](2 ἔλεγεν AI: ἐλέγετο a 8 κακοῖς Α: κακὰ al 12 post τῷ add. τοιούτω Α 14 φήσει Α: φησὶν I: φησὶ a 16 τι om. a 17 post δὲ add. καὶ aA 18 τοιαύτη (ras. unius litt.) διάνοια Α 19 ζώων (post διότι) a ζῶον alt. superscr. A1 21 τάναγρα, quod couiecit coll. Paraphr. 57,15 Waitz Organ. ΙΙ p. X, Av: τύναιγρα al γὰρ γὰρ in ras. Α1 22 fort. δή ποτε 24 πολλαχῶς om. Α 25 λέγει Α 30 post πρότερον add. τὸ Α 30. 31 ὡς—λέγηται om. Α 33 κακόν (post ὅτι) Α οὖσα al: ἐστὶ Α)

167
γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν. ὥστε ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν’ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεταί ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ | τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ [*](f. 53r) ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν. καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηροῦ. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηροῦ, δόξειεν ἄν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μοχθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἷπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ἰού γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται’. τὸ δὲ ἅμ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηροῦ, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ἰού γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι τοιοῦτον ἀλλ’ Αγαθόν, ὥσπερ καὶ ὁ Ολυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν’ ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι. καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ, εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ [*](1 τῶν κακῶν Α 2 εἰρήκειμεν AI: εἰρήκαμεν a 3 αὐτὸς Α: αὐτὸ al ὠνόμασε AI: ὠνόμασαν a 5 δύναται λέγεσθαι Α 6. 8. 9 ἀνδρία A 8 αὐτὸς A: αὐτὸ a: compend. I 10 ἀλλὰ καὶ εἰ A 11 ἀνδρίας ὑγείας a 14 εἰσὶ a 16 post ἄλλη add. ἡ a 17 ἐστὶ τοιοῦτον AI: inv. ord. a 18 ἢ—ἀγαθός delevi ἔχῃ b 10 λέγοι b 21 ἀποτελεῖ al: ὑποβάλλει A 24 πρόκειται a 27 λέγοιντ’ a 28 τὸ AI: om. a 30 καὶ ὁ I: ὁ A: om. a τούτου (sic) I 34 πονηρῶ—πονηρόν A om εἰ om. Α ἐπιστήμη (aute τῇ) Al: ἐπιστήμης)
168
κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται. ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονήρου δεσπότου.

[*](p. 180a 18)

Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς.

Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἄς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καὶ φησὶν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς, ὥσπερ οὐδὲ τὸ τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα ’τον αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἄν καὶ τὸ ‘οὗτος σός’ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου᾿· οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τούτου μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, διττὸς ἄν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἀεὶ ’δε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;’ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολλαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσ|ηγορίαν τὸ τούτου τοῦτο. ὁ f. 53v γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων’ υἱός ἐστιν Ἀρίστωνος;’· καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν [*](5 ante οὐδὲ add. ἀλλ’ a (c u) 7 θεὶς πάνυ AI: inv. ord. a 8 τούτου τοῦτο a I1 corr.: τοῦτο τούτου Α, I pr. αὐτὸ Α: αἴτιον al 11 τοῦτο ἐκείνου I pr., corr. I1 12 post αὐτὸ add. τὸ a 14 εἶναι alt. om. Α 15 ταὐτά Α 16. 17 τὰ κατηγορούμενα τοῦ αὐτοῦ τινὸς κατὰ συμβεβηκὸς Α 18 τὰ αὐτὰ Α τὸ alt. om. Α 20 τὸ δοῦλος Α τὰ αὐτὰ (post οὐ) Α 21 τὸ iteratum I 23 ὅτε a οὐ τῆς aA: οὗτος Ι 25 γὰρ AI: om. a 28 ὅπως aA: ὅπερ I 30 προσηγορία aA: προτάσει I ὀνομάζομεν a δὲ Α: δὴ al ὁ AI: οὐ a)

169
πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες λόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ <τί> τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θεά, δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν <τὸ> τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, εἰπόντες Ἰλιάδα σημαίνομεν. μὲν. λέγοι δ’ ἄν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἄν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος’.

[*](p. 180a 23)

Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ.

Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἀπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν. ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἀπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς μέν ἐστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ ἐλέγχει.

[*](1 ἀπαλλήλων a σημαίνομεν Α Arist.: τινὸς (e vs. 3 illatum al 3 τί addidi 5 προσηγορία σημαινόμενον AI: inv. ord. a 5 —7 λέγομεν—τούτου τοῦτο AI: om. a 6 ἥμισυ] ex corr. A 7 τὸ addidi ἦν AI: οὖν a 8 post δός μοι add. τούτου τοῦτο, ἤγουν τοῦ στίχου a 11 ὑπακτέον a 13 εἰπόντες post ἔπους collocat a 15 ἔσται AI: ἐστιν a 18 οἱ postea add. I1 εἰ (ante πῇ) Α 19 ἀληθεῦον utrobique Al: ἀληθεύειν a 23 τυμβωρύχον a: τυνβορύχον I 25 δοξαστικόν a 26 δὲ om. a οὕτω a 29 δὲ Al: γὰρ a τοῦ Al: τῶν a 30 δοξαστικόν a 31 οὐκ alt. aA: ἀλλ’ I)
170
[*](p. 180a 32)

Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες.

Τὰ σοφίσματα τοιαῦτα. ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’. πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν· ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν, τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἀπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν’· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, | ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ [*](f. 54r) ἀπειθῶν ἀπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται’ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ.

[*](p. 180b 2)

Ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτόν.

Τὸ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν σόφισμα καὶ ἠρωτᾶτο καὶ συνεπεραίνετο ἐπ’ ἐκείνων οἷς ὁμοίως ὑπῆρχε τὰ ἀντικείμενα· κείμενα· ταῦτα δέ ἐστιν ὧν ἐστι τὸ μὲν ἥμισυ λευκὸν τὸ δὲ ἥμισυ μέλαν, ὥσπερ ἐπὶ τοῦ ὀφθαλμοῦ ἔχειν θεωροῦμεν. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· [*](2 ἆρ’ a Arist.: ἆρά γε I 6 ἔσται I: ἐστιν a 8 ὀμώσας, ut videtur, I pr., corr. I1 9 εὐόρκησεν a 10 ἐπιόρκησεν a ἄρα a: om. I 13 μὲν I: om. a 14 αὐτῷ a: om. Ι 16 εἶναι τι καὶ εἶναι Arist. (τι καὶ εἶναι om. Af) 20 πλὴν om. Arist. (sed habet D) 21 —23 ἀλλὰ—οὐκ εὐορκεῖ iterant al: non iterat A 23 τῆ al: πῶς Α 25 πείθεσθαι conicio 26 δὲ aAI: delevi ψευδεῖ a 28 ὁ om. a post ψεύδεσθαι add. τι a 30 καὶ prius om. Α)

171
εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὁ εἰπὼν τὸν ὀφθαλμὸν λευκὸν ψεύδεται· ἀλλὰ καὶ ἀληθεύει· ἅμα γάρ ἐστι λευκὸς καὶ οὐ λευκός. λέγει δὲ καὶ τούτου τὴν αὐτὴν εἶναι λύσιν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀληθεύειν ἢ τὸ ψεύδεσθαι, τὴν δυσκολίαν παρέχεται. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν ἁπλῶς μὲν εἶναι ἀληθῆ πῇ δὲ ψευδῆ, ὡς ἐπὶ τοῦ Αἰθίοπος καὶ τοῦ μὴ ὄντος· ὁ γὰρ τὸν Αἰθίοπα μέλανα λέγων ἁπλῶς μέν ἐστιν ἀληθής, πῇ δὲ ψευδής· ὁ δὲ λέγων αὐτὸν λευκὸν ἀπλῶς μὲν ψευδής, πῇ δὲ ἀληθής. τὸ δὲ ἢ τινὸς λέγοι ἄν ἐφ’ οὗ τὸ ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ λευκόν· οὗτος γὰρ οὕτε ἀπλῶς ἐστιν ἀληθὴς πῇ δὲ ψευδής, οὔτε ἔμπαλιν ἁπλῶς μὲν ψευδὴς πῇ δὲ ἀληθής, ἀλλὰ τινός, ἤτοι ἐπίσης καὶ ψευδὴς καὶ ἀληθής. δύναται καὶ ἐκ παραλλήλου τὸ τινὸς κεῖσθαι· ὁ γὰρ πῇ ψευδόμενος ἢ ἀληθεύων κατά τι ψεύδεται ἢ ἀληθεύει καὶ οὐχ ἁπλῶς. τὸ δὲ καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή ἴσον ἐστὶ τῷ ‘εἶναι κατά τι μὲν ἀληθῆ, ἀπλῶς δὲ μὴ ἀληθῆ’· ὁ γὰρ κατά τι ἀληθεύων ἐπί τι ἀληθὴς καὶ οὐχ ἀπλῶς ἀληθής ἐστι. δύναται δέ τις καὶ ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι’ ἅμα καὶ ψεύδεται καὶ ἀληθεύει· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι’. τὰ δὲ ἐφεξῆς κείμενα σοφίσματα σαφῆ εἰσι, καὶ πλεῖστα τούτων τὰ παραδείγματα καὶ ἐν τοῖς τοπικοῖς.