In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν.
Εἴρηται ἐν τοῖς τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ [*](1 δυοῖν a Arist. 2 εἶπεν] c. 6 p. 168b37 sq. 3 ἐκεῖσε, ὅτι Α: om. al μὲν om. Α ἕπεται Α: ἕπεσθαι al 5 ἔχει al: ἔσχε Α: εἶχε b 6 ἐρωτώμενον a: ἐρωτωμένους Α: compend. I 7. 8 εἶπεν—τοῦτο γὰρ om. Α 10 ἐξανάγκης ἐστὶ Α 11 post ἀνάγκης add. ἐστὶ Α 12 δεῖ—διδόναι] ἢ καὶ οὕτως εἰπεῖν διὰ πλείω σαφήνειαν· εἰ γοῦν δύο εἰσὶ τινὰ, ὧν τὸ μὲν ἡγούμενον ἐστὶ καὶ μερικώτερον, τὸ δὲ ἑπόμενον καὶ καθολικώτερον, ἐὰν τὸ καθόλου ἐρωτώμενον κατὰ τὸ πότερον Α 13 post πότερον add. ἤγουν ἐν τῶ λέγειν τὸ πότερον Α post διδόναι add. καὶ συγχωρεῖν τὸ ἔλαττον, ἤγουν Α pobt μερικόν add. ἀλλ’ οὐ τὸ καθόλου Α 14 δὲ καὶ a: δὲ I: καὶ Α 15. 16 γάρ ἐστι συλλογίσασθαι ἐκ πλειόνων, ἤγουν ἐκ μερικῶν ἄνευ τοῦ καθόλου τι προσλαβεῖν· ὡς γὰρ ἐμά- θομεν, ἄνευ τοῦ καθόλου Α 15 ἤτοι I: ἤγουν a 17. 18 λέγει δὲ τὰ μερικὰ πλείονα ὡς συνθετώτερα καὶ ἐκ πλειόνων συγκείμενα Α 17 συνθετώτερόν v: συνθετώτερά a: compend. I 18 ἐκ prius v cf. Α: om. al μᾶλλον om. A ἤπερ al: πρὸ Α 19 ὁ γὰρ ἄνθρωπος οὐ μόνον ἔχει τὰ τοῦ ζώου Α καὶ alt. om. Α 19.20 ἀίσω I 20 ἔχει δὲ al: ἀλλά Α τὸ λογικὸν καὶ θνητόν· καὶ τὸ νοῦ καὶ ἐπιστήμης Α 20. 21 ἅπερ—ἔχει om. Α 21 ἢ πλείονα εἶπε τὸ μερικόν A 23 τῶν I 24 ἐν τοῖς τόποις] IV 3 p. 123a20 sq. γένει οὔσῃ scripsi: γένος οὔσῃ al: γένους οὔσης v)
Ἐπεὶ δὲ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοί.
Έπεί, φησί, τὸν μὴ συγχωροῦντά τινα ὧν οἱ πολλοὶ λέγουσι ψεύδεσθαι φάσκουσι, ἔνια δὲ οὐ συγχωροῦντα, οἷον ὅσα εἰσὶν ἀμφίδοξα, οὐ λέγουσι ψεύδεσθαι, ὡς καὶ τὸ περὶ τῆς ψυχῆς τῶν ζῴων ἔχει, ἐν τοῖς ἀμφιδόξοις οὖν τούτοις οὐ δεῖ ἁπλῶς ἀποκρίνεσθαι (τοῦτο γὰρ λείπει) ἀλλὰ σκοπεῖν ὅπως βούλεται ὁ ἐρωτῶν, ἵνα αὐτὸς μὴ λάβῃς αὐτό. οἷον εἰ ἔστι πρόβλημα ‘ἆρα ἡ ψυχὴ θνητὴ ἢ ἀθάνατος;’, ἐπεὶ τοῦτο ἀμφίδοξον, δοξον, σκόπησον ὃ βούλεται ὁ ἐρωτῶν, καὶ αὐτὸς δὸς τὸ ἕτερον· οὐδεὶς γὰρ ὁ μεμψόμενός <σ᾿> οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα. ἐν δὲ τῆ ὡς εἴρηται, τῇ ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, λείπει τὸ ἱέν τούτοις δεῖ μὴ συγχωρεῖν’· ἔστι γὰρ τὸ πλῆρες ‘ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, οὐ δεῖ συγχωρεῖν τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀπλῶς λέγειν ὅτι ἄδηλον τὸ προτεινόμενον’. λέγει δὲ λέγεσθαι γνώμας καὶ τὰς ἀληθεῖς δόξας, ὁποῖαί εἰσιν αἱ δοκοῦσαι ‘‘πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις”, περὶ ὧν ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, καὶ τὰς ὅλας ἀποφάσεις, λέγων ὅλην ἀπόφασιν τὴν καθόλου ἀπόφασιν, οἷον τὴν οὐδείς.
Ἔτι οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται.
Ἐφ’ ὧν, φησίν, οὐκ ἔστι τὸ ἀληθὲς ὁμολογούμενον ἀλλ’ ἀμφιδοξούμενον, μάλιστά τις μεταφέρων καὶ μεταλαμβάνων τὰ ὀνόματα πρὸς τὸ χρήσιμον αὐτῷ διαλάθοι ἄν. εἰ γὰρ ἀληθὲς μέν ἐστι τὸ τὴν ψυχὴν ἐξ ἑαυτῆς κινεῖσθαί τε καὶ αὐτοκίνητον εἶναι, ἀμφιδοξεῖται δὲ καὶ ἐπίσης φαίνεται καὶ κινεῖσθαι ἐξ ἑαυτῆς καὶ μὴ κινεῖσθαι (οὐδὲν γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’ [*](9 συγχωροῦντα scripsi: συγχωροῦνται a: compend. I 15 γάρ σοι μέμψοιτο ἐπὶ τῶν ἀμφιδόξων λαμβάνοντι οἷον βούλει Α σ’ addidi λέγοντα a compend. Ι 18 inter τὸ et ναὶ spat. 3 —4 litt. I 19 λέγειν AI: λέγει a γνώμας δὲ ὡς λέγει καλοῦσι τὰς Α 20 δόξας, ἤγουν τὰς δοκούσας Α 20. 21 σοφοῖς—πλείστοις Α 21 καὶ τῶν σοφῶν τοῖς πᾶσιν Α 22 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 100b 21—23 ἄλλας, ut videtur, Ι pr. 27 αὐτοῦ Α 28. 29 ἀμφιδοξεῖται δὲ καὶ a: ἀμφιδοξεῖ δὲ τὸ I 30 μὴ, quod post κωλύει collocant aAI, transposui 31 μεταφέρει a 32 τὴν oin. Α φῆ Α ἀκίνητος Α: ἀθάνατος al ἐστιν om. Α)
Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ.
Μέλλων χωρῆσαι εἰς τὸ παραδοῦναι ἡμῖν μέθοδον δι’ ἧς ἄν δυναίμεθα μεθα διαλύειν τὰ σοφίσματα, εἴτε καθ’ ὁμωνυμίαν εἰσὶν εἴτε κατ’ ἀμφιβολίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τῶν ἀπηριθμημένων δέκα καὶ τριῶν, ἀνάγει τὸν λόγον ἐπὶ τὸ καθολικώτερον. καὶ φησὶν ὅτι, ἐπεὶ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἐστί, τὰς προτάσεις ἔχων ψευδεῖς, ἢ παρὰ τὸ σχῆμα καὶ κατὰ τοῦτο ὢν ἀσυλλόγιστος, τοῦ μὲν κατὰ τὸ σχῆμα ὄντος ἐρρωμένου ψευδεῖς δὲ τὰς προτάσεις ἔχοντος δεῖ ἀναιρεῖν μίαν τῶν κειμένων προτάσεων, παρ’ ἣν τὸ ψεῦδος, ἢ εἰ τύχοι καὶ ἀμφοτέρας, ἀλλὰ μᾶλλον τὴν μείζονα, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαλύειν οὕτως αὐτόν, τοῦ δὲ τὸ σχῆμα ἡμαρτημένον ἔχοντος τὴν ἀσυλλογιστίαν αὖθις ἀπελέγχειν καὶ οὕτω καὶ αὐτὸν ἀνατρέπειν. ὁ πᾶς μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτός ἐστιν. ἐπιέναι δὲ παροδικῶς καὶ τὴν λέξιν οὕτως ἔστιν. ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις τοῦ ἀπλῶς σοφιστικοῦ συλλογισμοῦ [*](1 σὺ ἤρου om. in spatio 5 fere litt. Α σοφίσεσθαι a 2 αὐτοκίνητος a 3. 4 τοῦ σώματος χωρίζεται· εἰ δὲ μὴ χωρίζεται, συμφθείρεται τούτω. ἢ Α 5 δέ delevi τις alt. om. b 6 7 ἐν τῷ Φαίδωνι] c. 36 sqq. 7 ἤτοι Al: ἤγουν a 9 ἡ 0111. A γίνεται AI: γένοιτο a 10 προτέρα Al: πρώτη a 12 δὴ Α 14 ἔτι a 14 ἐρωτῶνται scripsi: ἐρωτῶντα al δὲ I: om. a 16 προαγορευέτω I: προσαγορευέτω a 17 μονονουχὶ a: μονονοὺ I 18 τοῦ a: τὸ I 24 δεκατριῶν Α 27 καὶ deleverim 28 ἐρρωμένου aA: ἐρωτωμένου I 30 πολλάκις] velut p. 120,18 aA: εἰρήκειμεν I 32 ὅ, πως a τοῦ λεγομένου Α 34 ἀπόδειξις AI: ἀπόδοσις a)