In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον.
Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπομεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι.
Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν.
Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς ἑτέρους διαλέγεσθαι· κ·αὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνασθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις [*](7 τε om. Α (u) 9 post δὲ add. καὶ aA 10 χρήσιμοι a: χρήσιμα I 11 θεολογῆ—ζητῆ AI: θεολογεῖ—ζητεῖ a 13 πάντα I Arist.: παντὸς a 14 ἐπιχειρήσῃ I: ἐπιχειρήσει Α: ἐπιχειρῆται a 17 fort, αἰτίαν <ἂν> εἴπη A τινων 18 λόγων Α Arist.: λόγου I (corr. C): λόγον a post λόγων add. ἤγουν διαλέξεως A 19 δίδωσι Α Arist.: δέδωκε al φιλονείκου aA: φιλονίκου I 24 γίνονται I: γίνεται a 28 ταὐτὸν a (A T))
Συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν.
Ἔτι περὶ τοῦ αὐτοῦ τὸν λόγον ποιεῖται ἐπαιτιώμενος τὸ ἀγύμναστον, καὶ φησὶν ὅτι ὥσπερ ἐπὶ τῶν διαγραμμάτων εὑρόντες τὰς τοὐ θεωρήματος δεικτικὰς προτάσεις συνθεῖναι καὶ εἰς σχῆμα ἀναγαγεῖν ἀδυνατοῦμεν διὰ τὸ δυσθεώρητον εἶναι ποία τῶν προτάσεων ἐστι μείζων καὶ ποία ἐλάττων, ὥσπερ ἐπὶ τοῦ ἀσύμμετρον εἶναι τὴν πλευρὰν τῇ διαμέτρῳ καὶ ἐπ’ ἄλλων πολλῶν συμπίπτει, ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐν τοῖς ἐλέγχοις· διὰ γὰρ τὸ συμβαίνειν πλείονας ἁμαρτίας εἶναι τοὐ λόγου ἀδυνατοῦμεν συνιδεῖν, ποία ἐστὶ καθ’ ἣν ὁ ἔλεγχος γίνεται. κείσθω γὰρ τὸν Σωκράτην μήτε καθῆσθαι μήτε γράφειν, καὶ λεγέτω τις ὅτι ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης ἄρα γράφει· τοῦτο δὲ ψεῦδος· εἰ οὖν τις τὸ ψεῦδος συναχθῆναι λέγει διὰ τὸ τὸν Σωκράτην καθῆσθαι, [*](2 τρόπον γὰρ, omisso ὥστε, Α 2. 3 ἐρωτώμενον Α 4 ὅτι al: ὡς Α 5 ἀγνοήσωμεν AI: ἀγνοήσομεν a τοιᾶσδε Α 6 συγχωρήσωμεν ὡς Α 7. 8 οὗτος ἐτύπτετο Α 8 οὕτως ex οὗτος corr. Α: οὕτω a 8, 9 ὁ λόγος ἐρωτηθῇ, συγχωρήσει ὁ ἀποκρινόμενος τοῦτο, εἰπὼν ναί Α 8 fort. σοφισθείη sive συναρπασθείη cf. p. 54, 23 9 φήσει fort, recte v post ναὶ add. καὶ Α τούτου δοθέντος Av: τούτων δοθέντων al 10 τὸ om. Α ἐτύπτετο v, ante 11 ὃ Α: ἔτυπτεν al 10. 11 τῶ ὀφθαλμῶ ἄρα Α 11 ᾔδειμεν I: εἴδομεν a: γινώσκομεν Α ἐρωτώμενοι om. Α 11. 12 παρ’ ὃν οἴδαμεν al: ἐρωτήσεως τοῦτο ἐρωτηθέντες Α 12 τὸ Ι: τοῦ a 13. 14 οὕτως—πολλάκις al: κἄν γὰρ γραμματικὸς ἦ κἂν ἰατρὸς καὶ γυμνάζηται, ἐπιστημονικώτερος γίνεται κατὰ τὴν τέχνην· κἄν δρομεὺς ἡ καὶ καθεκάστην ἑαυτὸν γυμνάζῃ πρὸς τὸ τρέχειν, ταχινώτερος γίνεται· ἀλλὰ καὶ ἐπὶ τῶν λόγων, ἤγουν τῶν διαλέξεων, οὕτως ἔχει· πολλάκις γὰρ Α 14 μὲν om. Α 15 post καὶ add. διά τοῦτο Α ἀποκρίνασθαι Α 16 σκοποῦντες—ποιουμένων al: διὰ τὸ δέεσθαι σκέψεως· καὶ ἐντεῦθεν ἡττώμεθα ὑπὸ τῶν συντόμως ποιουμένων τὰς ἐρωτήσεις Α 17 παρατρεπόμενον I 23 τοῦ τὸ σύμμετρον Α)
Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως.
Ὥσπερ, φησίν, εἴπομεν δεῖν προαιρεῖσθαι ἐνδόξως παρὸ ἀληθῶς συλλογίζεσθαι, ἡνίκα ὁ ἀποκρινόμενος μὴ δέχεται τἀληθῆ, οὕτω δεῖ καὶ τὸν ἀποκρινόμενον λύειν τὰ σοφίσματα μὴ ἐξ ἀληθῶν ἀλλ’ ἐκ φαινομένων· οὐ γάρ εἰσι τὰ σοφίσματα ἀληθεῖς ἔλεγχοι ἀλλὰ φαινόμενοι. πῶς δέ εἰσι φαινόμενοι, κατασκευάζει λέγων μὴ συλλογίζεσθαι αὐτούς. ὥστε ἐπειδὴ φαινόμενοί εἰσι, δεῖ τὸν ἀποκρινόμενον πρὸς τὸ μὴ δοκεῖν ἐλέγχεσθαι διορθωτέον, τουτέστι δεῖ λέγειν παρὰ τί φαίνεται μὲν ἐλέγχειν, οὐκ ἐλέγχει δέ, καὶ διορθοῦσθαι τοὺς ἀκροωμένους. εἰ γὰρ εἴποιμεν παρὰ τί δοκεῖ μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς δοκοῦντας ὅτι ἐληλέγμεθα καὶ ἀπάξομεν ἀπὸ τῆς ψευδοῦς ταύτης δόξης· ὁ γὰρ ἀπάγων τινὰ ἀπὸ τῆς ψευδοῦς δοκήσεως ἐπὶ τὴν ἀλήθειαν διορθοῦται τοῦτον, καὶ ἡμεῖς εἰ εἴποιμεν τὸ παρὰ τί φαίνεται ἔλεγχος μὴ ὢν ἔλεγχος, διορθωσόμεθα τοὺς ἀκροατὰς καὶ πείσομεν αὐτοὺς μὴ δοκεῖν ἔλεγχον τὸν μὴ ὄντα ἔλεγχον. ὅλως γάρ, φησί, πρὸς τοὺς τοιούτους ἀπομάχεσθαι δεῖ ὡς οὐκ ἐλέγχοντας· δεῖ γὰρ λέγειν ὅτι οὐκ ἔλεγχος τὸ συμβαῖνον ἀλλὰ φαίνεται, καὶ ἐμφανίζειν παρὰ τί φαίνεται μέν, οὐκ ἔστι δέ, οἷον ὅτι παρὰ τὴν σύνθεσιν ἢ παρὰ τὴν ὁμωνυμίαν ἢ παρὰ τὴν λέξιν ἢ τὴν ἀμφιβολίαν φαίνεται, οὐκ ἔστι δέ. ἐπειδὴ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστιν ἔκ τινων μὴ ὁμώνυμος, οὐ χρὴ τὸν ἀποκρινόμενον ἄλλο τι προσδιορίζεσθαι ἐν τοῖς ὁμωνύμοις ἢ ἀμφιβόλοις ἐλέγχοις, ἀλλὰ λέγειν μόνον ἀμφίβολα καὶ ὁμώνυμα εἶναι τὰ ἐρωτώμενα καὶ ὅτι τὸ συμπέρασμα φαίνεται μὲν ἐλέγχειν, οὐ ποιεῖ δὲ τοῦτο ὁμώνυμον ὄν.