In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Οὐ δεῖ δὲ τὸ συμπέρασμα.
Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν, ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώτησιν, τησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτηματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμολογουμένας.
Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί καὶ πρὸς τίνα χρῆσιν.
Ἤδη μὲν φθάσαντες εἴπομεν ὅτι αἱ ἐρωτήσεις αἱ σοφιστικαὶ ἐκ τῶν δεκατριῶν τρόπων γίνονται, ἔτι τε καὶ πῶς ἐν ταῖς διατριβαῖς ταῖς σοφιστικαῖς ἐρωτητέον. νῦν δὲ λεκτέον ὅπως χρὴ ἀποκρίνεσθαι, καὶ πῶς δεῖ τὰ σοφίσματα λύειν, καὶ τί λυτέον. εἰ γὰρ ὁ προτεινόμενος συλλογισμὸς καὶ τὰς δύο προτάσεις ἔχει ψευδεῖς, ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα, οὐδὲν ἧττον μένει ὡς τὸ πρότερον. ἀλλ’ ἢ πάντως τὴν μείζονα. ἔτι τε καὶ πρὸς τί χρήσιμοί εἰσιν οἱ σοφιστικοὶ λόγοι. φησὶν οὖν πρῶτον περὶ αὐτῶν τούτων, πρὸς ἃ χρήσιμός ἐστιν ἡ τῶν ἐλέγχων τῶν σοφιστικῶν παράδοσις. τρία δὲ εἶναι ταῦτα λέγει, πρὸς τὴν θεολογίαν καὶ καθόλου φιλοσοφίαν, πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις καὶ πρὸς δόξαν. καὶ πρὸς μὲν φιλοσοφίαν χρήσιμοί εἰσι διὰ ταῦτα· ἐπειδὴ γάρ, φησίν, εἴπομεν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι ὡς ἐπὶ τὸ πολύ εἰσι γινόμενοι ἀπὸ τῶν παρὰ τὴν λέξιν, τουτέστι λέξεων καὶ ὀνομάτων, ἐάν τις εἰδείη τούτους ὅπως γίνονται [*](1. 2 τοιοῦτον τὸ λεγόμενον Α 2 καὶ alt. om. Α 6 ἔστι Α: ἔσται al 7 οὐχὶ αὐτή a 8 συναληθεύει A ἤγουν a 13 καὶ alt. om. Α ἐν τοῖς προλαβ.] b 8 —11 15 προτατικῶς a Arist.: προτακτικῶς AI (Ciu) 16 post ἀλλὰ καὶ a 30 πρὸς scripsi: περὶ aAI cf. p. 119,25 n, 31 καὶ cm. Α 32 ἑαυτὸν Arist.: ἑαυτὴν a: ἑαυτοὺς Α: compend. I)