In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 174b 19)

Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς.

Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγομένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἡ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον [*](1.2 ἐν τῷ Πλάτωνος Γοργίᾳ] Γοργίᾳ] c. 26 p. 470 D sq. 3 ἐστι Α: εἶναι τοῦτο aA: inv. ord. I 6 τὰ μάλιστα ἀδικήσας ἐβασίλευσεν ἐν μακεδονία Α τῆς delevi 8 ἥντινα Α 9 post ἐξ ἀρχῆς prius add. ὠνόμασε καὶ A 11 ἤτοι AI: ἤγουν a post ἄδικος addendum videtur ἀγαθός 17 ἐλεληχθήσεται a 30 λέγοντα aA: λέγοντας Ι 35 <δεῖ> δεικνύναι conicio, sed cf. p. 45,19)

116
τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγαθοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῄς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις.

[*](p. 174b 23)

Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις.

Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο’ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ· τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει’· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει’, | ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται’, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [έπίστασθαι] [*](f.37v) τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἄν μὲν τὸ ‘ἐπίσταται τοῦτο’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο’ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα. τῶντα. ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σὴ μαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι, [*](1 δοκοῦντα a τοιούτους λέγων Α 4 post καὶ add. ὁ 1 τῶ AI: cm. a ἐν τῷ Γοργίᾳ] c. 43 p. 488 Esq. καλλίκλον a ὁμοίως a 5 αὐτοῦ Α: αὐτὸς a: compend. Ι ἀπελεκτέον a 6 εἰ prius AI: καὶ a καὶ aI: om. Α 7 ἀποκρινόμενος a 9 ὅτι alt. I: om. a 12 τὸ alt. I: ὅτι a 14 ἐστὶν prius corr. ex εἶναι I 18. 19 ἐπίστασθαι delevi 23 τοῦ a: τῶ I 24 λέγη I: λέγει a ἐπιστήμην corr. ex ἐπιστητοῦ I1 28 αὐτοὶ τὴν πρότασιν Α 30 κοινὸς I 34 ἐλέγξωσι I: ἐλέγχωσι a)

117
λεκτέον πρὸς τοὺς ἐνισταμένους ὅτι οὕτως εἰλήφασιν· οἷον εἰ διάλεξις εἴη περὶ κυνὸς καὶ ὁ ἀποκρινόμενος ὁμολογήσει τοῦτον καύματα ποιεῖν, εἶτα ἐλέγχειν αὐτὸν μέλλει ὁ ἐρωτῶν, * * * δεῖ ἐνίστασθαι καὶ τὸν ἀποκρινόμενον αὐτὸν οὕτως λαβεῖν καὶ περὶ τοῦ κυνὸς τοῦ χερσαίου λέγειν καύματα ποιεῖν.