[*](p. 174a 33)Ὅται τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα.
Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοὐ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά- [*](1 ὁμοίως ταράττεται καὶ ὁ πρὸς τὰ ἐναντία φυλαττόμενος Α 2 φυλαττόμενος ταράττεται καὶ ἀπατᾶται A 2. 3 ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν] c. 1 p. 155b29 —157a5 4 γὰρ I: om. a 7 παραδεδομένα v 8 ἀποκρινόμενος om. Α 8. 9 συνείς τινα τῶν ἐρωτημάτων συντελοῦντα 9. 10 αὐτὸς ὁ ἐρωτῶν om. Α 11 εἶναι delevi 12 βούλεται ὁ ἐρωτῶν λαβεῖν ὡς Α 14 ὅτι al: ὡς Α 19 συγχωρεῖ oinisso συμβαίνει Α 20 εὔδηλον a 21. 22 τὸ—ἐπάγοντα om. Α 23 ἕκαστα AI: ἕκαστον a 24 τὸν ἐρωτώμενον Α μερικὸν AI: μικρὸν a μέλλει ὁ ἐρωτῶν λαβεῖν Α 25 προ- φέρειν Α ἀποφαντικῶς] ν superscr. I1 26 ἐνίοτε γὰρ καὶ αὐτοὶ A καὶ alt. om. a 27 καὶ τοῦ al: τῶν μερικῶν· καὶ ταῦτα τοῦ Α μὴ falso vult deleii coll. Arist. a37 AVaitz Organ. II p. X 28. 29 διὰ τὸ μάτην καὶ χωρὶς τινὸς λόγου καὶ αἰτίας τὴν ἐπαγωγὴν γενέσθαι Α 29 εἰ πρόκειται τὸ Α 30 λογικὸν εἶναι καθ’ ὑπόθεσιν Α post οὕτως add. ἄρα γε Α ὁ] ὣ (sic) I)
112
τῆς οὐκ ἔστι λογικὸς ἄνθρωπος ὤν; ὁ Πλάτων’ καὶ ὁ Ἀλκιβιάδης; ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα ὡς ὡμολογημένον ἐπακτέον χωρὶς ἐρωτήσεως ὅτι πᾶς ἄρα ἄνθρωπος λογικός ἐστιν· οὐ γὰρ ἀν’ πρὸς τοῦτο δυσανασχετήσῃ ὁ ἀποκρινόμενος δεδωκὼς τὰ καθ’ ἕκαστα. ἐπεὶ δὲ ἐπί τινων ἐπαγωγὴν ποιουμένους οὐκ ἔστιν εὐχερὲς ἐρωτῆσαι καὶ τὸ καθόλου διὰ τὸ μὴ εἶναι ὠνομασμένον, λέγει πῶς καὶ τότε ὀφείλομεν ἐπάγειν τὸ καθόλου, καὶ φησίν· ἐν οἷς μή ἐστιν ἓν ὄνομα τὴν ὁμοιότητα περιέχον αὐτῶν, ὡς ἐπὶ τῶν ἀμφοδόντων ζῴων (τούτοις γὰρ οὐκ ἔστιν ἓν ὄνομα), χρηστέον πρὸς τὸ συμφέρον οὕτω λέγοντας· ἐπεὶ ἡ αἲξ κερασφόρος οὖσα οὐκ ἀμφόδουν ἐστὶ καὶ ἡ ἔλαφος καὶ ὁ βοῦς, καὶ πᾶν ἄρα τοιοῦτον· διὰ γὰρ τὴν ὁμοιότητα λανθάνει πολλάκις ὁ τοιαύτην ποιούμενος τὴν ἐπιφοράν. ἔφησε δέ τις καὶ οὕτως τὸ ῥητὸν ἑρμηνεύεσθαι καὶ μάλιστα τῆς τοῦ Ἀριστοτέλους δεινότητος καθαπτόμενος. ἐπὶ τινῶν μὲν ἐπαγαγεῖν δυνατὸν καὶ δηλῶσαι τὸ καθόλου δι’ ὀνόματος, ἐπὶ δὲ τινῶν οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι τὸ καθόλου ἀλλὰ λόγῳ. τὸ γοῦν τοιοῦτον, φησί, καθόλου τὸ μὴ δι’ ὀνόματος ἀλλὰ διὰ λόγου ἐπαγόμενον ἐνίοτε πῖπτον ὑπὸ ἔνστασιν, ὡς χρησιμεύει σοι τῷ ἐρωτῶντι, ἔπαγε. εἰ μὲν γὰρ αὐτὸς ἐπάγεις, λέγε τοῦτο ὡς ἀληθὲς καὶ οὕτως ἔχον· εἰ δὲ ἕτερος λέγει τοῦτο, ἔπαγε αὐτὸς τὴν κειμένην πρὸς τοῦτο ἔνστασιν. ἀλλὰ σαφηνισθήτω καὶ διὰ παραδειγμάτων τὸ λεγόμενον. δι’ ὀνόματος μὲν ἐπάγεται καὶ δηλοῦται τὸ καθόλου ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης δίπουν πλατυώνυχον ὢν γελαστικόν ἐστιν· ἀλλὰ καὶ ὁ δεῖνα καὶ ὁ δεῖνα· πᾶς ἄρα ἄνθρωπος δίπους πλατυώνυχος ὢν γελαστικός ἐστιν· ἰδοὺ δι’ ὀνόματος τοῦ ἀνθρώπου ἐπῆκταί μοι τὸ καθόλου. ἐπὶ δὲ τοῦδε οὐκ ἔστι δυνατὸν ὀνόματι δηλῶσαι· τὸ πρόβατον πεζὸν τετράπουν ὂν οὐκ ἀμφόδουν ἐστίν· ὁμοίως καὶ ἡ ἔλαφος καὶ ἡ αἴξ· πᾶν ἄρα κερασφόρον οὐκ ἀμφόδουν· τὸ γὰρ κερασφόρον οὐκ ὄνομα ἀλλὰ λόγος. ἐνταῦθα οὖν ἐξ ὁμοιότητος εἴληπται τὸ καθόλου· ἐπειδὴ γὰρ τόδε καὶ τόδε ὅμοιά εἰσι κερασφόρα ὄντα, λοιπὸν συνῆκται καὶ πᾶν κερασφόρον. ἔστιν οὖν πρὸς τοῦτο ἔνστασιν ἐπαγαγεῖν τὸν ἄγριον ὄνον, ὃς ἐν Ἰνδίᾳ λέγεται γίνεσθαι καὶ κερασφόρος εἶναι καὶ ἀμφόδους. χρηστέον οὖν τούτῳ πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ αὐτὸς ποιῇ τὴν ἐπαγωγήν, λέγε ὡς
[*](1 post ὤν add. τί δὲ Α post Ἀλκιβιάδης add. οὐκ εἰσὶ λογικοὶ Α 2 ὅτι al: ὡς Α 4 ὁ ἐρωτώμενος Α post δὲ add. καὶ Α 5 post ποιουμένους add. τοὺς ἐρωτῶντας Α καθόλον a 5. 6 διὰ τὸ μὴ ὠνομασμένον εἶναι, ἤγουν διὰ τὸ μὴ ἐν ἑνὶ ὀνόματι δηλοῦσθαι τὸ καθόλου ὡς τὸ ζῶον, ἀλλὰ λόγω τινὶ καὶ ὁμοιότητι Α 7 περιέχον a et ante τὴν Α: παρέχον I post αὐτῶν add. τῶν μερικῶν Α 8 ἀμφωδόντων Α: τετραπόδων aI post ὄνομα add. περιεκτικὸν αὐτῶν Α 9. 10 ἔστιν ἀμφώδους Α 10 post ἄρα add. τὸ Α post τοιοῦτον add. ἤγουν τὸ μὴ ἀμφώδουν, κερασφόρον ἐστί· τὸ γὰρ κερασφόρον οὐκ ἔστιν ἒν ὄνομα περιεκτικὸν τῶν μὴ ἀμφωδόντων ἀλλὰ λόγος. λόγος δέ ἐστιν ὁ ἐκ πλειόνων λέξεων συγκείμενος Α 14. 15 ὀνόματα—λόγον a 16 δι’ ὀνομάτων a post ἀλλὰ add. τὸ al: om. Α 17 αὐτὸς aA: αὐτὰ I λέγε AI: λέγεται a 18 λέγοι Α 19 σαφηνίσθω I 21 πλατυόνυχον a 22 ἄρα ἄνθρωπος Al: inv. ord. a πλατυόνυχος a 24 δυνατὸν om. Α 25 et 26 ἀμφώδουν Α 30 ἀμφώδους Α τοῦτο I 31 ποιεῖ Α λέγω a) 113
ἀληθὲς καὶ συμφέρον· εἰ δὲ ἕτερος, ἔπαγε τὸν ἄγριον τοῦτον ὄνον κερασφόρον ὄντα καὶ ἀμφόδοντα. τὸ δὲ λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις τοιοῦτόν ἐστιν· | ὁ λόγος καὶ ἡ ὁμοιότης ἡ λέγουσα ‘πᾶν κερασφόρον οὐκ f. 36v ἀμφόδουν’ λανθάνει καθόλου εἶναι μὴ οὖσα τοιαύτη· οὐ γὰρ πᾶν κερασφόρον οὐκ ἀμφόδουν.
[*](p. 174a 40)Πρός τε τὸ λαβεῖν τὴν πρότασιν.
Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστιθέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρότασιν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν), ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγχωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἄν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται’· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων· μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί.